Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ΧΧVII Ὥσπερ δὲ παρὰ τὸ φωτίζειν καὶ καταλάμπειν τὰ ἡγεμονικὰ τῶν ἀνθρώπων ἢ ἁπαξαπλῶς τῶν λογικῶν, »φῶς« έστιν »ἀνθρώπων« καὶ «φῶς ἀληθινὸν« καὶ »φῶς τοῦ κόσμου«, οὕτως ἐκ τοῦ [διὰ τοῦ] ἐνεργεῖσθαι τὴν ἀπόθεσιν πόσης νεκρότητος καὶ τὴν κυρίως καλουμένην ζωήν, ἐκ νεκρῶν ἀνισταμένων τῶν αὐτὸν γνησίως κεχωρηκότων,

καλεῖται »ἠ ἀνάσ·τασις( τοῦτο δὲ οὐ μόνον ἐπὶ τοῦ παρόντος ἐνεργεῖ τοῖς δυναμένοις λέγειν· »Συνετάφημεν τώ [*](1 Rom. 5, 3 ff. — 4 Rom. 8, 20. — 8 Vgl. II Kor. 5, 4. — 10 Vgl. Rom. 8, 20. — 16 Vgl. Joh. 8, 12; 9, 5. — Vgl. Job. 1, 9. 4. — 27 Vgl. Joh. 1, 4. — 28 Vgl. Joh. 1, 9; 8, 12; 9, 5. — 31 Vgl. Job. 11, 25. — 32 Rom. 6, 4.) [*](6 καταχαρίσασθαι (ασ compendiarisch)] κατακεχαρίσθαι V Ι ὁμόσε] in Μ nur noch οσε (ohne Accent) zu erkennen; ἄλλοσέ las V, ὁμόσε Br Ι προβλήματι β wohl sicher) M, θελήματι V Ι 12 ἀπολήψεται Μ* Ι 22 μὲν] μόνον Wi Ι καὶ προσήκοι τώ Μ, ist sinnlos; καὶ προσηγορίας Lommatzsch, Br; ἢ προσήκειν τῷ Pr Ι 26 παρὰ über d. Linie (über τὸ) Ι 29 διὰ τοῦ] str.)

34
»χριστῷ διὰ τοῦ βαπτίσματος‘ καὶ συνανέστημεν αὐτῷ· ἀλλὰ πολλῷ μᾶλλον ὅτε ἄκρως πᾶσάν τις ἀποθέμενος νεκρότητα καὶ τὴν αὐτοῦ τοῦ υἱοῦ ἐν καινότητι ζωῆς περιπατεῖ· »τὴν οὐν » Ἰησοῦ ἐν τῷ σώματι πάντοτε ἐνταῦθα περιφέρομεν« ὅτε ἀξιολόγως ὠφελήμεθα) »ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τοῖς σώμασιν ἡμῶν φανερωθῇ«.

ἀλλὰ καὶ ἡ ἐν σοφίᾳ πορεία καὶ πρακτικὴ τῶν σωζομένων ἐν αὐτῷ γινομένη κατὰ τὰς περὶ ἀληθείας ἐν λόγῳ θείῳ διεξόδους καὶ κράζεις τὰς κατὰ τὴν ἀληθῆ δικαιοσύνην, παρίστησιν ἡμῖν νοεῖν πῶς αὐτός ἐστιν ἡ ὁδός, ἐφ’ ἣν ὁδὸν οὐδὲν αἴρειν δεῖ, οὔτε πήραν οὔτε ἱμάτιον, ἀλλ’ οὐδὲ ῥάβδον ἔχοντα ὁδεύειν χρή, οὐδὲ ὑποδήματα ὑποδεδέσθαι κατὰ τοὺς πόδας.

αὐτάρκης γὰρ ἀντὶ παντὸς ἐφοδίου αὐτὴ ἡ ὀδός, καὶ ἀνενδεὴς τυγχάνει πᾶς ὁ ταύτης ἐπι βαίνων, κεκοσμημένος ἐνδύματι ᾧ πρέπει κεκοσμῆσθαι τὸν ἐπὶ τὴν κλῆσιν τοῦ γάμου ἀπιόντα, οὐδενός τε χαλεποῦ δυναμένου ἀπαντῆσαι κατὰ ταύτην τὴν ὁδόν. ἀμήχανον γὰρ ὁδοὺς ὄφεως ἐπὶ πέτρας εὑρεῖν, κατὰ τὸν Σαλομῶντα, φημὶ δ’ ἐγώ, ὅτι καὶ οὗ δήποτε θηρίου.

διὸ οὐδὲ χρεία ῥάβδου ἐν ὁδῷ οὐδὲ ἴχνη τῶν ἐναντίων ἐχούσῃ καὶ ἀνεπιδέκτῳ διὰ τὸ στερρόν, δι’ ὅπερ καὶ πέτρα λέγεται, τῶν χειρόνων τυγχανούσῃ.

ἁλήθεια δὲ ὁ μονογενής ἐστι πάντα ἐμπεριειληφὼς τὸν περὶ τῶν ὅλων κατὰ τὸ βούλημα τοῦ πατρὸς μετὰ πάσης τρανότητος λόγον καὶ ἑκάστω κατὰ τὴν ἀξίαν αὐτοῦ, ᾗ ἀλήθειά ἐστι, μεταδιδούς.

ἐὰν δέ τις ζητῇ, εἰ πᾶν ὅ τί ποτε ἐγνωσμένον ὑπὸ τοῦ πατρὸς κατὰ τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως αὐτοῦ ἐπίσταται ὁ σωτὴρ ἡμῶν, καὶ φαντασίᾳ τοῦ δοξάζειν τὸν πατέρα ἀποφαίνηταί τινα γινωσκόμενα ὑπὸ τοῦ πατρὸς ἀγνοεῖσθαι ὑπὸ τοῦ υἱοῦ, διαρκοῦντος ἐξισωθῆναι ταῖς καταλήψεσι τοῦ ἀγεννήτου θεοῦ, ἐπι- στατέον αὐτὸν ἐκ τοῦ ἀλήθειαν εἶναι τὸν σωτῆρα καὶ προσακτέον ὅτι, εἰ ὁλόκληρός ἐστιν ἡ ἀλήθεια, οὐδὲν ἀληθὲς ἀγνοεῖ, ἵνα μὴ σκάζῃ λείπουσα ἡ ἀλήθεια οἷς οὐ γινώσκει, κατ’ ἐκείνους τυγχάνουσιν ἐν μόνῳ τῷ πατρί, ἢ δεικνύτω τις ὅτι ἐστὶν ἃ γινωσκόμενα τῆς ἀληθείας προσηγορίας οὐ τυγχάνοντα ἀλλὰ ὑπὲρ αὐτὴν ὄντα.

σαφὲς δὲ ὅτι κυρίως τῆς εἰλικρινοῦς καὶ ἀμιγοῦς πρός τι ἕτερον ζωῆς ἡ [*](3 Vgl. Rom. 6, 4. — II Kor. 4, 10. — 9 Vgl. Joh. 14, 6. — Vgl. Luk. 9, 3 Mark. 6, 8f. Matth. 10, 10. — 12 Vgl. Matth. 22, 11 f. — 15 Vgl. Prov. 24, 54. — 19 Vgl. Joh. 14, 6. — 23 Vgl. Rom. 11, 33. — 28 Vgl. Joh. 14, 6.) [*](2 καὶ τὴν] ἐν τῇ Hu; κατὰ τὸν . . . . καινότητα Br (gegen Rom. 6, 4!) Anderung ötig; erg. νεκρότερα Ι 3 ἐν + Wi Ι (ovv) Pr] γὰρ + Br, x003C; MV Hu Ι 5 ἵνα ἡ] u. ἡ a. Ras. Μ Ι 6 πρακτικὴ] διδακτικὴ We Ι 11 ἀντὶ] eompend. geschrieben (ABBREV) Μ, ἐστὶ V Edd. Ι 14 τε] γε We, ἔιτ Wi | 25 γινωσκοσκόμενα (Br berichtet falsch) ἀγνοεῖσθαι] γνο a. Ras. | 30 ἃ] τινὰ Del, vielleicht mit Recht; vgl. ο. Ζ. 25 Ι πρός////, τι] τ a. Ras. Μ.)

35
ἀρχὴ ἐν τῷ πρωτοτόκῳ πάσης κτίσεως τυγχάνει· ἀφ’ ἡς οἱ μέτοχοι τοῦ χριστοῦ λαμβάνοντες τὴν ἀληθῶς ζῶσι ζωὴν τῶν παρ’ αὐτὸν νομιζομένων ζῆν ὥσπερ οὐκ ἐχόντων τὸ ἀληθινὸν φῶς, οὕτως οὐδὲ τὸ ἀληθινὸν ζῆν.

καὶ ἐπεὶ ἐν τῷ πατρὶ οὐκ ἔστι γενέσθαι ἢ παρὰ τῷ πατρὶ μὴ φθάσαντα πρῶτον κάτωθεν ἀναβαίνοντα ἐπὶ τὴν τοῦ υἱοῦ θεότητα, δι’ ἡς τις χειραγωγηθῆναι δύναται καὶ ἐπὶ τὴν πατρικὴν μακαριότητα, θύρα ὁ σωτὴρ ἀναγέγραπται.

φιλάνθρωπος δὲ ὢν καὶ τὴν ὅπως ποτὲ ἐπὶ τὸ βέλτιον ἀποδεχόμενος τῶν Ψυχῶν ῥοπὴν τῶν ἐπὶ τὸν λόγον μὴ σπευδόντων ἀλλὰ δίκην προβάτων οὐκ ἐξητασμένον ἀλλὰ ἄλογον τὸ ἥμερον καὶ πρᾷον ἐχόντων ποιμὴν γίνεται· »Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει ὁ κύριος·‘ καὶ ὁ Ἰσραὴλ δὲ καὶ ὁ Ἰούδας σπείρεται σπέρμα οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ κτηνῶν.

Πρὸς τούτοις ἐπισκοπητέον ἐξ ἀρχῆς τὴν χριστὸς προσηγορίαν καὶ προσληπτέον τὴν βασιλεύς, ἵνα τῇ παραθέσει ἠ διαφορὰ νοηθῇ. λέγεται δὴ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ὁ ἠγαπηκὼς δικαιοσύνην καὶ ἀνομίαν μεμισηκὼς παρὰ τοὺς μετόχους αἰτίαν τοῦ κεχρίσθαι τὸ οὕτω δικαιοσύνῃ προσεληλυθέναι ἐσχηκέναι καὶ τὴν ἀνομίαν μεμισηκέναι, Ι ὡς οὐχ ἅμα τῷ εἶναι τὴν χρίσιν συνυπάρχουσαν καὶ συγκτισθεῖσαν λαβών, ἥτις χρίσις βασιλείας ἐπὶ γεννητοῖς ἐστι σύμβολον, ἔσθ’ ὅτε δὲ καὶ ἱερωσύνης ἆρ’ οὖν ἐπιγενητή ἐστιν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ βασιλεία καὶ οὐ συμφυὴς αὐτῷ;

καὶ πῶς οἷόν τε τὸν πρωτότοκον πάσης κτίσεως, οὐκ ὄντα βασιλέα, ὕστερον βασιλέα γεγονέναι διὰ τὸ ἠγαπηκέναι δικαιοσύνην, καὶ ταῦτα τυγχάνοντα δικαιοσύνην; μήποτε δὲ λανθάνει ἡμὰς ὁ μὲν ἄνθρωπος αὐτοῦ χριστὸς ὤν, κατὰ τὴν ψυχὴν διὰ τὸ ἀνθρώπινον καὶ τεταραγμένην καὶ περίλυπον γεγενημένην μάλιστα νοούμενος, ὁ δὲ βασιλεὺς κατὰ τὸ θεῖον.

παραμυθοῦμαι δὲ τοῦτο ἐξ ἑβδομηκοστοῦ πρώτου ψαλμοῦ λέγοντος· »Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου έν δικαιοσύνῃ καὶ »τοὺς πτωχούς σου ἐν κρίσει·« σαφῶς γὰρ εἰς Σαλομῶντα ἐπιγεγραμ- [*](1 Vgl. Κοί. 1, 15. — 3 Vgl. Joh. 1, 9. — 7 Vgl. Job. 10, 7. — 10 Vgl. Job. 10 11. — 11 Ps. 35, 7. — Jerem. 38,27. — 16 Ps. 44, 8. — 23 Vgl. Kol. 1, 15. — 24 Vgl. Ps. 44, 8. — 26 Vgl. Joh. 12, 27; Matth. 26, 38. — 29 Ps. 71, 1 f.) [*](2 ζῆν] ζωὴν MV, corr. Hu Ι 7 nach πατρικὴν Ras. Μ Ι 9 τῶν] τὴν, corr. Del Ι 15 προσλημπτέον Μ* Ι 16 τῷ über d. Linie Ι 18 δικαιοσύνην, corr. We Wi; Wi bemerkt: „ἐσχηκέναι steht an falschem Platze. Die vielen Infinitive haben sich verwirrt. Es ört hinter κεχρίσαθι“. Eine Änderung ist nicht ötig Ι τὸ über d. Linie) | 19 συνυπάρχουσαν] οὖν ὑπάρχουσαν V, ebenso w. e. seh. Μ; corr. Del 21 ἐπιγεντή (!) aus ἐπιγεννη Μ* Ι 23 οἷόν τε V, οἴονται Μ Ι 27 γεγενημένον, corr. V Ι 31 σαλωμῶντα Μ* w. e. seh.)

36
μένος ὁ ψαλμὸς περὶ Χριστοῦ προφητεύεται.

καὶ ἄξιον ἰδεῖν τίνι βασιλεῖ τὸ κρίμα εὔχεται δοθῆναι ὑπὸ θεοῦ ἡ προφητεία καὶ τίνι υἱῷ βασιλέως καὶ ποίου βασιλέως τὴν δικαιοσύνην.

ἡγοῦμαί οὐν »βασιλέα« μὲν λέγεσθαι τὴν προηγουμένην τοῦ πρωτοτόκου πάσης κτίσεως φύσιν, ᾑ δίδοται διὰ τὸ ὑπερέχειν τὸ κρίνειν· τὸν δὲ ἄνθραπον, ὃν ἀνείληφεν, ὑπ’ ἐκείνης μορφούμενον κατὰ δικαιοσύνην x003E;

ἐκτυπούμενον, »υἱὸν τοῦ βασιλέως( καὶ προσάγομαι εἰς τὸ τοῦθ’ οὕτως ἔχειν παραδέξασθαι ἀπὸ τοῦ εἰς ἕνα λόγον συνῆχθαι ἀμφότερα καὶ τὰ ἐπιφερόμενα οὐκέτι ὡς περὶ δύο τινῶν ἀπαγγέλλεσθαι ἀλλ’ ὡς περὶ ἑνός.

πεποίηκε γὰρ ὁ σωτὴρ »τὰ ἀμφότερα ἕν«, κατὰ τὴν ἀπαρχὴν τῶν γινομένων ἀμφοτέρων ἐν ἑαυτῷ πρὸ πάντων ποιήσας· »ἀμφοτέρων« δὲ λέγω καὶ ἐπὶ τῶν ἀνθρώπων, ἐφ’ ὡν ἀνακέκραται τῷ ἁγίῳ πνεύματι ἡ ἑκάστου ψυχὴ καὶ γέγονεν ἕκαστος τῶν σωξομένων πνευματικός.

ὥσπερ οὖν εἰσί τινες ποιμαινόμενοι ὑπὸ Χριστοῦ διὰ τὸ σφῶν αὐτῶν, ὡς προειρήκαμεν, πρᾷον μὲν καὶ εὐσταθὲς ἀλογώτερον δέ, οὕτω καὶ βασιλευόμενοι κατὰ τὸ λογικώτερον τῇ θεοσεβείᾳ.

καὶ βασιλευομένων διαφοραί, ἤτοι μυστικώτερον καὶ ἀπορρητότερον καὶ θεοπρεπέστερον βασιλευομένων ἢ ὑποδεέστερον.

καὶ εἴποιμ’ ἂν τοὺς μὲν τεθεωρηκότας τὰ ἔξω σωμάτων, καλούμενα παρὰ τῷ Παύλῳ »ἀόρατα« καὶ »μὴ βλεπόμενα((, ἔζω παντὸς αἰσητοῦ λόγῳ γεγενημένους, βασιλευομένους μένους ὑπὸ τῆς προηγουμένης φύσεως τοῦ μονογενοῦς· τοὺς δὲ μέχρι τοῦ περὶ τῶν αἰσθητῶν λόγου ἐφθακότας καὶ διὰ τούτων δοξάζοντας τὸν πεποιηκότα καὶ αὐτοὺς ὑπὸ λόγου βασιλευομένους μένους ὑπὸ τοῦ χριστοῦ βασιλεύεσθαι. μηδεὶς δὲ προσ- κοπτέτω διακρινόντων ἡμῶν τὰς ἐν τῷ σωτῆρι ἐπινοίας, οἰόμενος καὶ τῇ οὐσίᾳ ταὐτὸν ἡμᾶς ποιεῖν.