De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τοῦ μὲν γὰρ καταλελύσθαι τὸν θάνατον, καὶ νίκην κατ’ αὐτοῦ γεγενῆσθαι τὸν σταυρόν, καὶ μηκέτι λοιπὸν ἰσχύειν, ἀλλ’ εἶναι νεκρὸν αὐτὸν ἀληθώς, γνώρισμα οὐκ ὀλίγον καὶ πίστις ἐναργής, τὸ παρὰ πάντων τῶν τοῦ Χριστοῦ μαθητῶν αὐτὸν

καταφρονεῖσθαι, καὶ πάντας ἐπιβαίνειν κατ’ αὐτοῦ, καὶ μηκέτι φοβεῖσθαι τοῦτον, ἀλλὰ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ εἰς Χριστὸν πίστει καταπατεῖν αὐτὸν ὡς νεκρόν.

Πάλαι μὲν γὰρ πρὶν τὴν θείαν ἐπιδημίαν γενέσθαι τοῦ Σωτῆρος, φοβερὸς ἦν καὶ αὐτοῖς τοῖς ἀγίοις ὁ θάνατος, καὶ πάντες τοὺς ἀποθνήσκοντας ὡς φθειρομένους ἐθρήνουν. ἄρτι δὲ τοῦ Σωτῆρος ἀναστήσαντος τὸ σῶμα, οὐκέτι μὲν ὁ θάνατός ἐστι φοβερός, πάντες δὲ οἱ τῷ Χριστῷ πιστεύοντες ὡς οὐδὲν αὐτὸν ὄντα πατοῦσι, καὶ μᾶλλον ἀποθνήσκειν αἱροῦνται ἢ ἀρνήσασθαι τὴν εἰς Χριστὸν πίστιν. ἴσασι γὰρ ὄντως, ὅτι ἀποθνήσκοντες οὐκ ἀπόλλυνται, ἀλλὰ καὶ ζῶσι, καὶ ἄφθαρτοι διὰ τῆς ἀναστάσεως γίνονται.

Ἐκεῖνος δὲ ὁ πάλαι τῷ θανάτῳ πονηρῶς ἐναλλόμενος διάβολος. λυθεισῶν αὐτοῦ τῶν ὠδίνων, ἔμεινε μόνος ἀληθῶς νεκρός. καὶ τούτου τεκμήριον, ὅτι πρὶν πιστεύσωσιν οἱ ἄνθρωποι τῷ Χριστῷ, φοβερὸν τὸν θάνατον ὁρῶσι καὶ δειλιῶσιν αὐτόν· ἐπειδὰν δὲ εἰς τὴν ἐκείνου πίστιν καὶ διδασκαλίαν μετελθῶσι, τοσοῦτον καταφρονοῦσι τοῦ θανάτου, ὡς καὶ προθύμως ἐπ’ αὐτὸν ὁρμᾶν καὶ μάρτυρας γίνεσθαι τῆς κατ’ αὐτοῦ παρὰ τοῦ Σωτῆρος γενομένης ἀναστάσεως. καὶ γὰρ ἔτι νήπιοι ὄντες τὴν ἡλικίαν σπεύδουσιν ἀποθνήσκειν, καὶ μελετῶσι κατ’ αὐτοῦ ταῖς ἀσκήσεσιν οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες. οὕτως ἀσθενὴς γέγονεν, ὡς καὶ γυναῖκας τὰς ἀπατηθείσας τὸ πρὶν παρ’ αὐτοῦ, νῦν παίζειν αὐτὸν ὡς νεκρὸν καὶ παρειμένον.

Ὡς γὰρ τυράννου καταπολεμηθέντος ὑπὸ γνησίου βασιλέως καὶ

δεθέντος τοὺς πόδας καὶ τὰς χεῖρας, πάντες λοιπὸν οἱ διαβαίνοντες καταπαίζουσιν αὐτοῦ, τύπτοντες καὶ διασύροντες, οὐκ ἔτι φοβούμενοι τὴν μανίαν αὐτοῦ καὶ τὴν ἀγριότητα, διὰ τὸν νικήσαντα βασιλέα· οὕτω καὶ τοῦ θανάτου νικηθέντος καὶ στηλιτευθέντος ὑπὸ τοῦ Σωτῆρος ἐν τῷ σταυρῷ, καὶ δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας, πάντες οἱ ἐν Χριστῷ διαβαίνοντες αὐτὸν καταπατοῦσι, καὶ μαρτυροῦντες τῷ Χριστῷ χλευάζουσι τὸν θάνατον, ἐπικερτομοῦντες αὐτῷ καὶ τὰ ἄνωθεν κατ’ αὐτοῦ γεγραμμένα λέγοντες, Ποῦ σου, θάνατε τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον;