De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τάχα δὲ καὶ ἐν ἴσῳ τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως, ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος. ὅθεν, ἵνα δειχθῇ νεκρὸν τὸ σῶμα, καὶ μίαν ὑπέμεινε μέσην ὁ Λόγος, καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον.

Ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι, τριταῖον ἀνέστησε τοῦτο.

Ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμεῖναν καὶ φθαρὲν τέλεον ὕστερον ἀναστήσας ἀπιστηθῇ ὡς οὐκ αὐτὸ ἀλλ’ ἕτερον σῶμα φέρων· ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῷ φαινομένῳ, καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων· διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο, οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν·

ἀλλ’ ἔτι τῶν ἀκοῶν αὐτῶν ἔναυλον ἐχόντων τὸν λόγον, καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδεχομένων, καὶ τῆς διανοίας αὐτῶν ἠρτημένης, καὶ ζώντων ἐπὶ γῆς ἔτι καὶ ἐπὶ τόπων ὄντων τῶν θανατωσάντων, καὶ μαρτύρων τοῦ θανάτου τοῦ Κυριακοῦ σώματος, αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς ἐν τριταίῳ διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον· καὶ ἀνεδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τοῦ ἐνοικοῦντος Λόγου τέυνηκεν τὸ σῶμα, αλλ' ἐπὶ τῷ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῷ τῇ δυνάμει τοῦ Σωτῆρος.