De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ἅπαξ γὰρ εἰς αἰσθητὰ πεσούσς τῆς δια τῶν ἀνθρώπων, ὑπέβαλεν ἑαυτὸν διὰ σώματος φανῆναι ὁ Λόγος, ἵνα μετενέγκῃ εἰς ἑαυτὸν ὡς ἄνθρωπον τοὺς ἀνθρώπους, καὶ τὰς αἰσθήσεις αὐτῶν εἰς ἑαυτὸν ἀποκλίνῃ, καὶ λοιπὸν ἐκείνους ὡς ἄνθρωπον αὐτὸν ὁρῶντας, δ’ ὦν ἐργάζεται ἔργων, πείσῃ μὴ εἶναι ἑαυτὸν ἄνθρωπον μόνον, ἀλλὰ καὶ Θεὸν καὶ Θεοῦ ἀληθινοῦ Λόγον καὶ Σοφίαν.

Τοῦτο δὲ καὶ ὁ Παῦλος βουλόμενος σημᾶναι, φησίν· ἐν ἀγάπῃ ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι, νᾷ ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἀγίοις τί τὸ πλάτος καὶ μῆκος, καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ· ἵνᾷ πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.

Πανταχοῦ γὰρ τοῦ Λόγου ἑαυτὸν ἁπλώσαντος, καὶ ἄνω καὶ κάτω, καὶ εἰς τὸ βάθος καὶ εἰς τὸ πλάτος· ἄνω μὲν εἰς τὴν κτίσιν, κάτω δὲ εἰς τὴν ἐνανθρώπησιν, εἰς βάθος δὲ εἰς τὸν ᾅδην, εἰς πλάτος δὲ εἰς τὸν κόσμον· τὰ πάντα τῆς περὶ Θεοῦ γνώσεως πεπλήρωται.

Δία δὲ τοῦτο, οὐδὲ παρ’ αὐτὰ παραγενόμενος τὴν θυσίαν τὴν ὑπὲρ πάντων ἐπετέλει, παραδιδοὺς τὸ σῶμα τῷ θανάτῳ, καὶ ἀνιστῶν αὐτό, ἀφανῇ ἑαυτὸν διὰ τούτου ποιῶν. ἀλλὰ καὶ ἐμφανῇ ἑαυτὸν διὰ τούτου καθίστη διαμένων ἐν αὐτῷ καὶ τοιαῦτα τελῶν ἔργα καὶ σημεῖα διδούς, ἃ μηκέτι ἄνθρωπον, ἀλλὰ Θεὸν Λόγον αὐτὸν ἐγνώριζον.

Ἀμφότερα γὰρ ἐφιλανθρωπεύετο ὁ Σωτὴρ διὰ τῆς ἐνανθρωπήσεως, ὅτι καὶ τὸν θάνατον ἐξ ἡμῶν ἠφάνιζε, καὶ ἀνεκαίνιζεν ἡμᾶς· καὶ

ὅτι ἀφανὴς ὢν καὶ ἀόρατος, διὰ τῶν ἔργων ἐνέφαινε, καὶ ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν Λόγον τοῦ Πατρός, τὸν τοῦ παντὸς ἡγεμόνα καὶ βασιλέα.