De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Ἄνθρωποι δὲ ὄντες καὶ ἀνθρώπινα πάντα νοοῦντες, οἷς ἐὰν ἐπέβαλον τὰς ἑαυτῶν αἰσθήσεις, ἐν τούτοις προσλαμβανομένους ἑαυτοὺς ἑώρων, καὶ πανταχόθεν διδασκομένους τὴν ἀλήθειαν.

Εἴτε γὰρ εἰς τὴν κτίσιν ἐπτόηντο, ἀλλ’ ἑώρων αὐτὴν ὁμολογοῦσαν τὸν Χριστὸν Κύριον· εἴτε εἰς ἀνθρώπους ἦν αὐτῶν ἡ διάνοια προληφθεῖσα, ὥστε τούτους θεοὺς νομίζειν, ἀλλ’ ἐκ τῶν ἔργων τοῦ Σωτῆρος, συγκρινόντων τε ἐκείνων, ἐφαίνετο ἐν ἀνθρώποις μόνος ὁ Σωτὴρ Θεοῦ Υἱός· οὐκ ὄντων παρ’ ἐκείνοις τοιούτων ὁποῖα παρὰ τοῦ Θεοῦ Λόγου γέγονεν.

Εἰ δὲ καὶ εἰς δαίμονας ἦσαν προληφθέντες, ἀλλὰ ὁρῶντες αὐτοὺς διωκομένους ὑπὸ τοῦ Κυρίου, ἐγίνωσκον μόνον εἶναι τοῦτον τὸν τοῦ Θεοῦ Λόγον, καὶ οὐκ εἶναι θεοὺς τοὺς δαίμονας.

Εἰ δὲ καὶ εἰς νεκροὺς ἤδη τούτων ἦν ὁ νοῦς κατασχεθείς ὥστε θρησκεύειν ἥρωας, καὶ τοὺς παρὰ ποιηταῖς λεγομένους θεούς· ἀλλ’ ὁρῶντες τὴν τοῦ Σωτῆρος ἀνάστασιν, ὡμολόγουν ἐκείνους εἶναι ψευδεῖς, καὶ μόνον τὸν Κύριον ἀληθινὸν τὸν τοῦ Πατρὸς Λόγον, τὸν καὶ τοῦ θανάτου κυριεύοντα.

Διὰ τοῦτο καὶ γεγέννηται, καὶ ἄνθρωπος ἐφάνη, καὶ ἀπέθανε, καὶ ἀνέστη, ἀμβλύνας καὶ ἐπισκιάσας τὰ τῶν πώποτε γενομένων ἀνθρώπων διὰ τῶν ἰδίων ἔργων, ἵνα ὅπου δ’ ἂν ὦσι προληφθέντες οἱ ἄνθρωποι, ἐκεῖθεν αὐτοὺς ἀναγάγῃ, καὶ διδάξῃ τὸν ἀληθινὸν ἑαυτοῦ Πατέρα,

καθάπερ καὶ αὐτός φησιν, ἦλθον σῶσαι καὶ εὑρεῖν τὸ ἀπολωλός·