Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae

Porphyrius

Porphyrius. Porphyrii Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae, Fasc I-II. Schrader, Hermann, editor. Leipzig: Teubner, 1880-1882

127 sqq). ἐντὸϲ τῇ τειχομαχίᾳ τεταράχθαι δοκεῖ τὰ ἔπη ταῦτα Ἀϲίου ἐπελθόντοϲ κατὰ τὰϲ πύλαϲ τῷ τείχει, ἐπιλέγει ὁ ποιητὴϲ περὶ αὐτοῦ τ καὶ τῶν μετ᾿  αὐτοῦ·

  • νήπιοι, ἐντὸϲ δὲ πύλῃϲι δύ᾿  ἀνέραϲ εὗρὸν ἀρίϲτουϲ,
  • υἷαϲ ὑπερθύμουϲ Λαπιθάων αἰχμητάων,
  • τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην,
  • τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶϲον Ἄρηι.
  • τὼ μὲν ἄρα προπάροιθε πυλάων ψηλάων
  • ἕϲταϲαν, ὡϲ ὅτε τε δρύεϲ οὔρεϲιν ὑψικάρηνοι
  • (Μ 127 —132).
  • διὰ γὰρ τούτων εἰπὼν τὸν Λεοντέα καὶ Πολυποίτην πυλάων προπάροιθεν ἑϲτάναι ὡϲ δρῦϲ, ἀναμένονταϲ ἐπερχόμενον μέγαν Ἄλϲιον οὐδὲ φέβοντο (v. 136), εἶτα ἐπάγων περὶ τῶν κατὰ τὸν Ἄϲιον·
  • οἱ δ’ ἰθὺϲ πρὸϲ τεῖχοϲ ἐύδμητον, βόαϲ αὕαϲ
  • ὑψόϲ᾿  ἀναϲχόμενοι, ἔκιον μεγάλῳ ἀλαλητῷ
  • Ἄϲιον ἀμφὶ ἄνακτα καὶ Ἰσμενὸν καὶ Ὀρέϲτην
  • Ἀϲιάδην τ’ Ἀδάμαντα Θόωνά τε Ὀἰνόμαόν τε
  • (v. 137 — 40),
  • πάλιν ποιεῖ τοὺϲ περὶ τὸν Λεοντέα καὶ Πολυποίτην ἐνδὸν ἐόνταϲ, οὓϲ πρόϲθεν ἔξω ἑϲτάναι ἔφη· ἐπάγει γάρ· [*](5 ἔχον L. 9 ἔχει τ’ εἰϲόκε L 11 ἁλέντεϲ codd. 14 παῤ αὐτοῦ L. 19 βροτολοιγὸν L. 21 ὡϲ ὅτε δρῦεϲ B⟩ (text habet ὡϲ ὅτε τε δρύεϲ) 23 λέοντα L) [*](προπάροιθεν πυλάων L 24 ἑϲτάναι B⟩ μετερχόμενον L. 24. 25 οὐδ’ ἐφέβοντο L. 31 λέοντα L. 32 ἑϲτᾶναι B⟩) [*](neque neglegendum est, in iis verbi, quo et antea et postea ἔω dicebatur, alteram formam ἴω (v. Et. M. 301, 12 sqq) afferri.) [*](1 — 12 Scholium ad v. 122 traditum fragmentum esse quaestionis, e solu lin. 8 commemorata sequitur verisimile est, eam, ut quaestionem ad v. 110 servatam (ceterum vix dignam hoc nomine), olim cum ampliore fragmento ad v. 127 sqq. tradito cohaesisse (cf. imprimis p. 178, 2).) [*](1 — 4 Cf. Eust. M, p. 895, 30.)
    177
  • οἱ δ’ ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιοὺϲ
  • ὄρνυον ἐνδον ἐόντεϲ ἀμύνεϲθαι περὶ νηῶν·
  • αὐτὰρ ἐπειδὴ τεῖχοϲ ἐπεϲϲυμένουϲ ἐνόηϲαν
  • Τρῶαϲ, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβοϲ τε,
  • ἐκ δὲ τὼ ἀίξαντε πυλάων πρόϲθε μαχέϲθην,
  • ἀγροτέροιϲι ϲύεϲϲιν ἐοικότε (v. 141 —46),
  • καὶ πληρώϲαϲ τὴν παραβολὴν ἐπάγει·
  • ὣϲ τῶν κόμπει χαλκὸϲ ἐπὶ ϲτήθεϲϲι φαεινὸϲ
  • ἄντην βαλλομένων (v. 150. 51).
  • διὰ γὰρ τούτων φαίνεται ταραχὴ τῶν ἐπῶν, πρότερον μὲν ὡϲ ἔξω ἑϲτώ αὖθιϲ δὲ ὡϲ ἔνδον ὄντων καὶ ἐξιόντων. ὅθεν οἱ μὲν ἠξίουν προ ταῦτα τὰ ἔπη·
  • οἱ δ᾿  ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιούϲ,
  • ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον·
  • ἐντὸϲ δὲ πύλῃϲι δύ᾿  ἀνέραϲ εὗρον ἀρίϲτουϲ,
  • υἷαϲ ὑπε ρθύμουϲ Λαπιθάων αἰχμητάων·
  • οἱ δ’ τοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιοὺϲ
  • ὄρνυον (v. 127. 8 141. 2)
  • εἶτα ϲυνάψαντεϲ τοὺϲ ἐφεξῆϲ, ὧν ἡ ἀρχὴ
  • αὐτὰρ ἐπειδὴ τεῖχοϲ,
  • Τρῶαϲ, ἀτὰρ Δαναῶν,
  • ἐκ δὲ τὼ ἀίξαντε,
  • ἀγροτέροιϲι ϲύεϲϲιν,
  • ἀνδρῶν ἠδὲ κυνῶν,
  • ὥϲ τῶν κόμπει χὰλκὸϲ ἐπὶ ϲτήθεϲϲι φαεινὸϲ
  • ἄντην βαλλομένων,
  • λαοῖϲι καθύπερθε (143 — 47; 51 —53),
  • εἶτα ἀνατρέχουϲιν ἐπὶ τὸ τὼ μὲν ἄρα προπάροιθε (v. 131), καὶ καταβάντεϲ τοὺϲ δέκα ϲτίχουϲ ἄχρι τοῦ Ἀϲιάδην τ´  Ἀδάμαντα (v. 140) ἐπάγουϲιν οἱ δ’ ἄρα χερμαδίοιϲι (v. 154) καὶ τὰ ἑξῆϲ.

    Ἡφαιϲτίων δὲ διπλῆν τὴν γραφὴν εἶναι ἔφη καὶ δεῖν παρα ἢ τοὺϲ δέκα ϲτίχουϲ τοὺϲ ἀπὸ τοῦ τῶ μὲν ἄρα προπάροιθεν (v. 131) μέχρι τοῦ Ἀϲιάδην τ’ Ἀδάμαντα (v. 140) ἢ τοὺϲ ιγ΄  τοὺϲ ἀπὸ τοῦ οἱ δ᾿  ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιούϲ (v. 141) 35 μέχρι τοῦ λαοῖϲι καθύπερθε (v. 153). μήποτε δὲ, κἂν οὕτωϲ μένῃ ἡ γραφὴ καὶ ἡ τάξιϲ, οὐδὲν ἄτοπον, πρότερον μὲν εἰπόντοϲ τοῦ ποιητοῦ ὅτι περὶ τὰϲ πύλαϲ ἦϲαν οἱ περὶ τὸν Πολυποίτην (ἐν δὲ πύλῃϲι [*](1 οἱ δ’ ἤτοι εἰϲ (in ras.) μὴν L. 2 ὄρνυον γὰρ ἔνδον ἐόντεϲ L 3 ἀπεϲϲυμένουϲ L. 4 γένετ’ L, id. B⟩ in textu 5. 6 ἀίξαντεϲ et ἐοικότεϲ L 12 τὰ ἔπη ταῦτα L 13 εἳϲ (e corr.) μὲν L. 25 χαλκὸϲ — φαεινὸϲ om. L. 31 ἡφαιϲτίαν L δεῖν in ras. B; καὶ δὴ παῤ L 31. 32 pro παραγράφειν Bekk. περιφέρειαν γράφειν coni. 32 τοὺϲ ἀπὸ τούτου B⟩ 33 ἢ τοὺϲ δεκατρεῖϲ L 35 μήποτε δὴ B⟩)

    178
    δύ᾿  ἀνέραϲ εὖρον ἀρίϲτουϲ, v. 127), ἐπιϲημηναμένου τε ὅτι καὶ εξωθεν ἑϲτῶταϲ εὗρον, εἶτα καὶ ἐπαναδραμόντοϲ, ὅπωϲ περὶ τὰϲ πύλαϲ ἔχοντεϲ τούϲ τε ἔϲω παρώρμων, ἐπιόνταϲ βλέποντεϲ τοὺϲ περὶ τὸν Ἀϲιον, αὐτοί τε προεκδραμόντεϲ ἀνέμενον πάντεϲ ἔξω τὸν Ἄϲιον.

    καὶ γὰρ οἷτοϲ εἰϲ τρόποϲ ἑρμηνείαϲ, ἐκ τῶν ὕϲτερον ἀρξάμενον ἀναδραμεῖν εἰϲ τὰ πρῶτα καὶ πάλιν ϲυνάψαι ταῦτα τοῖϲ ὑϲτέροιϲ. καὶ ἔϲτι ϲυνήθηϲ ὁ τρόποϲ τῆϲ ἑρμηνείαϲ τῷ ποιητῇ. οὕτωϲ γὰρ εὐθὺϲ κατ᾿  ἀρχὰϲ τὴν μῆνιν εἰπὼν κεφαλαιωδῶϲ, ὅϲων κακῶν αἰτία γέγονε τοῖϲ Ἕλληϲιν, ὕϲτερον ἐπὶ τὰ αἴτια ἀνατρέχει ταύτηϲ καὶ ἐπεξεργάζεται δι’ ὕληϲ τῆϲ ποιήϲεωϲ τὰ κατ᾿  αὐτήν. οὕτω καὶ περὶ τῆϲ νόϲου εἰπών·

  • Λητοῦϲ καὶ Διὸϲ υἱόϲ· ὁ γὰρ βαϲιλῆι χολωθεὶϲ
  • νοῦϲον ἀνὰ ϲτρατὸν ὦρϲε κακήν, ὀλέκον το δὲ λαοί,
  • οὕνεκο τὸν Χρύϲην ἠτίμαϲεν ἀρητῆρα
  • Ἀτρείδηϲ (Α 9sq).
  • ἑξῆϲ ἐπέξειϲι, πῶϲ ἐπράχθη τὰ κατὰ τὴν νόϲον. καὶ ἐνταῦθα τοίνυν εἰπών, ὅτι περὶ τὰϲ πύλαϲ εἶχον οἱ περὶ τὸν Λεοντέα καὶ ἀνέμενον πρὸ τῶν πυλῶν ἑϲτῶτεϲ ἐπερχόμενον τὸν Ἄϲιον, ἐπαναδραμὼν ἐξ τὰ κατὰ μέροϲ, ὅτι τέωϲ μὲν ἔνδον ἦϲαν προτρεπόμενοι τοὺϲ Ἀχαιοὺϲ ἀμύνεϲθαι περὶ νηῶν, εἶτα, ἐπειδὴ ἐθεάϲαντο τοὺϲ περὶ τὸν Ἄϲιον ἐπιόνταϲ καὶ πεφευγόταϲ τοὺϲ Ἕλληναϲ, αὐτοὶ ἀίξαντεϲ πυλάων πρόϲθε μαχέϲθην (M 145). τὰ οὖν κεφαλαιωδῶϲ ἐκτιθέμενα προλαμβάνειν εἴωθε τὸ ϲυμπέραϲμα· τὰ δὲ ἀνάπτυξιν ἔχοντα πολλῶν εἰϲ τὴν ἀρχὴν ἀναδραμόντα οὕτω κάτειϲιν ἐπὶ τὸ τέλοϲ.

    [*](B f.  162b ad πεπλήγετο.)

    162. ἀδύνατον τοῦτο ἐπὶ ὡπλιϲμένου· ἐϲτι δὲ μόνον τῆϲ λύπηϲ δηλωτικόν, ὡϲ ἐντὸϲ ὀχλήματι γενόμενον.

    [*](B⟩ f. 162b ad ἄλλῃϲι. L. f. 258a. Lp f. 202a c. l. ἄλλοι δ᾿ ἀμφ ἄλλῃϲιν)

    175—81 sqq. ἀθετεῖ Ἀρίϲταρχοϲ, πρῶτον μὲν διὰ τὸ πύλαϲ ἄλλαϲ ὀνομάζεϲθαι· ἀρέϲκει γὰρ αὐτῷ μίαν εἶναι· εἶτα διὰ τὸ ἀργαλέον δέ με ταῦτα· φηϲὶ γὰρ ὅτι καὶ μὴν ἔφραϲε τὴν τειχομαχίαν. εἶτα καὶ διὰ τὸ Λαπίθαι· οὐ γὰρ δεῖ e δὴ corr. B, φηϲὶ, καὶ om. L. τοὺϲ πατέραϲ καὶ τοὺϲ υἱοὺϲ Λαπίθαϲ καλεῖν. Πῖοϲ δὲ ἀπολογούμενοϲ πρὸϲ τὰϲ ἀθετήϲειϲ Ἀριϲτάρχου ταῦτά φηϲιν, ὅτι Ἄϲιοϲ μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ αὐτὸν περὶ τὰϲ μικρὰϲ [*](2 ἐπαναδραμόντεϲ B, ἐπαναδραμόντα L corr. Bkk. περὶ del. Kamm., p. 81 3 τούϲ τε ὄντοϲ (supra scrpt. ἔϲω) L pro παρώρμων Bkk. παρορμῶντεϲ coni. 4 αὐτοί Bkk; codd. αὐτοῦ ἔξω πάντεϲ L. 12 νοῦϲον om. B⟩ 13 ἠτίμηϲ᾿  L 15 ἐπεξίαϲι L. 16 λέοντα L. 20 ἀίξαντε L. 21 πρόϲθεν B⟩) [*](5 sqq. Cf. Porph. A 1, p. 1, 6.) [*](24. 25 Idem fere, sed peius traditum, Lp f. 202b (c. l. ὣ πεπλήγετα μηρώ): ἀδύνατον τοῦτο κτλ., ἔτι δὲ μόνον τῆς λύπης δηλωτικόν, ὡς ἐντὸϲ σχήματι γενόμενον.) [*](26 sqq. Rationes Aristarchi, quibus Pius obloquitur, melius schol. Ariston. v. 175 tradidit (cf. Lehrs, Ar. p. 125).)

    179
    πύλαϲ τῷ δὲ ἄλλαϲ μικρὰϲ εἶναι οὐδεὶϲ εὖ φρονῶν ἀντείποι· πῶϲ γὰρ τοϲοῦτον πλῆθοϲ ἐντὸϲ τῷ φεύγειν διὰ μιᾶϲ εἰϲῄει. τὸ δὲ ἀργαλέον δέ με ταῦτα πάνυ μετρίωϲ φηϲὶν εἰρῆϲθαι εἰρ. φηϲ. L· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον κατὰ λόγον Lp διεξιὼν καὶ τρόπουϲ τῶν ἀναιρέϲεων καὶ λόγουϲ τῶν ἀναιρούντων καὶ πιπτόντων καὶ ϲυμπτώματα τῆϲ τύχηϲ καὶ πολυμερῆ μάχην, εἰκότωϲ ἐνδείκνυται δυϲχερῆ τὴν τούτων διήγηϲιν. τὸ δὲ Λαπίθαι γελοιότατον γελοιότερον L.· πῶϲ γὰρ ἄλλωϲ ἦν ὀνομάϲαι corr. ex ὀνομᾶϲαι B τοὺϲ τῶν Λαπιθῶν υἱοὺϲ ἢ τῷ πατρικῷ ὀνόματ;

    200. ζητεῖται δὲ, πῶϲ ὁ Ζεὺϲ ἐπικρατεϲτέρουϲ θέλων ποιῆϲαι τοὺϲ[*](*B f. 163a. L f. 258a. Lp f. 202a. A.) Τρῶαϲ ϲημεῖον αὐτοῖϲ κωλυτικὸν ἐπιπέμπει· φηϲὶ γάρ ὄρνιϲ γάρ ϲφιν ἐπῆλθε περηϲέμεναι μεμαῶϲι. ῥητέον οὖν, ὅτι νίκην μὲν ἐβούλετο τοῖϲ Τρωϲίν, ἐξελεῖν δὲ τὸ δέοϲ τῶν Ἐλλήνων· οὐ γὰρ κατὰ προαίρεϲιν αὐτοὺϲ ἰδίαν ἐμίϲει, ἀλλὰ χαριζόμενοϲ Θέτιδι.

    253. πῶϲ οὐ λέγει ἀπ’ ἄλλων ὀρῶν τὴν τῶν ἀνέμων θύελλαν[*](Lp f. 203 c. l. ἀπ᾿  Ἰδαίων.) ἐξεγείρεϲθαι ἀλλ’ ἐκ τῶν Ἰδαίων; καὶ λέγομεν, ὡϲ διὰ τὸ ὑλικὸν πρωταίτιον. αἴτιον γὰρ καὶ ἀρχὴ τῶν ἀνέμων τὸ ὕδωρ· ἐπεὶ γοῦν καὶ ἡ Ἴδη πολυπίδακοϲ φαίνεται, εἰκότωϲ ἀπ᾿  αὐτῆϲ ἡ τῶν ἀνέμων θύελλα ἐξεγείρεται.