De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

μαρτυρία δʼ αὐτῶν τῆς ἐγκρατείας, ὅτι περιάπτοις μήτʼ ἐπῳδαῖς χρώμενοι διῆγον ἄνοσοι καὶ πρὸς μετρίαν ἰσχὺν εὔτονοι. πολλὰ γοῦν κατὰ τὰς ἱερουργίας ἀνεδέχοντο βάρη καὶ ὑπηρετήματα τῆς κοινῆς ἰσχύος μείζω. διῄρουν δὲ νύκτα μὲν εἰς ἐπι- τήρησιν οὐρανίων, ἐνίοτε δὲ καὶ ἁγιστείαν, ἡμέραν δὲ εἰς θεραπείαν τῶν θεῶν, καθʼ ἣν τρὶς ἢ τετρά- κις, κατὰ τὴν ἕω καὶ τὴν ἑσπέραν μεσουρανοῦντά τε τὸν ἥλιον καὶ πρὸς δύσιν καταφερόμενον, τού- τους ὑμνοῦντες· τὸν δὲ ἄλλον χρόνον πρὸς θεωρή- μασιν ἦσαν ἀριθμητικοῖς τε καὶ γεωμετρικοῖς, ἐκ- πονοῦντες ἀεί τι καὶ προσεξευρίσκοντες, συνόλως τε περὶ τὴν ἐμπειρίαν καταγιγνόμενοι. τὸ δʼ αὐτὸ καὶ ἐν ταῖς χειμερίοις ἐπετήδευον νυξί, φιλολογίᾳ προσαγρυπνοῦντες, ἅτε μήτε πορισμοῦ ποιούμενοι φροντίδα δεσπότου τε κακοῦ τῆς πολυτελείας ἐλευ- θεριάζοντες. ὁ μὲν δὴ πόνος ὁ ἄτρυτός τε καὶ διη- νεκὴς καρτερίαν ἀπομαρτυρεῖ τοῖς ἀνδράσι, τὸ δὲ ἀνεπιθύμητον ἐγκράτειαν· οἵ γε ἐν τοῖς ἀσεβεστάτοις ἐτίθεντο πλεῖν ἀπʼ Αἰγύπτου, διευλαβούμενοι ξενι- κὰς τρυφὰς καὶ ἐπιτηδεύματα· μόνοις γὰρ ὅσιον ἐδόκει τοῖς κατὰ τὰς βασιλικὰς χρείας ἀπηναγκα- σμένοις. πολύς δὲ καὶ τούτοις ἦν λόγος ἐμμεῖναι τοῖς πατρίοις· μικρὰ δʼ εἰ καταγνωσθεῖεν παραβαί- νοντες, ἀπηλαύνοντο. καὶ τὸ μὲν κατʼ ἀλήθειαν φιλοσοφοῦν ἔν τε τοῖς προφήταις ἦν καὶ ἱεροστο- λισταῖς καὶ ἱερογραμματεῦσιν, ἔτι δὲ ὡρολόγοις. τὸ δὲ λοιπὸν τῶν ἱερέων τε καὶ παστοφόρων καὶ νεω- κόρων πλῆθος καὶ ὑπουργῶν τοῖς θεοῖς καθαρεύει μὲν ὁμοίως, οὔτι γε μὴν μετʼ ἀκριβείας καὶ ἐγκρα- τείας τοσῆσδε.

τοιαῦτα μὲν τὰ κατʼ Αἰγυπτίους ὑπʼ ἀνδρὸς

168
φιλαλήθους τε καὶ ἀκριβοῦς ἔν τε τοῖς στωικοῖς πραγματικώτατα φιλοσοφήσαντος μεμαρτυρημένα:

ἀπὸ δὲ ταύτης ὁρμώμενοι τῆς ἀσκήσεως καὶ τῆς πρὸς τὸ θεῖον οἰκειώσεως ἔγνωσαν ὡς οὐ διʼ ἀν- θρώπου μόνου τὸ θεῖον διῆλθεν, οὔτε ψυχὴ ἐν μό- νῳ ἀνθρώπῳ ἐπὶ γῆς κατεσκήνωσεν, ἀλλὰ σχεδὸν ἡ αὐτὴ διὰ πάντων διῆλθεν τῶν ζῴων. διʼ ὃ εἰς τὴν θεοποιίαν παρέλαβον πᾶν ζῷον καὶ ὁμοίως που ἀνέμιξαν θηρία καὶ ἀνθρώπους καὶ πάλιν ὀρ- νέων σώματα καὶ ἀνθρώπων· εἴκασται γὰρ παρʼ αὐτοῖς τις μέχρι τραχήλου ἀνθρωποειδής, τὸ δὲ πρόσωπον ὀρνέου ἢ λέοντος ἢ ἄλλου τινὸς ζῴου κεκτημένος· καὶ πάλιν αὖ κεφαλὴ ἀνθρώπειος καὶ ἄλλων τινῶν ζῴων μέρη, πῇ μὲν ὑποκείμενα, πῇ δὲ ἐπικείμενα. διʼ ὧν δηλοῦσιν ὅτι κατὰ γνώμην θεῶν καὶ ταῦτα ἀλλήλοις κοινωνεῖ, καὶ σύντροφα ἡμῖν καὶ τιθασά ἐστιν τῶν θηρίων τὰ ἄγρια οὐκ ἄνευ τινὸς θείας βουλήσεως. ὅθεν καὶ ὁ λέων ὡς θεὸς θρησκεύεται, καὶ μέρος τι τῆς Αἰγύπτου, ὃ καλοῦσι νομόν, ἐπώνυμον ἔχει Λεοντοπολίτην, ἄλλο δὲ Βουσιρίτην, ἄλλο Λυκοπολίτην. τὴν γὰρ ἐπὶ πάντα δύναμιν τοῦ θεοῦ διὰ τῶν συννόμων ζῴων ὧν ἕκαστος τῶν θεῶν παρέσχεν ἐθρήσκευσαν. ὕδωρ δὲ καὶ πῦρ σέβονται μάλιστα τῶν στοιχείων, ὡς ταῦτα αἰτιώτατα τῆς σωτηρίας ἡμῶν, καὶ ταῦτα δει- κνύντες ἐν τοῖς ἱεροῖς, ὥς που ἔτι καὶ νῦν ἐν τῇ ἀνοίξει τοῦ ἁγίου Σαράπιδος ἡ θεραπεία διὰ πυρὸς καὶ ὕδατος γίνεται, λείβοντος τοῦ ὑμνῳδοῦ τὸ ὕδωρ καὶ τὸ πῦρ φαίνοντος, ὁπηνίκα ἑστὼς ἐπὶ τοῦ οὐδοῦ τῇ πατρίῳ τῶν Αἰγυπτίων φωνῇ ἐγείρει τὸν θεόν. ταῦτʼ οὖν σέβονται τὰ μέτοχα καὶ μάλιστα πλέον τούτων ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μετ-

169
έχοντα· μετὰ ταῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβονται κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα κάεται. ὁ δὲ μετʼ ὀλίγον φάγοι ἂν τὰ ἴδια αὐτῷ ὡς ἀνθρώ- πῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου· ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων. ἔτι δʼ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώ- πων, ὡς Ἡλίῳ ἱέρακα, σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύματος, οἰκτείροντα δὲ καὶ ἄνθρωπον καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ γῆν τε ἐπαμώμενον εἰς τοὺς ὀφθαλμούς, ἐν οἷς τὸ ἡλιακὸν κατοικεῖν πεπιστεύκασι φῶς, καὶ ζῆν μὲν ἐπὶ πλείονα ἔτη κατειληφότες, μετὰ δὲ τὸν βίον ἰσχὺν ἔχειν μαν- τικὴν καὶ εἶναι λογικώτατον ἀπολυθέντα τοῦ σώ- ματος καὶ προγνωστικώτατον, τελεῖν τε ἀγάλματα καὶ ναοὺς κινεῖν. κάνθαρον δὲ ἀμαθὴς μὲν βδε- λυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύ- πτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάν- θαρος γὰρ πᾶς ἄρρην καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλ- ματι καὶ ποιήσας σφαιροειδῆ τοῖς ὀπισθίοις ἀντανα- φέρει ποσὶν ὡς ἥλιος οὐρανόν, καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν. οὕτως δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσι καὶ ἄλλο τι περὶ κροκοδείλου, περί τε γυπὸς καὶ ἴβεως καὶ ὅλως καθʼ ἕκαστον τῶν ζῴων, ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων. ἀμαθὴς δὲ ἄνθρωπος οὐδὲ αὐτὸ τοῦτο ὑπώπτευσεν, ὅπως οὐ τῇ κοινῇ φορᾷ καὶ μηδὲν γινωσκούσῃ παρηνέχθησαν δηλον- ότι καὶ αὐτοὶ διʼ ἀμαθίας ὁδεύσαντες, ὑπερβάντες δὲ τὴν τῶν πολλῶν ἄγνοιαν, ᾗ πρώτῃ πᾶς ἐντυγ- χάνει, τὰ τοῖς πολλοῖς οὐδενὸς ἄξια αὐτοὶ εἰς σέβας
170
0. κατηξίωσαν.

προσγέγονε δʼ αὐτοῖς οὐχ ἧττον τῶν εἰρημένων κἀκεῖνο εἰς πίστιν τοῦ σεβάσματος καὶ τὰ ζῷα. τὴν γὰρ ψυχὴν ἀπολυθεῖσαν τοῦ σώματος κατέλαβον παντὸς ζῴου λογικήν τε οὖσαν καὶ προ- γνωστικὴν τοῦ μέλλοντος καὶ χρηματιστικὴν δραστν- κήν τε πάντων, ὧν καὶ ἄνθρωπος ἀπολυθείς. διʼ ὃ εἰκότως ἐτίμησαν καὶ ὡς οἷόν τέ ἐστιν ἀπέσχοντο αὐτῶν. πολλοῦ δὲ ὄντος λόγου διʼ ἣν αἰτίαν διὰ τῶν ζῴων οἱ Αἰγύπτιοι τοὺς θεοὺς ἐσέφθησαν καὶ μείζονος τῆς παρούσης πραγματείας, ἀρκεῖ τὰ δε- δηλωμένα περὶ αὐτῶν. ἐκεῖνο μέντοι οὐ παραπεμ- πτέον, ὅτι τοὺς ἀποθανόντας τῶν εὖ γεγονότων ὅταν ταριχεύωσιν, ἰδίᾳ τὴν κοιλίαν ἐξελόντες καὶ εἰς κιβωτὸν ἐνθέντες, μετὰ τῶν ἄλλων ὧν διαπράτ- τονται ὑπὲρ τοῦ νεκροῦ, καὶ τὴν κιβωτὸν κρατοῦν- τες πρὸς τὸν ἤλιον μαρτύρονται; ἑνὸς τῶν ὑπὲρ τοῦ νεκροῦ ποιουμένου λόγον τῶν ταριχευτῶν. ἔστι δὲ καὶ ὁ λόγος, ὃν ἡρμήνευσεν Ἔκφαντος ἐκ τῆς πατρίου διαλέκτου, τοιοῦτος “ὦ δέσποτα ἥλιε καὶ θεοὶ πάντες οἱ τὴν ζωὴν τοῖς ἀνθρώποις δόντες, προσδέξασθέ με καὶ παράδοτε τοῖς ἀιδίοις θεοῖς σύν- οικον. ἐγὼ γὰρ τοὺς θεούς, οὓς οἱ γονεῖς μοι παρέδειξαν, εὐσεβῶν διετέλουν ὅσον χρόνον ἐν τῷ ἐκείνων αἰῶνι τὸν βίον εἶχον, τούς τε τὸ σῶμιά μου γεννήσαντας ἐτίμων ἀεί· τῶν τε ἄλλων ἀνθρώπων οὐδένα οὔτε ἀπέκτεινα οὔτε παρακαταθήκην ἀπε- στέρησα οὔτε ἄλλο οὐδὲν ἀνήκεστον διεπραξάμην. εἰ δέ τι ἄρα κατὰ τὸν ἐμαυτοῦ βίον ἥμαρτον ἢ φα- γὼν ἢ πιὼν ὧν μὴ θεμιτὸν ἦν, οὐ διʼ ἐμαυτὸν ἥμαρτον, ἀλλὰ διὰ ταῦτα” δείξας τὴν κιβωτόν, ἐν ἡ γαστὴρ ἦν. καὶ ταῦτα εἰπὼν εἰς τὸν ποταμὸν ἀφίησι, τὸ δὲ ἄλλο σῶμα ὡς καθαρὸν ταριχεύει.

171
οὕτως ἀπολογίας δεῖσθαι ᾠήθησαν πρὸς τὸ θεῖον ὑπὲρ ὧν ἔφαγον καὶ ἔπιον, καὶ διὰ ταῦτα ὑβρίσαι.

τῶν δὲ γινωσκομένων ἡμῖν Ἰουδαῖοι, πρὶν ὑπʼ Ἀν- τιόχου τὸ πρότερον τὰ ἀνήκεστα παθεῖν εἰς τὰ νό- μιμα τὰ ἑαυτῶν, ὑπό τε Ῥωμαίων ὕστερον, ὅτε καὶ τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἑάλω καὶ πᾶσι βατὸν γέγονεν οἷς ἄβατον ἦν, αὐτή τε ἡ πόλις διεφθάρη, διετέλουν πολλῶν μὲν ἀπεχόμενοι ζῴων, ἰδίως δὲ ἔτι καὶ νῦν τῶν χοιρίων. τῶν δὲ παρʼ αὐτοῖς φιλοσο- φιῶν τριτταὶ ἰδέαι ἦσαν, καὶ τῆς μὲν προΐσταντο Φαρισαῖοι, τῆς δὲ Σαδδουοκαῖοι, τῆς δὲ τρίτης, ἣ καὶ ἐδόκει σεμνοτάτη εἶναι, Ἐσσαῖοι. οἱ οὖν τρίτοι τοιοῦτον ἐποιοῦντο τὸ πολίτευμα, ὡς πολλαχοῦ Ἰώ- σηπος τῶν πραγματειῶν ἀνέγραψεν, καὶ γὰρ ἐν τῷ δευτέρῳ τῆς Ἰουδαῖκῆς ἱστορίας, ἣν διʼ ἑπτὰ βι- βλίων συνεπλήρωσεν, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας, ἣν διὰ εἴκοσι βιβλίων ἐπραγματεύ- σατο, καὶ ἐν τῷ δευτέρῳ τῷ πρὸς τοὺς Ἓλληνας, εἰσὶ δὲ δύο τὰ βιβλία. εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰου- δαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων πλεον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφον- ται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑπο- πίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρʼ αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμ- βάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν γυναικῶν ἀσελγείας φυλαττόμενοι· κατα- φρονηταὶ δὲ πλούτου, καὶ θαυμάσιον παρʼ αὐτοῖς τὸ κοινωνικόν, οὐδʼ ἔστιν εὑρεῖν κτήσει τινὰ παρʼ αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόν- τας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι

172
μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθʼ ὑπεροχὴν πλούτου, τῶν δʼ ἑκάστου κτημάτων ἀναμεμιγμιένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλιφῇ τις ἄκων, σμή- χεται τὸ σῶμα· τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται, λευχειμονεῖν τε διὰ παντός. χειροτονητοὶ δὲ οἱ τῶν κοινῶν ἐπιμεληταί, καὶ αἱρετοὶ πρὸς ἀπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δὲ οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλʼ ἐν ἑκάστῃ κατοικοῦσι πολλοί. καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρʼ αὐτοῖς, παὶ οἱ πρῶτον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις. διʼ ὃ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν ἀναλωμάτων ἕνε- κα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσι πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδʼ ἀγοράζουσίν τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὸ παρʼ ἑαυτοῦ τὸ παρʼ ἐκείνου χρήσιμον ἀντικομίζεται. καὶ χωρὶς δὲ τῆς ἀντιδόσεως ἀκώλυτος ἡ μετάληψις αὐτοῖς παρʼ ὧν ἂν ἐθέλωσιν.

πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἣλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχάς, ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἅς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφίενται, καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως ἔπειτα πάλιν εἰς ἕν ἀθροίζονται χωρίον, ζωσάμενοί τε σκε- πάσμασι λινοῖς οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι, καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν· αὐτοί τε καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθισάντων δὲ μεθʼ ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθη- σιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέ-

173
σματος ἑκάστῳ. προκατεύχεται δʼ ὁ ἱερεὺς τῆς τρο- φῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δʼ ἐπεύ- χεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεόν. ἔπειθʼ ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπʼ ἔργα μέχρι δείλης τρέπονται. δειπνοῦσι δʼ ὑποστρέψαντες ὁμοίως, συγκαθεζομένων τῶν ξέ- νων, εἰ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει, τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαί- νεται. τούτου δʼ σἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ με- τρεῖσθαι παρʼ αὐτοῖς τροφὴν καὶ ποτὸν μέχρι κόρου. τῷ δὲ ζηλοῦντι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλʼ ἐπʼ ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθεν- ται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβά- νει, παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ φανεὶς ἄξιος οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται·

πρὶν δὲ τῆς κοινῆς ἅψα- σθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις, πρῶ- τον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώ- πους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτʼ ἐξ ἐπιτάγματος, μισήσειν δὲ ἀεὶ τοὺς ἀδί- κους καὶ συναγωνιεῖσθαι τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ περιγίνεσθαί τινι τὸ ἄρχειν. κἂν αὐ- τὸς ἄρχῃ, μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν, μηδὲ ἐσθῆτι ἢ τινι πλείονι κόσμῳ τοὺς ὑποτεταγμέ-

174
νους ὑπερλαμπρύνεσθαι, τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὲ καὶ τοὺς ψευδομένους προβάλλεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθʼ ἑτέροις αὐτῶν τι μηνύσειν, κἂν μέχρι θανάτόυ τις βιάζηται. πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμιά- των ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃ- στείας, καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέλων ὀνόματα. τοιοῦ- τοι μὲν οἱ ὅρκοι· οἱ δʼ ἁλόντες καὶ οἱ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφαγοῦντες δὲ καὶ λιμῷ τὸ σῶμα διαφθειρόμενοι ἀπόλλυνται. διʼ ὃ δὴ πολ- λοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρ- τήμασι τὴν μέχρι θανάτου βάσανον. τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον, περικαλύψαντές τε θοἱματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ θεοῦ. τοσαύτη δʼ ἐστὶν αὐ- τῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ὀλιγότης, ὡς τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώ- θασιν εἰς ὕμνους τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν. ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίηνται τὴν καρ- τερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζόμενοι καὶ καό- μενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵνʼ ἢ βλασφημήσωσι τὸν νομοθέτην ἢ φά- γωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. διέ- δειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, ἐπεὶ [*](23. τῷ παρʼ αὐτοῖς σαββάτῳ.)
175
οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δακρῦσαι ὑπο- μένουσι, μειδιῶντες δʼ ἐν ταῖς ἀλγηδόσι καὶ κατειρω- νευόμενοι τῶν τὰς βασάνους προσφερόντων εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρʼ αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν, καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυ- σικῇ κατασπωμένας· ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δουλείας ἀπηλλαγμέ- νας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. ἀπὸ δὴ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοί, οἵ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἄν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι. σπάνιον δέ, εἴ ποτε ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσι. τοιοῦτο μὲν τὸ τῶν Ἐσ- σαίων παρὰ τοῖς Ἰουδαίοις τάγμα.

πᾶσί γε μὴν ἀπη- γόρευτο ὑὸς ἐσθίειν ἢ ἰχθύων τῶν ἀφολιδώτων, ἃ σελάχια καλοῦσιν Ἕλληνες, τι τῶν μωνύχων ζῴων. ἀπηγόρευτο δὲ καὶ μηδὲ τὰ ἱκετεύοντα καὶ οἷον προσ- φεύγοντα ταῖς οἰκίαις ἀναιρεῖν, οὐχ ὅτι μὴ ἐσθίειν. οὐδὲ νεοττοῖς ἐπέτρεψεν ὁ νομοθέτης τοὺς γονέας συν- εξαιρεῖν, φείδεσθαι δὲ κελεύει κἀν τῇ πολεμίᾳ τῶν συνεργαζομένων ζῴων καὶ μὴ φονεύειν. καὶ οὐκ ἐφο- βήθη μὴ πληθῦναν τὸ γένος τῶν μὴ θυομένων ζῴων λιμὸν ἐργάσηται τοῖς ἀνθρώποις· ᾔδει γὰρ πρῶτον μὲν ὅτι τὰ πολύτοκα ὀλιγοχρόνια, ἔπειτα ὡς πολὺ τὸ ἀπολλύμενον, ὅταν μὴ τύχῃ τῆς ἐξ ἀνθρώπων ἐπι- μελείας, καὶ μὴν καὶ ὅτι ἔστιν ἄλλα ζῷα, ἃ τῷ πλη- [*](2.μεγαλοφρονοῦντες, ὑποκρινόμιενοι· νῦν δὲ προσποιούμενοι. 14. ὅτι ἐκ τῆς ἀρίστης διαγωγῆς τὸ προφητεύειν.)

176
θύνοντι ἐπιτίθεται. τεκμήριον δέ, ὅτι πολλῶν ἀπε- χόμεθα, οἷον σαυρῶν, σκωλήκων, μυῶν, ὄφεων, κυ- νῶν, καὶ ὅμως οὐ δέος μὴ ἐκ τῆς ἀποχῆς λιμώττον- τες διαφθαρῶμεν πληθυνόντων. ἔπειτα οὐ ταὐτὸν τὸ ἐσθίειν τῷ φονεύειν, ἐπεὶ καὶ τούτων ἀναιροῦν- τες τὰ πολλὰ οὐδενὸς ἔτι γευόμεθα.