De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

Πρὸς μὲν ἁπάσας σχεδὸν τὰς σκήψεις τῶν τῇ μὲν ἀληθείᾳ ἀκρασίας ἕνεκα καὶ ἀκολασίας τὴν σαρκοφαγίαν προσεμένων, ἀπολογίας δὲ αὐτοῖς ἀναι- σχύντους πεπορικότων τὰς ἐκ τῆς ἐνδείας, ἣν πλέον ἢ χρῆν τῇ φύσει προσάπτουσι, διὰ τῶν εἰρημένων, ὦ Καστρίκιε, ἀπηντήσαμεν. λειπομένων δʼ ἔτι μερι- κῶν ζητήσεων, ὧν μάλιστα ἡ τοῦ συμφέροντος ἐπαγ- γελία ἐξαπατᾶ τούς ὑπὸ τῶν ἡδονῶν δεδεκασμένους, καὶ μὴν καὶ τῆς μαρτυρίας τοῦ μηδὲν μήτε τῶν σο- φῶν μήτε τι ἔθνος παραιτήσασθαι τὴν βρῶσιν ἱκα- νῶς εἰς μέγεθος τῆς ἀδικίας τούς ἀκούοντας προα- γούσης ὑπʼ ἀπειρίας τῆς ἀληθινῆς ἱστορίας, τὸν ἔλεγχον τούτων ποιεῖσθαι μέλλοντες, τὰς περὶ τοῦ συμφέροντος καὶ τῶν ἄλλων ζητημάτων λύσεις ἐκ- βαλεῖν πειρασόμεθα.

ἀρξώμεθα δʼ ἀπὸ τῆς κατὰ ἔθνη τινῶν ἀποχῆς, ὧν ἡγήσονται τοῦ λόγου οἱ Ἕλληνες, ὡς ἂν τῶν μαρτυρούντων ὄντες οἰκειό- τατοι. τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν καὶ ὁ περιπατη- τικὸς Δικαίαρχος, ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλά- δος ἀφηγούμενος, τούς παλαιοὺς καὶ ἐγγύς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς χρυσοῦν γένος νομίζε- σθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλους καὶ φαυλοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμι- ψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παριστάντας χρυ- σοῦν μὲν ἐπονομάζειν γένος, ἐσθλὰ δὲ πάντα, λέγειν,

158
  • τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
  • αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐθε-
  • λημοὶ
  • ἥσυχοι ἔργʼ ἐνέμοντο σύν ἐσθλοῖσιν πολέεσσιν.
  • ἃ δὴ καὶ ἐξηγούμενος ὁ Δικαίαρχος τὸν ἐπὶ Κρόνου βίον τοιοῦτον εἶναι φησίν· εἰ δεῖ λαμβάνειν μὲν αὐτὸν ὡς γεγονότα καὶ μὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας, εἰς τὸ διὰ τοῦ λόγου φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ πάντα ἐφύετο· εἰκότως. οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθʼ ἑτέραν μηδεμίαν ἀπλῶς. τὸ δʼ αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νοσεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν περιττώματα, ὧν διὰ παυτὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφήν, ἀλλ᾿ ἧς ἡ φύσις ἰσχυροτέρα, προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλʼ ὡς τὰ πολλὰ τὴν ἐλάττω τῇς ἱκανῆς διὰ τὴν σπάνιν. ἀλλὰ μην οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους. ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρ- χεν, ὑπὲρ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνεστή- σατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέβαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγά- λων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκό- τως ἐκεῖνος ὁ βίος ἐγίγνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα
    159
    εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς εἰσῆλθεν βίος, καθʼ ὅν περιττοτέραν ἤδη κτῆσιν προσπεριεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαν- τες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κα- κοῦργα καὶ χαλεπά· καὶ οὕτω δὴ τὰ μὲν ἐτιθάσευ- σαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα ἐν τῷ αὐτῷ βίῳ συνεισῆλθε πόλεμος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλʼ οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἱ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποιοῦντο, ἀθροιζό- μενοί τε καὶ παρακαλοῦντες ἀλλήλους, οἱ δʼ ἐπὶ τὸ διαφυλάξαι. προϊόντος δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δο- κούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶ- δος. ταυτὶ μὲν Δικαιάρχου τὰ παλαιὰ τῶν Ἑλλη- νικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμέ- νου τῶν παλαιοτάτων, ὄν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συνεπλήρου. διʼ ὃ πό- λεμος οὐκ ἦν, ὡς ἂν ἀδικίας ἐξεληλαμένης· συνεισ- ῆλθεν δὲ ὕστερον καὶ πόλεμος καὶ εἰς ἀλλήλους πλεονεξία ἅμα τῇ τῶν ζῴων ἀδικίᾳ. ὃ καὶ θαυμα- στὸν τῶν τολμησάντων τὴν ἀποχὴν τῶν ζῴων ἀδι- κίας μητέρα εἰπεῖν, τῆς ἱστορίας καὶ τῆς πείρας ἅμα τῷ φόνῳ αὐτῶν τρυφήν τε καὶ πόλεμον καὶ ἀδικίαν συνεισελθεῖν μηνυούσης.

    ὃ δὴ καὶ ὕστερον Λυ- κοῦργον τὸν Λακεδαιμόνιον συνιδόντα, καίπερ κε- κρατηκότος τοῦ γεύεσθαι ἐμψύχων, οὕτως τὴν πο- λιτείαν συντάξαι, ὡς ἥκιστα τῆς ἐκ τούτων τροφῆς δεῖσθαι. τὸν γὰρ κλῆρον ἑκάστων οὐκ ἐν ἀγέλαις βοῶν καὶ προβάτων αἰγῶν τε καὶ ἵππων ἡ χρημά- των περιουσίᾳ ἀφορίσαι, ἀλλʼ ἐν γῆς κτήσει φερού- σης ἀποφορὰν ἀνδρὶ ἑβδομήκοντα κριθῶν μεδίμνους,

    160
    γυναικὶ δὲ δώδεκα, καὶ τῶν ὑγρῶν καρπῶν ἀναλό- γως τὸ πλῆθος. ἀρκέσειν γὰρ ᾤετο τοσοῦτον τρο- φῆς πρὸς εὐεξίαν καὶ ὑγείαν ἱκανήν, ἄλλου μηδε- νὸς δεησομένοις. ὅθεν καὶ φασὶν ὡς ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην ὁρῶν τὴν γῆν καὶ τὰς ἅλωνας παραλ- λήλους καὶ ὁμιαλεῖς, ἐμειδίασέν τε καὶ εἶπε πρὸς τούς παρόντας, ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων. τοιγὰρ οὖν ἐξῆν αὐτῷ τρυφὴν ἐξελάσαντι τῆς Σπόρτης ἀκυρῶσαι πᾶν νόμισμα χρυσοῦν καὶ ἀργυροῦν, μόνῳ δὲ χρῆσθαι τῷ σιδηρῷ, καὶ τούτῳ ἀπὸ πολλοῦ σταθ- μοῦ καὶ ὄγκου δύναμιν ὀλίγην ἔχοντι· ὥστε δέκα μνῶν ἀμοιβὴν ἀποθήκης μεγάλης ἐν οἰκίᾳ δεῖσθαι καὶ ζεύγους ἄγοντος. οὐ κυρωθέντος ἐξέπεσεν ἀδικημάτων γένη πολλὰ τῆς Λακεδαίμονος. τίς γὰρ ἢ κλέπτειν ἔμελλεν ἢ δωροδοκεῖν ἢ ἀποστερεῖν ἢ ἁρπάζειν ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κεκτῆσθαι ζἢλωτόν, ἀλλὰ μηδὲ κατακόψαι λυσιτελές; ἔμελλον δὲ καὶ τέχναι ἄχρηστοι ἐξελαθήσεσθαι σύν τούτοις, διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων. τὸ γὰρ σιδηροῦν ἀγώγιμον οὐκ ἦν πρὸς τούς ἄλλους Ἕλλη- νας οὐδὲ εἶχε τιμὴν καταγελώμενον, ὥστε οὐδὲ πρίασθαί τι τῶν ξενικῶν καὶ ῥωπικῶν ὑπῆρχεν, οὐδὲ εἰσέπλει φόρτος ἐμπορικὸς εἰς τούς λιμένας, οὐδʼ ἐπέβαινε τῆς Λακωνικῆς οὐ σοφιστὴς λόγων, οὐ μάντις ἀγυρτικός, οὐχ ἑταιρῶν τροφεύς, οὐ χρυ- σῶν τις, οὐ χαλκῶν καλλωπισμάτων δημιουργός, [*](24. οὐδενὸς ἀξίων. ῥῶπος γὰρ ὁ παντοδαπὸς ἢ καὶ ὁ λε- πτὸς φόρτος, ἀλλὰ καὶ μῖγμα χρώματος ἐξ οὑ καὶ ῥω- ποπώλης ὁ ταῦτα πιπράσκων.)
    161
    ἅτε δὴ νομίσμιατος οὐκ ὄντος. ἀλλʼ οὕτως ἀπερη- μωθεῖσα κατὰ μικρὸν ἡ τρυφὴ τῶν ζωπυρούντων καὶ τρεφόντων αὐτὴ διʼ ἑαυτῆς ἐμαραίνετο· καὶ πλέον οὐδὲν ἦν τοῖς πολλὰ κεκτημένοις ὀδὸν οὐκ ἐχούσης εἰς μέσον τῆς εὐπορίας, ἀλλʼ ἐγκατῳκοδο- μμεημένης καὶ ἀργούσης. διʼ ὅ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεζαι, βέλτιστα παρʼ αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων, ὡς φησὶ Κριτίας, ὁ Λακωνικὸς εὐδο- κίμει μάλιστα πρὸς τὰς στρατείας. τὰ γὰρ ἀναγ- καίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπεκρύπτετο τῇ χρόᾳ, καὶ τοῦ θολεροῦ προσ- κόπτοντος καὶ προσισχομένου τοῖς ἄμβωσι, καθα- ρώτερον ἐπλησίαζε τῷ στόματι τὸ πινόμενον. αἴτιος δὲ καὶ τούτων ὁ νομοθέτης, ὡς φησὶν ὁ Πλούταρ- χος. ἀπηλλαγμένοι γὰρ οἱ δημιουργοὶ τῶν ἀχρή- στων ἐν τοῖς ἀναγκαίοις ἐπεδείκνυντο τὴν καλλιτε- χνίαν.

    ἔτι δὲ μᾶλλον ἐπιθέσθαι τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὸ τρίτον πολίτευμα καὶ κάλλιστον ἐπῆγεν, τὴν τῶν συσσι- τίων κατασκευήν, ὥστε δειπνεῖν μετʼ ἀλλήλων συν- ιόντας ἐπὶ κοινοῖς καὶ τεταγμένοις ὄψοις καὶ σιτίοις, οἴκοι δὲ μὴ διαιτᾶσθαι κατακλίναντας εἰς στρωμνὰς πολυτελεῖς καὶ τραπέζας, χερσὶν δημιουργῶν καὶ μαγείρων ὑπὸ σκότος, ὥσπερ ἀδηφάγα ζῷα, πιαι- νομένους καὶ διαφθείροντας ἅμα τοῖς ἤθεσι τὰ σώ- ματα πρὸς πᾶσαν ἐπιθυμίαν ἀνειμένα καὶ πλησμο- νήν, μακρῶν μὲν ὕπνων, θερμῶν δὲ λουτρῶν, πολλῆς δὲ ἡσυχίας· καὶ τρόπον τινὰ νοσηλείας καθη- μερινῆς δεομένην. μέγα μὲν οὖν καὶ τοῦτο ἦν, μεῖζον δὲ τούτου τὸ τὸν πλοῦτον ἄζηλον, ὡς φησὶν Θεόφραστος, καὶ ἄπλουτον ἀπεργάσασθαι τῇ κοινό-

    162
    τητι τῶν δείπνων καὶ τῇ περὶ τὴν δίαιταν εὐτελείᾳ. χρῆσις γὰρ οὐκ ἦν οὐδὲ ἀπόλαυσις οὐδὲ ὄψις ὅλως ἢ ἐπίδειφις τῆς πολλῆς παρασκευῆς, ἐπὶ τὸ αὐτὸ δεῖπνον τῷ πένητι τοῦ πλουσίου βαδίζοντος· ὥστε τοῦτο δὴ τὸ. θρυλλούμενον ἐν μόνῃ τῇ Σπτάρτῃ βλέπεσθαι τυ- φλὸν ὄντα τὸν Πλοῦτον καὶ κείμενον ὥσπερ γρα- φὴν ἄψυχον καὶ ἀκίνητον. οὐδὲ γὰρ οἴκοι προ- δειπνήσαντας ἐξῆν βαδίζειν ἐπὶ τὰ συσσίτια πεπλη- ρωμένους, ἀλλʼ ἐπιμελῶς οἱ λοιποὶ φυλάττοντες τὸν μὴ πίνοντα μηδὲ ἐσθίοντα μετʼ αὐτῶν ἐκάκιζον ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν μαλθακιζόμενον δίαι- ταν. διʼ ὃ καὶ φιδίτια προσηγόρευον ταῦτα, εἴτε ὡς φιλίας καὶ φιλοφροσύνης ὑπάρχοντα σἴτια, ἀντὶ τοῦ λάβδα τὸ δέλτα λαμβάνοντες, εἴτε ὡς πρὸς εὐ- τέλειαν καὶ φειδὼ συνεθιζόντων. συνήρχοντο δὲ ἀνὰ πεντεκαίδεκα καὶ βραχεῖ τούτων ἐλάττους ἢ, πλείους. ἔφερε δὲ ἕκαστος κατὰ μῆνα τῶν συσσί- των ἀλφίτων μέδιμνον, οἴνου χόας ὀκτώ, τυροῦ πέντε μνᾶς, σύκων ἡμίμνεα πέντε· πρὸς δὲ τούτοις, εἰς ὀψωνίαν μικρόν τι κομιδῇ νομίσματος.

    εἰκότως ἄρα οὕτω λιτῶς καὶ σωφρόνως δειπνούντων καὶ οἱ παῖδες ἐφοίτων εἰς τὰ συσσίτια ὥσπερ εἰς διδασκα- λεῖα σωφροσύνης ἀγόμενοι, καὶ λόγων ἠκροῶντο πολιτικῶν καὶ παιδευτὰς ἐλευθερίας ἑώρων, αὐτοί τε παίζειν εἰθίζοντο καὶ σκώπτειν ἄνευ βωμολοχίας καὶ σκωπτόμενοι μὴ δυσχεραίνειν. σφόδρα γὰρ ἐδό- κει καὶ τοῦτο Λακωνικὸν εἶναι, σκώμματος ἀνασχέ- σθαι· μὴ φέροντα δὲ ἐξῆν παραιτεῖσθαι, καὶ ὁ σκώπτων ἐπέπαυτο. τοιαύτη μὲν ἡ τῶν Λακεδαι- [*](25. σκώύμματος, κολακείας, γελωτοποιίας· εἴρηται δὲ ἀπὸ τοῦ λοχεῖν ἐν τοῖς βωμοῖς πρὸς τό τι ἀπὸ τῶν θυμάτων λαβεῖν.)

    163
    μιονίων περὶ τὴν δίαιταν λιτότης, καίπερ εἰς πλῆ- θος νενομοθετημένη. διʼ ὃ καὶ ἀνδρικώτεροι καὶ σωφρονέστεροι καὶ τοῦ ὀρθοῦ μᾶλλον φροντίζοντες οἱ ἐκ ταύτης τῆς πολιτείας ἀναβαίνοντες παραδέ- δονται τῶν ἐκ τῶν ἄλλων, διεφθαρμένων καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν· καὶ δῆλον ὡς τοιαύτῃ πο- λιτείᾳ οἰκεῖον τὸ τῆς ἀποχῆς τῆς παντελοῦς, ταῖς δὲ διεφθαρμέναις τὸ τῆς βρώσεως.

    μεταβάντι δὲ εἰς τὰ ἄλλα ἔθνη, ὅσα εὐνομίας τε καὶ ἡμερότητος τῆς τε πρὸς τὸ θεῖον εὐσεβείας ἐπεστράφη, φανερὸν ἔσται ὡς πρός τε τὴν σωτη- ρίαν τῶν πόλεων καὶ τὸ συμφέρον αὐταῖς εἰ καὶ μὴ ἐπὶ πάντας, ἀλλὰ γοῦν εἴς τινας τὸ τῆς ἀποχῆς προσ- ετέτακτο· οἱ δὲ ὑπὲρ τῆς πόλεως θύοντες τοῖς θεοῖς καὶ θεραπεύοντες ἀπεμειλίττοντο τὰς τῶν πολλῶν ἁμαρτίας. ὅπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἀφʼ ἑστίας λεγόμενος παῖς ἀντὶ πάντων τῶν μυουμένων ἀπο- μειλίσσεται τὸ θεῖον, ἀκριβῶς δρῶν τὰ προστεταγ- μένα, τοῦτο κατὰ τὰ ἔθνη καὶ τὰς πόλεις οἱ ἱερεῖς δύνανται ἀντὶ πάντων θύοντες καὶ τὸ θεῖον προσ- αγόμενοι διὰ τῆς εὐσεβείας εἰς τὴν σφῶν κηδεμο- νίαν. τοῖς τοίνυν ἱερεῦσι τοῖς μὲν τῶν ζῴων πάν- των, τοῖς δέ τινων πάντως προστέτακται ἀπέχεσθαι τῆς βορὰς, ἄν τε Ἑλληνικὸν ἔθος σκοπῇς ἄν τε βάρ- βαρον, καὶ μέντοι παρʼ ἄλλοις ἄλλως· ὥστ· τοὺς πανταχοῦ παραληφθέντας φαίνεσθαι πάντων ἀπε- χομένους, εἴ τις τούς πάντας ὡς ἕνα ὑπολάβοι. εἰ τοίνυν οἱ τῆς σωτηρίας τῶν πόλεων προεστῶτες καὶ τὴν εὐσέβειαν αὐτῶν τὴν πρὸς τούς θεούς πεπι- στευμέννοι τῶν ζῴων ἀπέχονται, πῶς ἄν τις τολμή- σειεν ὡς ἀσύμφορον ταῖς πόλεσι τὴν ἀποχὴν αἰτι- ᾶσθαι;

    τὰ γοῦν κατὰ τοὺς Αἰγυπτίους ἱερέας Χαι-

    164
    ρήμων ὁ στωικὸς ἀφηγούμενος, οὓς καὶ φιλοσόφους ὑπειλῆφθαί φησι παρʼ Αἰγυπτίοις, ἐξηγεῖται ὡς τό- πον μὲν ἐξελέξαντο ἐμφιλοσοφῆσαι τὰ ἱερά. πρός τε γὰρ τὴν ὅλην ὄρεξιν τῆς θεωρίας συγγενὲς ἦν παρὰ τοῖς ἐκείνων ἀφιδρύμασι διαιτᾶσθαι, παρεῖχέν τε αὐτοῖς ἀσφάλειαν μὲν ἐκ τοῦ θείου σεβασμοῦ καθάπερ τινὰ ἱερὰ ζῷα πάντων τιμώντων τούς φι- λοσόφους, ἠρεμαίοις δὲ εἶναι, ἅτε τῆς ἐπιμιξίας κατὰ τὰς πανηγύρεις καὶ τὰς ἑορτὰς συντελουμένης μόνον, τὸ δὲ λοιπὸν σχεδὸν ἀβάτων ὄντων τοῖς ἄλλοις τῶν ἱερῶν· ἁγνεύσαντας γὰρ ἔδει προσιέναι καὶ πολλῶν ἀποσχομένους. καὶ τοῦτο ὥσπερ κοινὸς τῶν κατʼ Αἴγυπτον ἱερῶν θεσμός ἐστιν. ἀπειπά- μενοι δὲ πᾶσαν τὴν ἄλλην ἐργασίαν καὶ πόνους ἀν- θρωπίνους, ἀπέδοσαν ὅλον τὸν βίον τῇ τῶν θείων θεωρίᾳ καὶ θεάσει, διὰ μὲν ταύτης τό τε τίμιον καὶ ἀσφαλὲς καὶ εὐσεβὲς ποριζόμενοι, διὰ δὲ τῆς θεωρίας τὴν ἐπιστήμην, διʼ ἀμφοῖν δὲ ἄσκησιν ἠθῶν κεκρυμ- μένην τινὰ καὶ ἀρχαιοπρεπῆ. τὸ γὰρ ἀεὶ συνεῖναι τῇ θείᾳ γνώσει καὶ ἐπιπνοίᾳ πάσης μὲν ἔξω τίθη- σιν πλεονεξίας, καταστέλλει δὲ τὰ πάθη, διεγείρει δὲ πρὸς σύνεσιν τὸν βίον. λιτότητα δὲ ἐπετήδευ- σαν καὶ καταστολὴν ἐγκράτειάν τε καὶ καρτερίαν τό τε ἐν παντὶ δίκαιον καὶ ἀπλεονέκτητον. σεμινοὺς δὲ αὐτούς παρεῖχεν καὶ τὸ δυσεπίμικτον, οἵ γε παρὰ μὲν αὐτὸν τῶν λεγομένων ἁγνειῶν τὸν καιρὸν οὐδὲ τοῖς συγγενεστάτοις καὶ ὁμοφύλοις ἐπεμίγνυντο σχε- δὸν οὐδὲ ἄλλων τῳ θεωρούμενοι, ὅτι μὴ πρὸς τὰς ἀναγκαίας συναγνεύουσι χρείας, ἢ ἁγνευτήρια τοῖς μὴ καθαρεύουσιν ἄδυτα καὶ πρὸς ἱερουργίας ἅγια κατανεμόμενοι. τὸν δὲ ἄλλον χρόνον ἁπλούστερον μὲν τοῖς ὁμοίοις ἐπεμίγνυντο, τῶν δὲ ἐξωτικῶν τῆς
    165
    θρησκείας οὐδενὶ συνεβίουν· ἐφαίνοντο δὲ ἀεὶ θεῶν ἢ ἀγαλμάτων ἐγγύς, ἤτοι φέροντες ἢ προηγούμενοι καὶ τάσσοντες μετὰ κόσμου τε καὶ σεμνότητος· ὧν ἕκαστον οὐ τῦφος ἦν, ἀλλά τινος ἔνδειξις φυσικοῦ λόγου. τὸ δὲ σεμνὸν κἀκ τοῦ καταστήματος ἑωρᾶτο. πορεία τε γὰρ ἦν εὔτακτος καὶ βλέμμα καθεστηκὸς ἐπετηδεύετο, ὡς ὅτε βουληθεῖεν μὴ σκαρδαμύττειν· γέλως δὲ σπάνιος· εἰ δέ που γένοιτο, μέχρι μειδιά- σεως· ἀεὶ δὲ ἐντὸς τοῦ σχήματος αἱ χεῖρες. καὶ σύμβολόν γε ἦν ἑκάστῳ τῆς τάξεως ἐμφαντικόν, ἣν ἔλαχεν ἐν τοῖς ἱεροῖς· πλείους γὰρ ἦσαν αἱ τάξεις. δίαιτα δὲ λιτὴ καὶ ἀφελής· οἴνου γὰρ οἱ μὲν οὐδʼ ὅλως, οἱ δὲ ὀλίγιστα ἐγεύοντο, νεύρων αἰτιώμενοι βλάβας καὶ πλήρωσιν κεφαλῆς ἐμπόδιον εἰς εὕρεσιν, ἀφροδισίων τε ἔφασαν αὐτὸν ὀρέξεις ἐπιφέρειν. ταύτῃ δὲ καὶ τῶν ἄλλων εὐλαβῶς εἶχον, ἄρτοις μὲν οὐδὲ ὅλως ἐν ταῖς ἁγνείαις χρώμενοι· εἰ δέ ποτε μὴ ἁγνεύοιεν, σὺν ὑσσώπῳ κόπτοντες ἤσθιον· τὸ πολὺ γὰρ αὐτοῦ τῆς δυνάμεως καθαιρεῖν ἔφασαν τὸν ὕσσωπον. ἐλαίου δʼ ἀπείχοντο μὲν ὡς τὸ πολύ, οἱ πλεῖστοι δὲ καὶ παντελῶς· εἰ δέ που μετὰ λαχά- νων χρήσαιντο, παντελῶς ὀλίγῳ καὶ ὅσον παρηγο- ρῆσαι τὴν αἴσθησιν.

    τῶν μὲν οὖν ἐκτὸς Αἰγύπτου γινομένων βρωμάτων τε καὶ ποτῶν οὐ θέμις ἦν ἅπτεσθαι. πολύς τις οὕτως τρυφῆς ἀπεκέκλειστο πόρος. τῶν δὲ κατʼ αὐτὴν τὴν Αἴγυπτον ἰχθύων τε ἀπείχοντο πάντων καὶ τετραπόδων ὅσα μώνυχα ἢ πολυσχιδῆ ἢ μὴ κερασφόρα· πτηνῶν δὲ ὅσα σαρ- κοφάγα· πολλοὶ δὲ καὶ καθάπαξ τῶν ἐμψύχων· καὶ ἔν γε ταῖς ἁγνείαις ἅπαντες, ὁπότε μηδʼ ᾠὸν προσ- ίεντο. καὶ μέντοι καὶ τῶν ἄλλων οὐκ ἀσυκοφάν- τητον ἐποιοῦντο παραίτησιν, οἷον τῶν βοῶν τὰς

    166
    θηλείας παρῃτοῦντο, τῶν δʼ ἀρρένων ὅσα δίδυμα κατάσπιλα ἢ ἑτερόχροα ἢ παραλλάσσοντα τῇ μορφῇ δεδαμασμένα, ὡς ἤδη καθωσιωμένα τοῖς πόνοις καὶ τιμωμένοις ἐμφερῆ, ἢ καθʼ ὅντινʼ οὖν οἷον ἀπεικασμὸν ἐξείη ἢ ἑτερόφθαλμα ἢ πρὸς ἀνθρωπείαν ἐμφέρειαν νεύοντα. μυρίαι δʼ ἄλλαι παρατηρήσεις τῆς περὶ αὐτὰ τέχνης τῶν καλουμένων μοσχοσφρα- γιστῶν ἄχρι συντάξεων προάγουσαι βιβλιακῶν. πε- ριεργότερον δʼ ἔτι περὶ τὰ πτηνά, οἷον τρυγόνα μὴ ἐσθίειν· ἱέραξ γάρ, ἔφασαν, πολλαχῇ τὸ ζῷον συλ- λαβὼν ἀφίησιν, μισθὸν ἀποδιδοὺς μίξεως σωτηρίαν. ὡς οὖν μὴ λάθοιεν τοιούτῳ περιπεσόντες, ἅπαν αὐ- τῶν περιίσταντο τὸ γένος. κοιναὶ μὲν δὴ θρησκεῖαέ τινες αὗται, κατὰ γένη δὲ τῶν ἱερέων διάφοροι, καὶ οἰκεῖαι καθʼ ἕκαστον θεόν· αἱ δὲ ἁγνεῖαι πάντων ἐκαθάρευον. ὁ δὲ χρόνος οὗτος, ὁπότε συντελεῖν τι τῶν περὶ τὴν ἱερὰν μέλλοιεν θρησκείαν, προ- λαμβάνων ἡμερῶν ἀριθμόν, οἱ μὲν δυεῖν καὶ τετ- ταράκοντα, οἱ δὲ τούτων πλείους, οἱ δὲ ἐλάσσους, οὐδέποτε μέντοι τῶν ἑπτὰ λειπομένας, παντὸς μὲν ἐμψύχου ἀπείχοντο, παντὸς δὲ λαχάνου τε καὶ ὀσπρίου, πρὸ δὲ πάντων ὁμιλίας γυναικείας· ἄρ- ρενος μὲν γὰρ οὐδὲ τὸν ἄλλον χρόνον μετεῖχον. τρὶς δὲ τῆς ἡμέρας ἀπελούοντο ψυχρῷ, ἀπό τε κοί- της καὶ πρὸ ἀρίστου καὶ πρὸς ὕπνον. εἰ δέ ποτε συμβαίη καὶ ὀνειρώττειν, παραχρῆμα ἀπεκάθαιρον λουτρῷ τὸ σῶμα. ψυχρῷ μὲν οὖν καὶ κατὰ τὸν ἄλλον ἐχρῶντο βίον, οὐ μὴν οὑτωσὶ πλεονάζοντι. κοίτη δὲ αὐτοῖς ἐκ τῶν σπαδίκων τοῦ φοίνικος, ἃς καλοῦσι βάις, ἐπέπλεκτο· ξύλινον δὲ ἡμικυλίνδριον εὖ λελεασμένον ὑπόθημα τῆς κεφαλῆς· ἤσκουν δὲ δίψαν καὶ πεῖναν καὶ ὀλιγοσιτίαν παρὰ πάντα τὸν
    167
    βίον.