De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

οἱ γὰρ δὴ πρὸς τὰ ἐκ τῶν ἐθνῶν ἡμῖν παρα- τεθέντα νόμιμα ἀντιπαράγοντες Νομάδας ἢ Τρωγλο- δύτας ἢ Ἰχθυοφάγους ἀγνοοῦσιν ὡς διʼ ἀνάγκην, τῆς χώρας ἀκάρπου οὔσης ἐπὶ τοσοῦτον ὡς μηδὲ βοτάνας φέρειν, θῖνας δὲ μόνον καὶ ψάμμον, ἐπὶ τοῦτο περι- έστησαν τῆς τροφῆς τὸ ἀναγκαῖον. τεκμηριοῖ δὲ τὸ τῆς ἀνάγκης τὸ μηδὲ τῷ πυρὶ χρἦσθαι δύνασθαι ἀπο- ρίᾳ καυσίμου ὕλης, ἐπὶ δὲ τῶν πετρῶν ἀφαυαίνειν ἢ τῆς θινὸς τοὺς ἰχθῦς. καὶ οὗτοι μὲν διʼ ἀνάγκην. τινὰ δὲ τῶν ἐθνῶν ἐξηγρίωται καὶ ἔστι φύσει θη- ριώδη, ἐξ ὧν οὐ προσήκει τοὺς εὐγνώμονας τῆς ἀν- θρωπίνης καταψεύδεσθαι φύσεως· ἐπεὶ οὕτω γε ἀμ- φισβητήσιμον ἔσται οὐ μόνον τὸ τῆς ζῳοφαγίας, ἀλλὰ καὶ τὸ τῆς ἀνθρωποφαγίας καὶ τῆς ἄλλης ἡμερότητος. ἱστοροῦνται γοῦν Μασσαγέται καὶ Δέρβικες ἀθλιω- τάτους ἡγεῖσθαι τῶν οἰκείων τοὺς αὐτομάτως τελευ- τήσαντας. διʼ ὃ καὶ φθάσαντες καταθύουσιν καὶ ἑστιῶνται τῶν φιλτάτων τοὺς γεγηρακότας. Γιβαρη- νοὶ δὲ ζῶντας κατακρημνίζουσι τοὺς ἐγγυτάτω γέρον- τας· Ὑρκάνιοι δὲ καὶ Κάσπιοι οἱ μὲν οἰωνοῖς καὶ κυσὶ παραβάλλουσι ζῶντας, οἱ δὲ τεθνεῶτας· Σκύ-

188
θαι δὲ συγκατορύττουσι ζῶντας καὶ ἐπισφάττουσι ταῖς πυραῖς οὓς ἠγάπων οἱ τεθνεῶτες μάλιστα· καὶ Βάκτριοι μέντοι κυσὶ παραβάλλουσι ζῶντας τοὺς γε- γηρακότας. καὶ τοῦτʼ ἐπιχειρήσας καταλῦσαι Στασά- νωρ ὁ Ἀλεξάνδρου ὕπαρχος μικροῦ τὴν ἀρχὴν ἀπέ- βαλεν. ἀλλʼ ὥσπερ οὐ διὰ τούτους τὴν πρὸς τοὺς ἀνθρώπους ἡμερότητα κατελύσαμεν, οὕτως οὐδὲ τὰ διʼ ἀνάγκην σαρκοφαγοῦντα ἔθνη μιμησόμεθα, τὰ δὲ εὐσεβῆ καὶ θεοῖς μᾶλλον ἀνακείμενα. τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δημο- κράτης ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρό- νον ἀποθνήσκειν.