De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

ἁγνείαν γὰρ ἐτίθεντο οἱ ἱεροὶ τὴν πρὸς τοὐναντίον ἀμιξίαν, μολυσμὸν δὲ τὴν μῖξιν. ὅθεν τὴν μὲν τῶν καρπῶν τροφὴν οὐκ ἐκ νεκρῶν ληφθεῖσαν οὐδὲ οὖ- σαν ἔμψυχον τῇ φύσει προσφέροντες τὰ ὑπὸ τῆς φύ- σεως διοικούμενα μὴ μιαίνεσθαι ᾤοντο, τῶν δὲ ζῴων αἰσθητικῶν ὄντων τὰς σφαγὰς καὶ ἀφαιρέσεις τῶν ψυχῶν ὡς. πρὸς τοὺς ζῶντας μιασμοὺς ἡγοῦντο, καὶ πολλῷ μᾶλλον τὸ αἰσθητικὸν γενόμενσν σῶμα ἀφῃ- ρημένον τῆς αἰσθήσεως καὶ νεκρὸν μιγνύειν τῇ αἰ- σθήσει τοῦ ζῶντος. διʼ ὅ ἐν πᾶσιν ἡ ἁγνεία ἐν ἀπο- θέσει μὲν καὶ ἀφέξει τῶν πολλῶν καὶ ἐναντίων, μονώσει δὲ καὶ λήψει τῶν οἰκείων καὶ προσφυῶν. διʼ ὅ καὶ τὰ ἀφροδίσια μιαίνει· σύνοδος γὰρ θήλεος καὶ ἄρρενος. καὶ κρατηθὲν μὲν τὸ σπέρμα ψυχῆς παρ- έσχε μίανσιν τῇ πρὸς τὸ σῶμα ὁμιλίᾳ, μὴ κρατηθὲν δὲ τῇ νεκρώσει τοῦ παρατεθέντος. ἡ δὲ πρὸς ἄρσε- νας ἀρσένων, καὶ ὅτι εἰς νεκρὸν καὶ ὅτι παρὰ φύσιν· καὶ καθάπαξ ἀφροδίσια καὶ ὀνειρώξεις, ὅτι ψυχῆς σώματι μεμιγμένης καὶ πρὸς τὴν ἡδονὴν κατασπωμέ- νης. μιαίνει δὲ καὶ τὰ πάθη τῆς ψυχῆς τῇ συμπλοκῇ τοῦ ἀλόγου, θηλυνομένου τοῦ ἐντὸς ἄρρενος. καὶ γάρ πως καὶ ὁ μολυσμὸς καὶ ἡ μίανσις δηλοῖ τὴν μῖξιν τὴν ἑτερογενοῦς πρὸς ἕτερον, καὶ μάλισθʼ ὅταν δυσέκνιπτον γένηται. ὅθεν καὶ ἐπὶ τῶν βαμμάτων, ἃ δὴ διὰ μίξεων συνίσταται, εἴδους ἄλλου ἂλλῳ συμ- πλεκομένου, μιαίνειν φασίν·

ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. καὶ ἔμπαλιν τὰς μίξεις φθορὰς οἱ ζωγράφοι λέγουσιν, ἡ δὲ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκραιφνὲς καὶ ἀκήρατον. καὶ γὰρ ὕδωρ γῇ ἀναμι-

185
χθὲν ἔφθαρται καὶ οὐκ ἔστιν ἀκραιφνές, τὸ δὲ διαρ- ρέον καὶ διαφεῦγον διακρούεται τὴν προσφερομένην γῆν, ὅταν, φησὶν ὁ Ἡσίοδος, ἀπὸ κρήνης ῥέῃ ἀενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος. καὶ ὑγιεινόν γε τὸ πῶμα, ὅτι ἀδιάφθορον καὶ ἄμικτον. καὶ θήλεια μὴ ἀναδεξαμένη εἰς ἑαυτὴν ἀναθυμίασιν σπέρματος ἄφθορος λέγεται· ὥστε καὶ φθορὰ καὶ μίανσις ἡ τοῦ ἐναντίου μῖξις, εἰ δὴ πρὸς τὰ ζῷα ἡ νεκρῶν καὶ ἡ πρὸς αἴσθησιν ζησάντων εἰς τὰ ζῶντα ἔνθεσις καὶ σαρκῶν νεκρῶν εἰς ζώσας εἰκότως φέρει μόλυσμα καὶ τῇ φυσικῇ ἡμῶν μίανσιν, ὥσπερ οὐ καὶ ψυχὴ ὅταν ἐνσωματῶται, μεμόλυνται. διʼ ὅ καὶ ὁ γενόμενος μιαίνεται μίξει τῆς ψυχῆς τῇ πρὸς τὸ σῶμα, καὶ ὁ ἀποθανών, ὅταν σῶμα καταλίπῃ νεκρόν, ἀλλόφφυ- λον τῷ ζῶντι καὶ ἀλλότριον. μιαίνεται δὲ καὶ ἡ ψυχὴ ὀργαῖς, ἐπιθυμίαις, πλήθει παθῶν, ὧν συναιτία πως καὶ ἡ δίαιτα. ὡς δὲ ὕδωρ διὰ πέτρας ἀπορρέον ἀδιάφθορον τοῦ διʼ ἐλῶν ἰόντος τῷ μὴ πολλὴν ἰλὺν ἀποσπᾶν, οὕτω καὶ ψυχὴ διὰ ξηροῦ σώματος καὶ μὴ χυμοῖς ἀλλοτρίων σαρκῶν ἀρδομένου τὰ ἑαυτῆς διοι- κοῦσα κρείττων καὶ ἀδιάφθορος καὶ πρὸς σύνεσιν ἑτοιμοτέρα. ἐπεὶ καὶ ταῖς μελίτταις τὸ καλὸν μέλι φασὶ φέρειν τὸ ξηρότατον καὶ δριμύτατον θύμον. μιαίνεται τοίνυν ἡ διάνοια, μᾶλλον δὲ ὁ διανοούμε- νος, ὅταν ἢ φανταστικῇ ἢ δοξαστικῇ ἀναμίγνυται καὶ ταῖς τούτων ἐνεργείαις τὰς ταύτης συγκεράσηται· καθαρμὸς δὲ ὁ πάντων τούτων χωρισμὸς καὶ ἁγνεία ἡ μόνωσις καὶ τροφὴ τὸ τηροῦν ἕκαστον ἐν τῷ εἶναι. οὕτως γὰρ καὶ λίθου τροφὴν τὸ αἴτιον τοῦ συμμέ- νειν εἴποις ἄν καὶ τοῦ ἑκτικῶς διαμένειν, καὶ φυ- τοῦ τὴν διατηροῦσαν ἐν τῷ αὔξειν καὶ καρπογονεῖν, καὶ ζῴου σώματος τὴν τηροῦσαν αὐτοῦ τὴν σύστασιν.
186
ἄλλο δʼ ἦν τρέφειν, ἄλλο πιαίνειν, καὶ ἄλλο τὸ ἀναγ- καῖον διδόναι, ἄλλο τὸ τρυφὰς πορίζειν. διάφοροι τοίνυν αἰ τροφαὶ κατὰ τὸ διάφορον τῶν τρεφομένων. καὶ δεῖ πάντα μὲν τρέφειν, σπουδάζειν δὲ πιαίνειν τὰ ἐν ἡμῖν κυριώτατα. ψυχῆς οὖν λογικῆς τροφὴ ἡ τηροῦσα λογικήν. νοῦς δὲ αὕτη· ὥστε νῷ θρεπτέον καὶ σπουδαστέον πιαίνειν ἀπὸ τούτου ἢ ἀπὸ τῶν βρω- τῶν τὴν σάρκα. ὁ μὲν γὰρ τὴν αἰώνιον ἡμῖν ζωὴν συνέχει, τὸ δὲ σῶμα πιαινόμενον λιμώττειν τὴν ψυ- χὴν ποιεῖ τῆς μακαρίας ζωῆς καὶ τὸ θνητὸν αὔξει, παραιροῦν καὶ ἐμποδίζον πρὸς τὸν ἀθάνατον βίον, μιαίνει τε ἐνσωματοῦν τὴν ψυχὴν καὶ κατασπῶν πρὸς τὸ ἀλλότριον. ὁ δὲ μάγνης λίθος σιδήρῳ ψυχὴν δί- δωσι πλησίον γενομένῳ, καὶ ὁ βαρύτατος ἀνακουφί- ζεται σίδηρος πνεύματι προσανατρέχων λίθου. πρὸς θεὸν δὲ τίς ἀναρτηθεὶς ἀσώματόν τε καὶ νοερὸν τρο- φὴν πολυπραγμονήσει τὴν πιαίνουσαν τὸ ἐμπόδιον πρὸς νοῦν σῶμα, οὐχὶ δὲ εἰς ὀλίγον καὶ εὐπόρι- ριστον συστείλας τῆς σαρκὸς τὸ ἀναγκαῖον αὐτὸς θρέ- ψεται προσπεφυκὼς τῷ θεῷ μᾶλλον ἢ σίδηρος τῷ μάγνητι; εἰ γὰρ καὶ τῆς ἐκ τῶν καρπῶν οἷόν τʼ ἦν ἄνευ πραγμάτων τροφῆς ἀποστῆναι, εἰ μὴ τοῦτʼ ἦν ἡμῶν τῆς φύσεως τὸ φθαρτόν. εἰ γάρ, καθάπερ φησὶν Ὅμηρος, μηδὲ σίτου ἐδεήθημεν μηδὲ ποτοῦ, ἳνʼ ὄντως ἦμεν ἀθάνατοι· καλῶς τοῦτο τοῦ ποιητοῦ παραστήσαντος, ὡς οὐ μόνον τοῦ ζῆν, ἀλλὰ καὶ τοῦ ἀποθνήσκειν ἡ τροφὴ ὑπῆρχεν ἐφόδιον. εἰ οὖν μηδὲ ταύτης ἐδεήθημεν, τόσῳ ἂν ἦμεν μακαριώτεροι, ὅσῳ καὶ ἀθανατώτεροι. νῦν δʼ ἐν θνητῷ ὄντες ἔτι θνητοτέ- ρους, εἰ χρὴ οὕτως εἰπεῖν, ἀγνοοῦμεν ἑαυτοὺς ποιοῦν- τες τῇ τούτου προσέσει, οὐ πολὺ τὸ ἐνοίκιον, ὡς φησί που Θεόφραστος, τῷ σώματι διδούσης τῆς ψυχῆς τῆς
187
ἐν αὐτῷ κατοικήσεως, ἀλλʼ ὅλην ἑαυτὴν προστιθεί- σης. ὡς εἴθε τὴν μυθευομένην ἄλιμον καὶ ἄδιψον ἦν κεκτῆσθαι, ἵνα τις τὸ διαρρέον τοῦ σώματος ἐπι- σχὼν διʼ ὀλίγου πρὸς τοῖς ἀρίστοις ἦν, πρὸς οἷσπερ ὤν καὶ θεός· ἐστι θεός. ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἀποκλαύσαιτο πρὸς ἀνθρώπους τοσοῦτον ἐσκοτωμέ- νους, ὡς τὸ ἑαυτῶν κακὸν περιέπειν, μισεῖν δὲ πρῶ- τον μὲν ἑαυτοὺς καὶ τὸν ὄντως αὐτοὺς τεκόντα, ἔπειτα καὶ τοὺς ὑπομιμνήσκοντας κἀκ τῆς μέθης ἀνανῆψαι παρακαλοῦντας; διʼ ὅ μήποτε τῶν τοιούτων ἀφεμέ- νους χρὴ ἐπὶ τὰ λειπόμενα τῶν ζητημάτων μεταβαί- νειν·