De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

μικροῦ με παρῆλθε καὶ τὸ Εὐριπίδειον παραθέσθαι, ὅς τοὺς ἐν Κρήτῃ τοῦ Διὸς προφήτας ἀπέχεσθαι φησὶ διὰ τούτων· λέγουσι δʼ οἱ κατὰ τὸν χορὸν πρὸς τὸν Μίνω·

  • Φοινικογενοῦς παῖ τῆς Τυρίας
  • τέκνον Εὐρώπας καὶ τοῦ μεγάλου
  • Ζανός, ἀνάσσων
  • Κρήτης ἑκατομπτολιέθρου·
  • ἥκω ζαθέους ναοὺς προλιπών,
  • οὕς αὐθιγενὴς τμηθεῖσα δοκὸς
  • στεγανοὺς παρέχει Χαλύβῳ πελέκει
  • καὶ ταυροδέτῳ κόλλῃ κραθεῖσʼ
  • ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου.
  • ἁγνὸν δὲ βίον τείνομεν ἐξ οὗ
  • Διὸς Ἰδαίου μύστης γενόμην,
  • καὶ νυκτιπόλου Ζαγρέως βροντὰς
  • τάς τʼ ὠμοφάγους δαίτας τελέσας
  • μητρί τʼ ὀρείῳ δᾷδας ἀνασχὼν
  • καὶ Κουρήτων
  • βάκχος ἐκλήθην ὁσιωθείς.
  • πάλλευκα δʼ ἔχων εἵματα φεύγω
  • γένεσίν τε βροτῶν καὶ νεκροθήκης
  • 184
  • οὐ χριμπτόμενος τήν τʼ ἐμψύχων
  • βρῶσιν ἐδεστῶν πεφύλαγμαι.