De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

δεικτέον δὲ καὶ τὸν ἐντὸς αὐτῶν καὶ ἐν- διάθετον. φαίνεται δὲ ἡ παραλλαγή, ὡς φησί που καὶ Ἀριστοτέλης, οὐκ οὐσίᾳ διαλλάττουσα, ἀλλʼ ἐν τῷ μᾶλλον καὶ ἧττον θεωρουμένη· καθάπερ πολλοὶ οἴονται καὶ τὴν θεῶν πρὸς ἡμὰς ἐξηλλάχθαι, οὐ κατʼ οὐσίαν οὔσης τῆς διαφορὰς ταύτης, ἀλλὰ κατὰ

130
τὸ ἀκριβὲς ἢ μὴ τοῦ λόγου. καὶ ὅτι μὲν ἄχρι γε αἰ- σθήσεως τῆς τε ἄλλης ὀργανώσεως τῆς τε κατὰ τὰ αἰ- σθητήρια καὶ τῆς κατὰ σάρκα ὁμοίως ἡμῖν διάκειται, πᾶς σχεδὸν συγκεχώρηκεν. καὶ γὰρ οὐ μόνον τῶν κατὰ φύσιν παθῶν τε καὶ κινημάτων τῶν διὰ τού- των ὁμοίως ἡμῖν κεκοινώνηκεν, ἀλλʼ ἤδη καὶ τῶν παρὰ φύσιν καὶ νοσωδῶν ἐν αὐτοῖς θεωρουμένων. οὐκ ἂν δέ τις εὖ φρονῶν διὰ τὸ ἐξηλλαγμένον τῆς ἕξεως τοῦ σώματος ἄδεκτα λογικῆς εἴποι διαθέσεως, ὁρῶν καὶ ἐπʼ ἀνθρώπων πολλὴν τὴν παραλλαγὴν τῆς ἕξεως κατά τε γένη καὶ ἔθνη, καὶ ὅμως λογι- κούς συγχωρῶν πάντας. ὄνος μέν γε κατάρρῳ ἁλίσκεται, κἂν εἰς πνεύμονα αὐτῷ ῥυῇ τὸ νόσημα, ἀποθνήσκει ὥσπερ ἄνθρωπος· ἵππος δὲ καὶ ἔμπυος γίνεται καὶ φθίνει, ὥσπερ ἄνθρωπος, καὶ τέτανος λαμβάνει ἵππον καὶ ποδάγρα καὶ πυρετὸς καὶ λύσσα, ὁπότε καὶ κατωπιᾶν λέγεται. καὶ ἡ κύουσα ἵππος, ἐπειδὰν ὀσφρήσηται λύχνου ἀπεσβεσμένου, ἀμβλί- σκει ὡς ἄνθρωπος. πυρέττει δὲ καὶ βοῦς καὶ μαίνεται, καθάπερ καὶ ὁ κάμηλος. κορώνη δὲ ψωριᾷ καὶ λεπριᾷ, ὡς καὶ κύων οὗτος μέν γε καὶ ποδαγριᾷ καὶ λυσσᾷ. ὗς δὲ βραγχᾷ, καὶ ἔτι μᾶλ- λον κύων, καὶ τὸ πάθος ἐν ἀνθρώπῳ ἀπὸ τοῦ κυνὸς κυνάγχη κέκληται. καὶ ταῦτα μὲν γνώριμεα, ἐπεὶ σύννομα ταῦτα ἡμῖν τὰ ζῷα, τῶν δὲ ἄλλων ἐσμὲν ἄπειροι διὰ τὸ ἀσύνηθες. καὶ εὐνουχιζόμενα δὲ μαλακίζεται· οἱ μέν γε ἀλεκτρυόνες οὐδὲ ᾄδου- σιν ἔτι, ἀλλὰ τὴν φωνὴν ἐπὶ τὸ θῆλυ μεταβάλ- λουσιν ὥσπερ ἄνθρωποι, βοός τε κέρατα καὶ φω- νὴν οὐκ ἔστι διαγνῶναι τομίου καὶ θήλεος· οἱ δὲ ἔλαφοι οὐκ ἔτι ἀποβάλλουσι τὰ κέρατα, ἀλλὰ συνέ- χουσιν, ὡς εὐνοῦχοι τὰς τρίχας, μὴ ἔχοντες δὲ οὐ
131
φύουσιν, ὥσπερ οἱ πρὶν πώγωνα φῦσαι ἐκτμηθέν- τες. οὕτως σχεδὸν ἀπάντων τὰ σώματα ὁμοίως τοῖς ἡμετέροις κατὰ τὰ πάθη.

τά γε μὴν τῆς ψυ- χῆς πάθη ὅρα εἰ μὴ πάντα ὅμοια· καὶ πρῶτά γε τὴν αἴσθησιν. οὐ γὰρ δὴ ἀνθρώπου μὲν ἡ γεῦσις χυ- μῶν, ἡ δὲ ὄψψις χροιῶν, ἢ ὀσμῶν ἡ ὄσφρησις ἀντι- λαμβάνεται, ἢ ψόφων ἡ ἀκοή, ἢ θερμῶν ἢ ψυχρῶν ἡ ἀρὴ ἢ τῶν ἄλλων ἁπτῶν, οὐχὶ δὲ καὶ τῶν ζῴων ἀπάντων ὁμοίως. οὐδὲ ταύτης μὲν ἀφῄρηται τὰ ζῷα διὰ τὸ μὴ εἶναι ἄνθρωποι, λογικῆς δὲ ἀμοι- ροῦσι διὰ τοῦτο· ἐπεὶ οὕτω γε καὶ οἱ θεοὶ διὰ τὸ μὴ εἶναι ἄνθρωποι λογικῆς στερήσονται, ἢ ἡμεῖς, εἴπερ οἱ θεοὶ λογικοί αἰσθήσεως μέν γε καὶ πλεο- νεκτεῖν ἔοικεν μᾶλλον τὰ ζῷα. τίς μὲν γὰρ ἀνθρώ- πων τοσοῦτον βλέπει (οὐδὲ γὰρ ὁ μυθευόμενος Λυγκεὺς) ὅσον ὁ δράκων; ὅθεν καὶ τὸ βλέπειν δρακεῖν λέγουσιν οὁ ποιηταί. τὸν δὲ ἀετὸν “καὶ ὑψόθ᾿ ἐόντα οὐκ ἔλαθε πτώξ.” τίς δὲ ὀξυηκοώτε- ρος γεράνων, αἳ ἀπὸ τοσούτων ἀκούουσιν ὅπως οὐδὲ ἀνθρώπων τις ὁρᾷ. τῇ μὲν γὰρ ὀσφρήσει τοσούτῳ πλεονεκτεῖ σχεδὸν πάντα τὰ ζῴα, ὡς ἐκεί- νοις προσπίπτειν τὰ ἡμὰς λανθάνοντα, καὶ κατὰ γένος ἐπιγινώσκειν ἕκαστον ἤδη καὶ ἐξ ἴχνους ὀσφραινόμενα. οἱ δὲ ἄνθρωποι ἡγεμόσι κυσὶ χρῶν- ται, οἷ δεῖ ἐλθεῖν ἐπὶ σύν ἢ ἔλαφον· καὶ ἡμῶν μὲν ὀψὲ ἡ τοῦ ἀέρος κατάστασις ἅπτεται, τῶν δὲ ἄλλων ζῴων εὐθύς, ὡς τούτοις τεκμηρίοις χρῆσθαι τοῦ μέλλοντος. τὴν δὲ τῶν χυμῶν διάκρισιν οὕτως οἶδεν, ὡς ἐξακριβοῦν καὶ τὰ νοσερὰ καὶ τὰ ὑγιεινὰ καὶ τὰ δηλητήρια, ὡς οὐδὲ ἀνθρώπων οἱ ἰατροί. φρονιμώτερα δὲ φησὶν ὁ Ἀριστοτέλης εἶναι τὰ εὐαισθητότερα. σωμάτων δὲ πρααλλαγαὶ εὐπαθῆ

132
μὲν ἤ δυσπαθῆ ποιῆσαι δύνανται, καὶ μᾶλλον καὶ ἧττον πρόχειρον ἔχειν τὸν λόγον, κατʼ οὐσίαν δὲ τὴν ψυχὴν ἐξαλλάττειν οὐ δύνανται, ὅπου γε οὐδὲ τὰς αἰσθήσεις οὐδὲ τὰ πάθη ἔτρεψαν, οὐδὲ τέλεον ἐκβεβηκυίας ἐποίησαν. ἐν οὖν τῷ μᾶλλον καὶ ἧτ- τον ἡ διαφορὰ συγχωρείσθω, οὐκ ἐν τῇ τελείᾳ στερήσει· οὐδʼ ἐν τῷ καθάπαξ τὸ μὲν ἔχειν, τὸ δὲ μή· ἀλλʼ ὡς ἐν ἑνὶ γένει τὸ μὲν ὑγιεινότερον σῶμά ἐστιν, τὸ δὲ ἧττον, καὶ ἐπὶ νόσου ὁμοίως πολύ τὸ διάφορον, ἔν τε εὐφυΐαις καὶ ἀφυίαις, οὕτω καὶ ἐν ψυχαῖς ἡ μὲν ἀγαθή, ἡ δὲ φαύλη καὶ τῆς φαύλης ἡ μὲν μᾶλλον, ἡ δὲ ἧττον· καὶ τῶν ἀγαθῶν οὐχ ἡ αὐτὴ ἰσότης, οὐδὲ ὁμοίως Σωκράτης ἀγαθὸς καὶ Ἀριστοτέ- λης καὶ Πλάτων, οὐδʼ ἐν ὁμοδόξοις ἡ ταὐτότης. οὐ τοίνυν οὐδʼ εἰ μᾶλλον ἡμεῖς νοοῦμεν ἢ τὰ ζῷα, διὰ τοῦτο ἀφαιρετέον τῶν ζῴων τὸ νοεῖν, ὥσπερ οὐδὲ τὸ πέτεσθαιτούς πέρδικας, ὅτι μᾶλλον αὐτῶν οἱ ἱέρακες πέτονται οὐδὲ τούς ἄλλους ἱέρακας, ὅτι καὶ τούτων καὶ τῶν ἄλλων ἀπάντων ὁ φασσοφόνος. συμπάσχειν μὲν οὖν δοίη ἄν τις ψυχὴν σώματι καὶ πάσχειν τι πρὸς αὐτοῦ εὖ ἢ κακῶς διακειμένου, μεταβάλλειν δὲ τὴν αὐτῆς φύσιν οὐδαμῶς. εἰ δὲ συμπάσχει μόνον καὶ χρῆται αὐτῷ ὡς ὀργάνῳ, δράσειε μὲν ἂν διʼ αὐτοῦ πολλά, ἀλλοίως ὠργανωμένου ἢ ὡς ἡμῖν, ὧν ἡμεῖς δρᾶν ἀδύνατοι, καὶ συμπάθοι ἄν πως διακειμένου, οὐ μέντοι τὴν αὐτῆς ἐξαλλάξειε φύσιν.

ὅτι τοίνυν καὶ λογικὴ ἐν αὐτοῖς ἔστιν καὶ οὐκ ἀφῄρηται φρο- νήσεως ἐπιδεικτέον. πρῶτον μὲν ἕκαστον οἶδεν, εἴτε ἀσθενές ἐστιν εἴτε ἰσχυρόν, καὶ τὰ μὲν φυλάτ- τεται, τοῖς δὲ χρῆται, ὡς πάρδαλις μὲν ὀδοῦσιν, ὄνυξι δὲ λέων καὶ ὀδοῦσιν, ἵππος δὲ ὁπλῇ καὶ βοῦς κέρασιν, καὶ ἀλεκτρυών μὲν πλήκτρῳ, σκορπίος δὲ

133
κέντρῳ· οἱ δʼ ἐν Αἰγύπτῳ ὄφεις πτύσματι (ὅθεν καὶ πτυάδες καλοῦνται) ἐκτυφλοῦσι τὰς ὄψεις τῶν ἐπιόν- των, ἄλλο δὲ ἄλλῳ χρῆται, σῶζον ἑαυτὸ ἕκαστον. πάλιν τὰ μὲν ἐκποδὼν νέμεται τῶν ἀνθρώπων, ὅσα ἰσχυρά· τὰ δὲ ἀγεννῆ ἐκποδών μὲν τῶν ἐσχυροτέ- ρων θηρίων, τοὔμπαλιν δὲ μετὰ τῶν ἀνθρώπων· καὶ ἢ πορρωτέρω μέν, ὡς στρουθοὶ ἐν ὀροφαῖς καὶ χελιδόνες, ἢ καὶ συνανθρωποῦντα, ὡς οἱ κύνες. ἀμείβει δὲ καὶ τόπους κατὰ τὰς ὥρας, καὶ πᾶν ὅσον τὸ πρὸς τὸ συμφέρον οἶδεν. ὁμοίως δʼ ἄν τις καὶ ἐπὶ ἰχθύων ἴδοι τὸν τοιοῦτον λογισμὸν καὶ ἐπʼ ὀρ- νίθων. ἃ δὴ ἐπὶ πλέον συνῆκται τοῖς παλαιοῖς ἐν τοῖς περὶ ζῴων φρονήσεως, τοῦ ταῦτα πολυπραγ- μονήσαντος ἐπὶ πλέον Ἀριστοτέλους λέγοντος πᾶσι τοῖς ζῴοις μεμηχανῆσθαι πρὸς τὸν βίον καὶ σωτη- ρίαν αὐτῶν τὴν οἴκησιν.

ὁ δὲ φύσει λέγων αὐτοῖς προσεῖναι ταῦτα ἀγνοεῖ λέγων ὅτι φύσει ἐστὶ λογικά, ἦ ὡς τοῦ λόγου μὴ φύσει ἐν ἡμῖν συνισταμένου, καὶ τῆς τελειώσεως μὴ καθὸ πεφύκαμεν τὴν αὔξη- σιν λαμβανούσης. τὸ μέν γε θεῖον οὐδὲ διὰ μαθήσεως λογικὸν γέγονεν· οὐ γὰρ ἦν ὅτε ἦν ἄλογον, ἀλλʼ ἅμα τε ἦν καὶ λογικὸν ἦν, καὶ οὐ κεκώλυται εἶναι λογικόν, ὅτι οὐ διὰ διδασκαλίας ἀνέλαβε τὸν λό- γον. καίτοι ἐπὶ τῶν ἄλλων ζῴων, καθάπερ ἐπὶ τῶν ἀνθρώπων, τὰ μὲν ἐν αὐτοῖς ἡ φύσις ἐδίδαξεν, τὰ δὲ ἤδη παρέσχε καὶ ἡ μάθησις διδάσκονται δὲ τὰ μὲν ὑπʼ ἀλλήλων, τὰ δέ, ὡς ἔφαμεν, ὑπὸ ἀν- θρώπων. καὶ ἔχει γε μνήμην, ἥπερ εἰς ἀνάληψιν λογισμοῦ καὶ φρονήσεως ἐτύγχανεν οὖσα κυριω- τάτη. εἰσὶ δὲ καὶ κακίαι ἄφθονοι ἐν αὐτοῖς, εἰ καὶ μὴ οὕτω κέχυνται ὥσπερ ἐν ἀνθρώποις· ἔστιν γὰρ αὐτῶν ἡ κακία κουφοτέρα τῆς ἀνθρώπων.

134
αὐτίκα ἀνὴρ μὲν οἰκοδόμος οἰκίας θεμέλια οὐκ ἂν καταβάλοιτο μὴ νήφων, οὐδὲ ναυπηγὸς νεὼς τρό- πιν μὴ ὑγιαίνων, οὐδὲ γεωργὸς ἄμπελον φυτεύσαι μὴ πρὸς τοῦτο τὸν νοῦν ἔχων· παιδοποιοῦνται δὲ σχεδὸν πάντες μεθύοντες. ἀλλʼ οὐ τά γε ζῷα· ζωογονεῖ δὲ τέκνων ἕνεκα, καὶ τὰ πλεῖστα, ὅταν ἐγκύμονα ποιήσῃ τὴν θήλειαν, οὔτε αὐτὰ ἐπιβαίνειν ἐπιχειρεῖ, οὔτε τὸ θῆλυ ἀνέχεται. ἡ δὲ ὕβρις ὅση ἐν τούτοις ἡ ἀνθρώπειος καὶ ἀκολασία δήλη. οἶδεν δὲ ἐπὶ τῶν ζῴων τὰς ὠδῖνας ὁ σύνοικος, καὶ συνω- δίνει γε τὰ πολλά, ὥσπερ καὶ ἀλεκτρυόνες· τὰ δὲ καὶ συνεκλέπει, ὡς ταῖς περιστεραῖς οἱ ἄρρενες· καὶ τόπου προνοεῖ, οὗ μέλλουσι τίκτειν. καὶ γεν- νῆσαν ἕκαστον ἐκκαθαίρει τὸ γεννώμενον καὶ ἑαυτό. παρατηρήσας δʼ ἄν τις κατίδοι καὶ σύν τάξει ἰόντα πάντα καὶ διαπαντῶντα μετὰ τού σαίνειν τῷ τρέ- φοντι καὶ ἐπιγιγνώσκειν τὸν δεσπότην καὶ μηνύειν τὸν ἐπίβουλον.

τὰ δὲ συναγελαστικὰ ὅπως τηρεῖ τὸ δίκαιον τὸ πρὸς ἄλληλα, τίς ἀγνοεῖ; τοῦτο μὲν μυρμήκων ἕκαστον, τοῦτο δὲ καὶ μελιττῶν καὶ τῶν ὁμοίων. τίς δὲ σωφροσύνης φαττῶν πρὸς τούς συνοίκους, αἳ καὶ μοιχευθεῖσαι ἀναιροῦσιν εἰ λάβοιεν τὸν μοιχεύσαντα, ἢ τῆς τῶν πελαρ- γῶν δικαιοσύνης πρὸς τοὺς τεκόντας ἀνήκοος; ἐξέχει γὰρ ἐν ἑκάστῳ ἰδία τις ἀρετὴ πρὸς ἣν πε- φυσίωται, οὔτε τῆς φύσεως οὔτε τοῦ βεβαίου διὰ τοῦτο ἀφαιρουμένου αὐτῶν τὸ λογικόν· ἐκεῖνο γὰρ ἐλέγχειν δεῖ, εἰ μὴ τὰ ἔργα ἀρετῶν καὶ λογικῆς ἐντρεχείας οἰκεῖα. εἰ δὲ μὴ συνίεμεν πῶς πράττε- ται διὰ τὸ μὴ εἰσδύνειν αὐτῶν εἰς τὸν λογισμὸν δύνασθαι, οὐ μέντοι διὰ τοῦτο ἀλογίαν αὐτῶν κατη- γορήσομεν. οὐδὲ γὰρ θεοῦ τις εἰς τὸν νοῦν δια-

135
δύναι δύναται· ἐκ δὲ τῶν ἔργων τοῦ θεοῦ συνῃνέ- σαμεν τοῖς νοερὸν καὶ λογικὸν αὐτὸν ἀποφηναμέ- νοις.

θαυμάσειε δʼ ἄν τις τούς τὴν δικαιοσύνην ἐκ τοῦ λογικοῦ συνιστάντας καὶ τὰ μὴ κοινωνοῦντα τῶν ζῴων ἄγρια καὶ ἄδικα λέγοντας, μηκέτι δὲ ἄχρι τῶν κοινωνούντων τὴν δικαιοσύνην ἐκτείνον- τας. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων οἴχεται τὸ ζῆν ἀρθείσης τῆς κοινωνίας, οὕτω κἀκείνοις. ὄρ- νιθες γοῦν καὶ κύνες καὶ πολλὰ τῶν τετραπόδων, οἷον αἶγες, ἵπποι, πρόβατα, ὄνοι, ἡμίονοι, τῆς μετὰ ἀνθρώπων κοινωνίας ἀφαιρεθέντα ἔρρει. καὶ ἡ δημιουργήσασα αὐτὰ φύσις ἐν χρείᾳ τῶν ἀνθρώ- πων κατέστησεν τούς τε ἀνθρώπους εἰς τὸ χρῄζειν αὐτῶν, τὸ δίκαιον ἔμφυτον αὐτοῖς τε πρὸς ἡμᾶς καὶ ἡμῖν πρὸς αὐτὰ κατασκευάσασα. εἰ δέ τινα πρὸς ἀνθρώπους ἀγριαίνει, θαυμαστὸν οὐδέν ἀλη- θὲς γὰρ ἦν τὸ τοῦ Ἀριστοτέλους, ὡς ἀφθονίαν εἰ τῆς τροφῆς πάντα ἐκέκτητο, οὔτʼ ἂν πρὸς ἄλληλα οὔτε πρὸς ἀνθρώπους ἔσχεν ἂν ἀγρίως· ταύτης γὰρ χάριν, καίτοι ἀναγκαίας καὶ εὐτελοῦς οὔσης, αἵ τε ἔχθραι καὶ αἰ φιλίαι αὐτοῖς, καὶ τοῦ τόπου ἕνεκα. ἄνθρωποι δὲ εἰ οὕτως εἰς στενὸν κομιδῇ κατεκέ- κλειντο ὡς τὰ ζῷα, πόσῳ ἂν 'ἀγριώτεροι καὶ τῶν δοκούντων ἀγρίων ἐγένοντο; διέδειξεν δὲ καὶ ὁ πόλεμος καὶ λιμός, ὅπου οὐδὲ γεύσασθαι φείδονται ἀλλήλων· καὶ ἄνευ γε πολέμου καὶ λιμοῦ τὰ σύν- τροφα καὶ ἥμερα τῶν ζῴων κατεσθίουσιν.

ἀλλὰ φαίη τις ἄν ὅτι ἐστὶ μὲν λογικά, οὐκ ἔχει δὲ πρὸς ἡμὰς τινὰ σχέσιν. καὶ μὴν διὰ τὸ ἄλογα εἶναι ἀφῄ- ρουν τὴν πρὸς αὐτὰ σχέσιν, ἐποίουν ἄλογα, ἔπειτα ἐκ τῆς χρείας ἦν ἀναπτόντων τὴν πρὸς αὐτὰ κοι- νωνίαν, οὐκ ἐκ τοῦ λόγου· ἡμῖν δὲ εἰ λογικὰ

136
προύκειτο δεῖξαι, οὐκ εἰ συνθήκας πρὸς ἡμιᾶς πε- ποίηται· ἐπεὶ καὶ τῶν ἀνθρώπων οὐ πᾶς ἡμῖν συν- τίθεται, καὶ οὐδεὶς τὸν μὴ συνθέμενον εἴποι ἂν ἄλογον. καίτοι τὰ πολλὰ καὶ ἐδούλευσεν ἀνθρώ- ποις, καί, ὡς ἔφη τις λέγων ὀρθῶς, δουλεύοντα ὑπʼ ἀγνωμοσύνης ἀνθρώπων ὅμως ὑπὸ σοφίας καὶ δικαιοσύνης τούς δεσπότας ὑπηρέτας καὶ ἐπιμεληχ- τὰς αὐτῶν πεποίηται. αἵ γε μὴν κακίαι αὐτῶν πρόδηλοι, ἐξ ὧν μάλιστα τὸ λογικὸν διαφαίνεται· καὶ γὰρ φθονοῦσιν καὶ ζηλοτυποῦσιν ὑπὲρ τῶν θη- λειῶν, αἵ τε θήλειαι ὑπὲρ τῶν ἀρρένων. μία δὲ αὐτοῖς κακία οὐχ ὑπάρχει, ἐπιβουλὴ τῷ εὐνοοῦντι, ἀλλὰ πᾶσα εὔνοια παντὶ οὖσο τυγχάνει· καὶ το- σοῦτον τῷ εὐνοοῦντι θαρρεῖ, ὡς ἕπεσθαι ἂν ἄγῃ τις, κἂν ἐπὶ σφαγὴν καὶ προῦπτον κίνδυνον· κἂν γὰρ μὴ διʼ αὐτά, διʼ ἑαυτὸν δέ τις αὐτὰ τρέφῃ, εὐνοεῖ τῷ κεκτημένῳ. ἄνθρωποι δὲ ἐπʼ οὐδένα οὕτως συνίστανται ὡς ἐπὶ τὸν τρέφοντα, καὶ οὐ- δένα οὕτως ἀποθνήσκειν εὔχονται ὡς τοῦτον.