De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

οὕτω δʼ ἐστὶ λογιστικὰ ὦν δρᾷ, ὥστε πολλάκις ἐπιστά- μενα τὰ δελέατα ὅτι ἐπίβουλά ἐστι, διʼ ἀκρασίαν πρόσεισιν ἢ διὰ λιμόν. καὶ τὰ μὲν οὐκ εὐθέως προσῆλθεν, τὰ δὲ μέλλει καὶ πειρᾶται, εἰ δύναται ἀφελεῖν τὴν τροφὴν ἄνευ τοῦ περιπεσεῖν, καὶ πολ- λάκις κρατήσαντος τοῦ λογισμοῦ τὸ πάθος ἀπέστη· ἔνια δὲ καὶ ἐνυβρίσαντα καὶ προσουρήσαντα τῷ σοφίσματι τῶν ἀνθρώπων· τὰ δὲ ὑπὸ λιχνείας εἰ- δότα ὅτι ἀλώσεται, οὐ χεῖρον ἢ οἱ Ὀδυσσέως ἑταῖ- ροι περιεῖδε φαγόντα ἀποθανεῖν. οὐ κακῶς δέ τινες κάκ τῶν τόπων πεπείρανται πολλὰ δεικνύναι μᾶλλον ἡμῶν ἐμφρονέστερα, ὧν εἴληχεν. ὡς γὰρ τὰ κατὰ τὸν αἰθέρα οἰκοῦντά ἐστι λογικά, οὕτω φασὶ

137
τὰ τὸ μετʼ ἐκεῖνον εὐθέως πλησιάζον οἰκοῦντα, ὁποῖα τὰ ἐν ἀέρι, εἶτα τὰ ἔνυδρα διαφέρειν, εἶθʼ οὕτως τὰ ἐπίγεια· ὧν ἡμεῖς τὴν ὑποστάθμην οἰκοῦ- μεν· οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν θεῶν κἀκ τοῦ τόπου τὸ κρεῖττον συλλογιζόμεθα, οὐχὶ δὲ καὶ ἐπὶ τῶν θνητῶν τὸ ὅμοιον θήσομεν.

ὅταν δὲ καὶ τέχνας ἀναλαμβάνῃ καὶ ταύτας ἀνθρωπίνας, ὀρχεῖσθαι μαν- θάνοντα καὶ ἡνιοχεῖν μονομαχεῖν τε καὶ καλοβατεῖν, ἤδη δὲ καὶ γράφειν καὶ ἀναγινώσκειν αὐλεῖν τε καὶ κιθαρίζειν καὶ τοξεύειν καὶ ἱππεύειν, ἔτι ἀμφισβη- τήσεις εἰ τὸ δεχόμενον ἔχει, τοῦ παραδεχθέντος ἐν αὐτοῖς θεωρουμένου; ποῦ γὰρ δέχεται, εἰ μὴ ὁ λόγος ὑπῆν ἐν ᾧ συνίστανται αἱ τέχναι; οὐδὲ γὰρ ὡς ψόφου τῆς φωνῆς ἡμῶν ἀκούει, ἀλλὰ καὶ τῶν· σημείων τῆς διαφορᾶς ἔστιν αὐτοῖς ἐπαίσθησις, ἥτις δὴ ἐκ συνέσεως λογικῆς παραγίνεται. ἀλλὰ κακῶς, φασί, ποιεῖ τὰ ἀνθρωπικά. οὐδὲ γὰρ ἄνθρωποι πάντες καλῶς· ἢ μάτην ἄν ἀγῶνα καὶ νικῶντες ἦσαν καὶ ἡττώμενοι. ἀλλʼ οὐ βουλεύονται, φασίν, οὐδʼ ἐκκλησιάζουσιν οὐδὲ δικάζουσιν. ἡ γὰρ ἄν- θρωποι, εἰπέ μοι, πάντες; οὐχὶ δὲ πολλοῖς, πρὶν βουλεύσονται, αἰ πράξεις; πόθεν δὲ καὶ ἐπιδείξειεν ἄν τις ὅτι οὐ βουλεύονται; τούτου μὲν γὰρ τεκμή- ριον οὐδεὶς εἰπεῖν ἔχει· τοῦ δʼ ἐναντίου οἱ κατὰ μέρος περὶ τῶν ζῴων συγγράφαντες ἔδειξαν. λοι- πὸν δὲ τὰ ἄλλα ἕωλα, ὅσα κατʼ αὐτῶν ῥητορεύεται· οἷον ὅτι πόλεις αὐτοῖς οὐκ εἰσίν οὐδὲ γὰρ τοῖς ἁμαξοβίοις Σκύθαις φήσω οὐδὲ τοῖς θεοῖς. οὐδὲ νόμοι γραπτοί, φασίν, παρὰ τοῖς ζῴοις· οὐδὲ γὰρ παρὰ ἀνθρώποις, ἄχρις εὐδαιμόνουν. Ἆπις δὲ λέ- γεται. πρῶτος νομοθετῆσαι παρʼ Ἕλλησιν, ὅτε ἐδεή- θησαν.

ἀνθρώύποις μὲν οὖν διὰ τὴν λαιμαργίαν οὐ

138
δοκεῖ λόγον ἔχειν τὰ ζῷα· θεοῖς δὲ καὶ θείοις ἀν- δράσιν ἐξ ἴσου τοῖς ἱκέταις τετίμηται. καὶ χρῶν γε ὁ θεὸς Ἀριστοδίκῳ τῷ Κυμαίῳ ἱκέτας τοὺς στρου- θούς αὐτοῦ ἔφη εἶναι. Σωκράτης δὲ καὶ ὤμνυεν κατʼ αὐτῶν, καὶ ἔτι πρὸ αὐτοῦ Ῥαδάμανθυς. Αἰ- γύπτιοι δὲ καὶ θεούς ἐνόμισαν, εἴτε ὄντως θεούς ἡγούμενοι, εἴτε ἐξεπίτηδες τὰ τῶν θεῶν εἴδη βου- πρόσωπα καὶ ὀρνιθοπρόσωπα καὶ τῶν ἄλλων ποι- οὐντες, ὅπως αὐτῶν ἐξ ἴσου καὶ τῶν ἀνθρώπων ἀπέχοιντο, εἴτε καὶ διʼ ἄλλας αἰτίας μυστικωτέρας. οὕτω δὴ καὶ οἱ Ἕλληνες τῷ μὲν τοῦ Διὸς ἀγάλ- ματι κριοῦ προσῆψαν κέρατα, ταύρου δὲ τῷ Διο- νύσου τὸν δὲ Πᾶνα ἐξ ἀνθρώπου καὶ αἰγὸς συνέ- θηκαν, τὰς δὲ Μούσας ἐπτέρωσαν καὶ τὰς Σειρῆ- νας, κατὰ τὰ αὐτὰ δὲ τήν τε Νίκην καὶ τὴν Ἶριν καὶ τὸν Ἔρωτα καὶ τὸν Ἑρμῆν. Πίνδαρος δὲ ἐν προσοδίοις πάντας τούς θεούς ἐποίησεν, ὁπότε ὑπὸ Τυφῶνος ἐδιώκοντο, οὐκ ἀνθρώποις ὁμοιω- θέντας, ἀλλὰ τοῖς ἀλόγοις ζῴοις· ἐρασθέντα δὲ Πασιφάης Δία γενέσθαι μὲν ταῦρον, νῦν δὲ ἀετὸν καὶ κύκνον. διʼ ὧν τὴν πρὸς τὰ ζῷα τιμὴν οἱ παλαιοὶ ἐνεδείκνυντο· καὶ ἔτι μᾶλλον, ὅταν τὸν Δία θρέψαι λέγωσιν αἶγα. Κρησὶ δὲ νόμος ἦν Ῥα- δαμάνθυος, ὅρκον ἐπάγεσθαι πάντα τὰ ζῷα. οὐδὲ Σωκράτης τὸν κύνα καὶ τὸν χῆνα ὀμνύς ἔπαιζεν, ἀλλὰ κατὰ τὸν τοῦ Διὸς καὶ Δίκης παῖδα ἐποιεῖτο τὸν ὅρκον, οὐδὲ παίζων ὁμοδούλους αὐτοῦ ἔλεγεν τοὺς κύκνους. αἰνίσσεται δὲ καὶ ὁ μῦθος ὡς ὁμό- ψυχά ἐστιν ἡμῖν, καὶ χόλῳ μὲν θεῶν μεταβαλεῖν ἐξ ἀνθρώπων εἰς ζῴα, μεταβαλόντας δὲ λοιπὸν ἐλεεῖσθαι καὶ φιλεῖσθαι. τοιαῦτα γὰρ τὰ περὶ δελ- φίνων λεγόμενα καὶ τὰ περὶ ἀλκυόνων ἀηδόνων τε
139
καὶ χελιδόνων.

αὐχεῖ δὲ καὶ τῶν παλαιῶν ἕκαστος, ὅστις εὐτύχησεν τῆς ἐκ ζῴων ἀνατροφῆς, οὐχ οὕ- τως τούς πατέρας ὡς τούς 'ανθρεψαμ;ενους, ὁ μὲν λύκαιναν, ὁ δὲ ἔλαφον, ἄλλος αἶγα, ἄλλος μέλιτ- ταν, Σεμίραμις δὲ τὰς περιστεράς, Κῦρος δὲ κύνα, κύκνον δὲ Θρᾷξ, καὶ τοὔνομα τοῦ θρέψαντος ἔφε- ρεν. ὅθεν καὶ θεοῖς ἐπωνυμίαι, Διονύσῳ μὲν Εἰρα- φιώτης, Ἀπόλλωνι δὲ Λύκειος καὶ Δελφίνιος, Ποσει- δῶνι δὲ Ἵππιος, καὶ Ἀθηνᾷ Ἵππία. ἡ δʼ Ἑκάτη ταῦρος, κύων, λέαινα ἀκούουσα μᾶλλον ὑπακούει. εἱ δʼ ὅτι θύοντες αὐτὰ κατεσθίουσι, διὰ τοῦτο ὥσπερ αὐτοὺς παραμυθούμενοι ἄλογα λέγουσιν, εἴποιεν ἂν καὶ οἱ τοὺς πατέρας ἑστιώμενοι Σκύθαι ἀλόγους εἶναι τοὺς πατέρας.

διὰ μὲν τούτων καὶ ἄλλων, ὧν ἐξῆς μνησθησόμεθα τὰ τῶν παλαιῶν ἐπιτρέχοντες, δείκνυται λογικὰ ὄντα τὰ ζῷα, τοῦ λόγου ἐν τοῖς πλείστοις ἀτελοῦς μὲν ὄντος, οὐ μὴν παντελῶς ἐστερημένου. τῆς δὲ δικαιοσύνης πρὸς τὰ λογικὰ οὕσης, καθάπερ φασὶν οἱ ἀντιλέγοντες, πῶς οὐχὶ καὶ πρὸς ταῦτα εἴη ἂν ἡμῖν τὸ δέκαιον; οὐ γὰρ καὶ πρὸς τὰ φυτὰ παρατενοῦμεν τὸ τῆς δικαιο- σύνης, διὰ. τὸ φαίνεσθαι πολὺ τὸ πρὸς τὸν λόγον ἀσύγκλωστον. καίτοι κἀνταῦθα τοῖς καρποῖς χρῆ- σθαι εἰώθαμεν, οὐ μὴν σὺν τοῖς καρποῖς κατακό- πτειν καὶ τὰ πρέμνα· τὸν δὲ σιτικὸν καρπὸν καὶ τὸν τῶν χεδρόπων αὐανθέντα καὶ εἰς γῆν πίπτοντα καὶ τεθνηκότα συλλέγομεν. ζῴων δὲ τὰ θνησείδια οὐκ ἄν τις προσενέγκαιτο· ὥστε πολύ τὸ ἄδικον ἐν τούτοις. ἀρχὴν δέ, ὡς καὶ Πλούταρχός φησιν, οὐκ ἐπεὶ δεῖταί τινων ἡμῶν ἡ φύσις καὶ χρώμεθα τού- τοις, ἤδη ἐπὶ πᾶν προακτέον καὶ πρὸς πάντα τὴν ἀδικίαν. δίδωσι μὲν γὰρ καὶ παρέχει τοῖς ἀναγκαίοις

140
τὴν ἄχρι τινὸς βλάβην, εἴ γε βλάβη τὸ λαμβάνειν τι παρὰ τῶν φυτῶν, καίτοι ζώντων μενόντων· τὸ δʼ ἐκ περιουσίας καὶ πρὸς ἡδονὴν ἀπολλύειν ἕτερα καὶ φθείρειν τῆς παντελοῦς ἦν ἀγριότητος καὶ ἀδικίας· καὶ ἡ τούτων ἀποχὴ οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ εὖ ζῆν ἡμᾶς ἠλάττου. εἰ μὲν γὰρ ὡς ἀέρος καὶ ὕδατος φυτῶν τε καὶ καρπῶν, ὧν ἄνευ ζῆν ἀδύνατόν ἐστιν, οὕτω φόνου ζῴων καὶ βρώσεως σαρκῶν ἐτυγχάνομεν δεόμενοι πρὸς τὸν βίον, ἀναγκαίαν ἡ φύσις συμπλοκὴν εἶχεν ἂν πρὸς ταύτην τὴν ἀδικίαν· εἰ δὲ πολλοὶ μὲν ἱε- ρεῖς θεῶν, πολλοὶ δὲ βασιλεῖς βαρβάρων ἁγνεύον- τες, ἄπειρα δὲ γένη ζῴων τὸ παράπαν οὐ θιγγά- νοντα τῆς τοιαύτης τροφῆς ζῶσιν καὶ τυγχάνουσι τοῦ κατὰ φύσιν τέλους, πῶς οὐκ ἔστιν ἄτοπος ὁ κελεύων, εἴ τισιν ἀναγκαζοίμεθα πολεμεῖν, μηδὲ οἷς ἔξεστιν εἰρηνικῶς ὁμιλεῖν, ἀλλὰ ἢ πρὸς μηθὲν τῇ δικαιοσύνῃ χρωμένους ζῆν, ἢ πρὸς πάντα χρω- μένους μὴ ζῆν; ὥσπερ οὖν ἐπʼ ἀνθρώπων ὁ μὲν αὐτοῦ σωεηρίας ἕνεκα καὶ παίδων καὶ πατρίδος ἢ χρήματά τινων παραιρούμενος ἢ χώραν ἐπιτρίβων καὶ πόλιν ἔχει πρόσχημα τῆς ἀδικίας τὴν ἀνάγκην, ὅστις δὲ ταῦτα δρᾷ διὰ πλοῦτον ἢ κόρον ἢ ἡδονὰς τρυφώσας καὶ ἀποπληρώσεις οὐκ ἀναγκαίων πορι- ζόμενος ἐπιθυμιῶν, ἄμικτος εἶναι δοκεῖ καὶ ἀκρα- τὴς καὶ πονηρός, οὕτως τὰς μὲν εἰς φυτὰ βλάβας καὶ πυρὸς καὶ ναμάτων ἀναλώσεις κουράς τε προ- βάτων καὶ γάλα βοῶν τε ἐξημέρωσιν καὶ κατάζευξιν ἐπὶ σωτηρίᾳ καὶ διαμονῇ τοῖς χρωμένοις ὁ θεὸς δίδωσι συγγνώμην. ζῷα δὲ ὑπάγειν σφαγαῖς καὶ μαγειρεύειν ἀναπιμπλαμένους φόνου, μὴ τροφῆς ἢ πληρώσεως χάριν, ἀλλʼ ἡδονῆς καὶ λαιμαργίας ποι-
141
ουμένους τέλος, ὑπερφυὲς ὡς ἄνομον καὶ δεινόν. ἀρκεῖ γάρ, ὅτι μηδὲν πονεῖν δεομένοις χρώμεθα προκάμνουσι καὶ μοχθοῦσιν,
  • ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονάς,
  • ὡς Αἰσχύλος φησίν,
  • ἀντίδουλα καὶ πόνων ἐκδέκτορα
  • χειρωσάμενοι καὶ καταζεύξαντες.

    ὁ δὲ ἀξιῶν ἡμᾶς ὄψῳ μὴ χρῆσθαι βοΐ, μηδὲ πνεῦμα καὶ ζωὴν διολ- λύντας καὶ διαφθείροντας ἡδύσματα πλησμονῆς καὶ καλλωπίσματα προστίθεσθαι τραπέζης, τίνος ἀναγ- καίου πρὸς σωτηρίαν ἢ καλοῦ πρὸς ἀρετὴν ἀφαι- ρεῖται τὸν βίον; οὐ μὴν ἀλλὰ καὶ τοῖς ζῴοις τὰ φυτὰ παραβάλλειν κομιδῇ βίαιον. τὰ μὲν γὰρ αἰσθάνε- σθαι πέφυκε καὶ ἀλγεῖν καὶ φοβεῖσθαι καὶ βλάπτε- σθαι, διʼ ὃ καὶ ἀδικεῖσθαι· τοῖς δὲ οὐθέν ἐστιν αἰσθητόν, οὕτως δὲ οὐδὲ ἀλλότριον οὐδὲ κακὸν οὐδὲ βλάβη τις οὐδὲ ἀδικία. καὶ γὰρ οἰκειώσεως πάσης καὶ ἀλλοτριώσεως ἀρχὴ τὸ αἰσθάνεσθαι. τὴν δὲ οἰ- κείωσιν ἀρχὴν τίθενται δικαιοσύνης οἱ ἀπὸ Ζήνω- νος. πῶς δὲ οὐκ ἄλογον, πολλούς τῶν ἀνθρώπων ἐπʼ αἰσθήσει μόνον ζῶντας ὁρῶντας, νοῦν δὲ καὶ λόγον οὐκ ἔχοντας, πολλούς δὲ πάλιν ὠμότητι καὶ θυμῷ καὶ πλεονεξίᾳ τὰ φοβερώτατα τῶν θηρίων ὑπερβεβληκότας, παιδοφόνους καὶ πατροκτόνους, τυράννους καὶ βασιλέων ὑπουργούς, πρὸς μὲν τού- τους οἴεσθαι δίκαιόν τι εἶναι ἡμῖν, πρὸς δὲ τὸν ἀρο- τῆρα βοῦν καὶ τὸν σύντροφον κύνα καὶ τὰ γάλακτι μὲν τρέφοντα, κουρᾷ δὲ κοσμοῦντα θρέμματα μη- δὲν εἶναι, πῶς οὐ παραλογώτατόν ἐστιν;

    ἀλλʼ ἐκεῖνο νὴ Δία τοῦ Χρυσίππου πιθανὸν ἦν, ὡς ἡμὰς αὐτῶν καὶ ἀλλήλων οἱ θεοὶ χάριν ἐποιήσαντο, ἡμῶν δὲ τὰ ζῷα, συμπολεμεῖν μὲν ἵππους καὶ συνθηρεύειν κύ-

    142
    νας, ἀνδρείας δὲ γυμνάσια παρδάλεις καὶ ἄρκτους καὶ λέοντας. ἡ δὲ ὗς, ἐνταῦθα γάρ ἐστιν τῶν χα- ρίτων τὸ ἥδιστον, οὐ διʼ ἄλλο τι πλὴν θύεσθαι ἐγε- γόνει, καὶ τῇ σαρκὶ τὴν ψυχὴν ὁ θεὸς οἷον ἄλας ἐνέμιξεν, εὐοψίαν ἡμῖν μηχανώμενος. ὅπως δὲ ζω- μοῦ καὶ παραδειπνίων ἀφθονίαν ἔχωμεν, ὄστρεα τε παντοδαπὰ καὶ πορφύρας καὶ ἀκαλήφας καὶ γένη πτηνῶν ποικίλα παρεσκεύασεν, οὐκ ἀλλαχόθεν, ἀλλʼ ὡς αὐτοῦ μέγα μέρος ἐνταῦθα τρέψας εἰς γλυκυθυ- μίας, τὰς τιτθὰς ὑπερβαλόμενος καὶ καταπυκνώσας ταῖς ἡδοναῖς καὶ ἀπολαύσεσιν τὸν περίγειον τόπον. ὅτῳ δὴ ταῦτα δοκεῖ τι τοῦ πιθανοῦ καὶ θεῷ πρέπον- τος μετέχειν, σκοπείτω, τί πρὸς ἐκεῖνον ἐρεῖ τὸν λόγον, ὅν Καρνεάδης ἔλεγεν· ἕκαστον τῶν φύσει γεγονότων ὅταν τοῦ πρὸς ὃ πέφυκε καὶ γέγονε τυγ- χάνῃ τέλους, ὡφελεῖται. κοινότερον δὲ τὸ τῆς ὠφε- λείας, ἣν εὐχρηστίαν οὗτοι λέγουσιν, 'ἀκουστέον. ἡ δὲ ὗς φύσει γέγονε πρὸς τὸ σφαγῆναι καὶ κατα- βρωθῆναι· καὶ τοῦτο πάσχουσα τυγχάνει τοῦ πρὸς ὃ πέφυκε, καὶ ὠφελεῖται. καὶ μὴν εἰ πρὸς ἀνθρώ- πων χρῆσιν ὁ θεὸς μεμηχάνηται τὰ ζῷα, τί χρησό- μεθα μυίαις, ἐμπίσι, νυκτερίσιν, κανθάροις, σκορ- πίοις, ἐχίδναις; ὧν τὰ μὲν ὁρᾶν εἰδεχθῆ καὶ θιγ- γάνειν μιαρὰ καὶ κατʼ ὀδμὰς δυσανάσχετα καὶ φθέγ- γεται δεινὸν καὶ ἀτερπές, τὰ δʼ ἄντικρυς ὀλέθρια τοῖς ἐντυγχάνουσι· φαλαίνας τε καὶ πρίστεις καὶ τὰ ἄλλα κήτη, ἃ μυρία βόσκειν Ὅμηρός φησιν ἀγάστον- νον Ἀμφιτρίτην, τί οὐκ ἐδίδαξεν ἡμᾶς ὁ δημιουρ- γός, ὅπῃ χρήσιμα τῇ φύσει γέγονεν; εἰ δὲ οὐ πάντα φασὶν ἡμῖν καὶ διʼ ἡμᾶς γεγονέναι, πρὸς τῷ σύγ- χυσιν ἔχειν πολλὴν καὶ ἀσάφειαν τὸν διορισμὸν οὐδὲ ἐκφεύγομεν τὸ ἀδικεῖν, ἐπιτιθέμενοι καὶ χρώ-
    143
    μενοι βλαβερῶς τοῖς οὐ διʼ ἡμᾶς, ἀλλʼ ὥσπερ ἡμεῖς κατὰ φύσιν γεγενημένοις. ἐῶ λέγειν ὅτι τῇ χρείᾳ τὸ πρὸς ἡμὰς ὁρίζοντες οὐκ ἄν φθάνοιμεν ἑαυτούς ἕνεκα τῶν ὀλεθριωτάτων ζῴων, οἷα κροκόδειλοι καὶ φάλαιναι καὶ δράκοντες, γεγονέναι συγχωροῦντες. ἡμῖν μὲν γὰρ οὐθὲν ἀπʼ ἐκείνων ὑπάρχει τὸ παρά- παν ὠφελεῖσθαι τὰ δὲ ἁρπάζοντα καὶ διαφθείροντα τούς παραπίπτοντας ἀνθρώπους, βορᾷ χρῆται, μη- δὲν ἡμῶν κατὰ τοῦτο δρῶντα χαλεπώτερον, πλὴν ὅτι τὰ μὲν ἔνδεια καὶ λιμὸς ἐπὶ ταύτην ἄγει τὴν ἀδι- κίαν, ἡμεῖς δὲ ὕβρει καὶ τρυφῆς ἕνεκα παίζοντες πολλάκις ἐν θεάτροις καὶ κυνηγεσίοις τὰ πλεῖστα τῶν ζῴων φονεύομεν. ἐξ ὧν δὴ καὶ τὸ μὲν φονι- κὸν καὶ θηριῶδες ἡμῶν ἐπερρώσθη καὶ τὸ πρὸς οἶκτον ἀπαθές, τοῦ δʼ ἡμέρου τὸ πλεῖστον ἀπήμ- βλυναν οἱ πρῶτοι τοῦτο τολμήσαντες. οἱ δὲ Πυ- θαγόρειοι τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο τοῦ φιλανθρώπου καὶ φιλοικτίρμονος. ὥστε πῶς οὐχ οὗτοι πρὸς δικαιοσύνην μᾶλλον ἤγει- ραν ἢ οἱ φθείρεσθαι λέγοντες ἐκ τούτων τὴν συν- ήθη δικαιοσύνην; ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμιένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον.