De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

δεικτέον δὲ καὶ τὸν ἐντὸς αὐτῶν καὶ ἐν- διάθετον. φαίνεται δὲ ἡ παραλλαγή, ὡς φησί που καὶ Ἀριστοτέλης, οὐκ οὐσίᾳ διαλλάττουσα, ἀλλʼ ἐν τῷ μᾶλλον καὶ ἧττον θεωρουμένη· καθάπερ πολλοὶ οἴονται καὶ τὴν θεῶν πρὸς ἡμὰς ἐξηλλάχθαι, οὐ κατʼ οὐσίαν οὔσης τῆς διαφορὰς ταύτης, ἀλλὰ κατὰ

130
τὸ ἀκριβὲς ἢ μὴ τοῦ λόγου. καὶ ὅτι μὲν ἄχρι γε αἰ- σθήσεως τῆς τε ἄλλης ὀργανώσεως τῆς τε κατὰ τὰ αἰ- σθητήρια καὶ τῆς κατὰ σάρκα ὁμοίως ἡμῖν διάκειται, πᾶς σχεδὸν συγκεχώρηκεν. καὶ γὰρ οὐ μόνον τῶν κατὰ φύσιν παθῶν τε καὶ κινημάτων τῶν διὰ τού- των ὁμοίως ἡμῖν κεκοινώνηκεν, ἀλλʼ ἤδη καὶ τῶν παρὰ φύσιν καὶ νοσωδῶν ἐν αὐτοῖς θεωρουμένων. οὐκ ἂν δέ τις εὖ φρονῶν διὰ τὸ ἐξηλλαγμένον τῆς ἕξεως τοῦ σώματος ἄδεκτα λογικῆς εἴποι διαθέσεως, ὁρῶν καὶ ἐπʼ ἀνθρώπων πολλὴν τὴν παραλλαγὴν τῆς ἕξεως κατά τε γένη καὶ ἔθνη, καὶ ὅμως λογι- κούς συγχωρῶν πάντας. ὄνος μέν γε κατάρρῳ ἁλίσκεται, κἂν εἰς πνεύμονα αὐτῷ ῥυῇ τὸ νόσημα, ἀποθνήσκει ὥσπερ ἄνθρωπος· ἵππος δὲ καὶ ἔμπυος γίνεται καὶ φθίνει, ὥσπερ ἄνθρωπος, καὶ τέτανος λαμβάνει ἵππον καὶ ποδάγρα καὶ πυρετὸς καὶ λύσσα, ὁπότε καὶ κατωπιᾶν λέγεται. καὶ ἡ κύουσα ἵππος, ἐπειδὰν ὀσφρήσηται λύχνου ἀπεσβεσμένου, ἀμβλί- σκει ὡς ἄνθρωπος. πυρέττει δὲ καὶ βοῦς καὶ μαίνεται, καθάπερ καὶ ὁ κάμηλος. κορώνη δὲ ψωριᾷ καὶ λεπριᾷ, ὡς καὶ κύων οὗτος μέν γε καὶ ποδαγριᾷ καὶ λυσσᾷ. ὗς δὲ βραγχᾷ, καὶ ἔτι μᾶλ- λον κύων, καὶ τὸ πάθος ἐν ἀνθρώπῳ ἀπὸ τοῦ κυνὸς κυνάγχη κέκληται. καὶ ταῦτα μὲν γνώριμεα, ἐπεὶ σύννομα ταῦτα ἡμῖν τὰ ζῷα, τῶν δὲ ἄλλων ἐσμὲν ἄπειροι διὰ τὸ ἀσύνηθες. καὶ εὐνουχιζόμενα δὲ μαλακίζεται· οἱ μέν γε ἀλεκτρυόνες οὐδὲ ᾄδου- σιν ἔτι, ἀλλὰ τὴν φωνὴν ἐπὶ τὸ θῆλυ μεταβάλ- λουσιν ὥσπερ ἄνθρωποι, βοός τε κέρατα καὶ φω- νὴν οὐκ ἔστι διαγνῶναι τομίου καὶ θήλεος· οἱ δὲ ἔλαφοι οὐκ ἔτι ἀποβάλλουσι τὰ κέρατα, ἀλλὰ συνέ- χουσιν, ὡς εὐνοῦχοι τὰς τρίχας, μὴ ἔχοντες δὲ οὐ
131
φύουσιν, ὥσπερ οἱ πρὶν πώγωνα φῦσαι ἐκτμηθέν- τες. οὕτως σχεδὸν ἀπάντων τὰ σώματα ὁμοίως τοῖς ἡμετέροις κατὰ τὰ πάθη.