De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

οὐ τοίνυν οὐδὲ ἐκεῖνα ἔλαθεν ἡ τῶν ἀνθρώπων φωνή, οὐκ ὀργιζομένων, οὐ φιλο- φρονουμένων, οὐ καλούντων, οὐχ ἡ διώκουσα, οὐχ ἡ αἰτοῦσα, οὐχ ἡ διδοῦσα, οὐδὲ μία ἀπλῶς, ἀλλὰ πάσαις οἰκείως ὑπήκουσαν. ὅπερ ἀδύνατον ποιεῖν μὴ τοῦ ὁμοίου τῇ συνέσει τῷ ὁμοίῳ ἐνεργοῦντος. σωφρονίζονται δὲ καὶ μέλεσιν καὶ ἥμεροι ἐξ ἀγρίων γίγνονται ἔλαφοι καὶ ταῦροι καὶ ἕτερα ζῷα. δια- λεκτικῆς μὲν γὰρ αὐτοὶ φασὶν οἱ τὸ ἄλογον αὐτῶν καταψηφιζόμενοι ἐπαΐειν τούς κύνας, κεχρῆσθαί τε

129
τῷ θεὰ πλειόνων διεζευγμένῳ ἰχνεύοντας, ὅταν εἰς τριόδους ἀφίκωνται. ἤτοι γὰρ ταύτην ἢ ἐκείνην ἢ τὴν ἑτέραν ἀπεληλυθέναι τὸ θηρίον οὔτε δὲ ταύτην, οὔτε ταύτην· ταύτην ἄρα, καθʼ ὓν λοιπὸν καὶ διώκειν. ἀλλʼ ἕτοιμον λέγειν φύσει ταῦτα ποιεῖν ὅ τι μηδεὶς αὐτὰ ἐξεδίδαξεν, ὡς δὴ καὶ ἡμῶν τὸν λόγον οὐ φύσει κεκληρωμένων, εἰ καί τινα τίθεμεν τῶν ὀνομάτων αὐτοὶ διὰ τὸ καὶ πρὸς τοῦτο ἐπιτηδείως ἔχειν κατὰ φύσιν. εἰ μέντοι πιστεύειν δεῖ Ἀριστοτέλει, καὶ διδάσκοντα ὤφθη οὐ μόνον τῶν ἄλλων τι ποιεῖν τὰ τέκνα τὰ ζῷα, ἀλλὰ καὶ φθέγγεσθαι, ὡς ἀηδὼν τὸν νεοττὸν ᾄδειν. καὶ ὡς αὐτός γε φησίν, πολλὰ μὲν παρʼ ἀλλήλων μανθάνει ζῷα, πολλὰ δὲ καὶ παρʼ ἀνθρώπων, καὶ πᾶς αὐτῷ ἀληθεύοντι μαρτυρεῖ, πᾶς μὲν πωλοδάμνης, πᾶς δὲ ἱπποκόμος τε καὶ ἱππεὺς καὶ ἡνίοχος, πᾶς δὲ κυνηγέτης τε καὶ ἐλε- φαντιστὴς καὶ βουκόλος καὶ οἱ τῶν θηρίων διδά- σκαλοι οἵ τε τῶν ὀρνίθων πάντες. ἀλλʼ ὁ μὲν εὐγνώμων καὶ ἐκ τούτων μεταδίδωσι συνέσεως τοῖς ζῴοις, ὁ δὲ ἀγνώμων καὶ ἀνιστόρητος αὐτῶν φέρε- ται συνεργῶν αὐτοῦ τῇ εἰς αὐτὰ πλεονεξίᾳ. καὶ πῶς γὰρ οὐκ ἔμελλεν κακολογήσειν καὶ διαβαλεῖν ἃ κατακόπτειν ὡς λίθον προῄρηται; ἀλλʼ Ἀριστο- τέλης γε καὶ Πλάτων Ἐμπεδοκλῆς τε καὶ Πυθαγό- ρας Δημόκριτός τε καὶ ὅσοι ἐφρόντισαν τὴν ἀλή- θειαν περὶ αὐτῶν ἑλεῖν, ἔγνωσαν τὸ μετέχον τοῦ λόγου.