De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

ἀλλʼ ἐκεῖνο νὴ Δία τοῦ Χρυσίππου πιθανὸν ἦν, ὡς ἡμὰς αὐτῶν καὶ ἀλλήλων οἱ θεοὶ χάριν ἐποιήσαντο, ἡμῶν δὲ τὰ ζῷα, συμπολεμεῖν μὲν ἵππους καὶ συνθηρεύειν κύ-

142
νας, ἀνδρείας δὲ γυμνάσια παρδάλεις καὶ ἄρκτους καὶ λέοντας. ἡ δὲ ὗς, ἐνταῦθα γάρ ἐστιν τῶν χα- ρίτων τὸ ἥδιστον, οὐ διʼ ἄλλο τι πλὴν θύεσθαι ἐγε- γόνει, καὶ τῇ σαρκὶ τὴν ψυχὴν ὁ θεὸς οἷον ἄλας ἐνέμιξεν, εὐοψίαν ἡμῖν μηχανώμενος. ὅπως δὲ ζω- μοῦ καὶ παραδειπνίων ἀφθονίαν ἔχωμεν, ὄστρεα τε παντοδαπὰ καὶ πορφύρας καὶ ἀκαλήφας καὶ γένη πτηνῶν ποικίλα παρεσκεύασεν, οὐκ ἀλλαχόθεν, ἀλλʼ ὡς αὐτοῦ μέγα μέρος ἐνταῦθα τρέψας εἰς γλυκυθυ- μίας, τὰς τιτθὰς ὑπερβαλόμενος καὶ καταπυκνώσας ταῖς ἡδοναῖς καὶ ἀπολαύσεσιν τὸν περίγειον τόπον. ὅτῳ δὴ ταῦτα δοκεῖ τι τοῦ πιθανοῦ καὶ θεῷ πρέπον- τος μετέχειν, σκοπείτω, τί πρὸς ἐκεῖνον ἐρεῖ τὸν λόγον, ὅν Καρνεάδης ἔλεγεν· ἕκαστον τῶν φύσει γεγονότων ὅταν τοῦ πρὸς ὃ πέφυκε καὶ γέγονε τυγ- χάνῃ τέλους, ὡφελεῖται. κοινότερον δὲ τὸ τῆς ὠφε- λείας, ἣν εὐχρηστίαν οὗτοι λέγουσιν, 'ἀκουστέον. ἡ δὲ ὗς φύσει γέγονε πρὸς τὸ σφαγῆναι καὶ κατα- βρωθῆναι· καὶ τοῦτο πάσχουσα τυγχάνει τοῦ πρὸς ὃ πέφυκε, καὶ ὠφελεῖται. καὶ μὴν εἰ πρὸς ἀνθρώ- πων χρῆσιν ὁ θεὸς μεμηχάνηται τὰ ζῷα, τί χρησό- μεθα μυίαις, ἐμπίσι, νυκτερίσιν, κανθάροις, σκορ- πίοις, ἐχίδναις; ὧν τὰ μὲν ὁρᾶν εἰδεχθῆ καὶ θιγ- γάνειν μιαρὰ καὶ κατʼ ὀδμὰς δυσανάσχετα καὶ φθέγ- γεται δεινὸν καὶ ἀτερπές, τὰ δʼ ἄντικρυς ὀλέθρια τοῖς ἐντυγχάνουσι· φαλαίνας τε καὶ πρίστεις καὶ τὰ ἄλλα κήτη, ἃ μυρία βόσκειν Ὅμηρός φησιν ἀγάστον- νον Ἀμφιτρίτην, τί οὐκ ἐδίδαξεν ἡμᾶς ὁ δημιουρ- γός, ὅπῃ χρήσιμα τῇ φύσει γέγονεν; εἰ δὲ οὐ πάντα φασὶν ἡμῖν καὶ διʼ ἡμᾶς γεγονέναι, πρὸς τῷ σύγ- χυσιν ἔχειν πολλὴν καὶ ἀσάφειαν τὸν διορισμὸν οὐδὲ ἐκφεύγομεν τὸ ἀδικεῖν, ἐπιτιθέμενοι καὶ χρώ-
143
μενοι βλαβερῶς τοῖς οὐ διʼ ἡμᾶς, ἀλλʼ ὥσπερ ἡμεῖς κατὰ φύσιν γεγενημένοις. ἐῶ λέγειν ὅτι τῇ χρείᾳ τὸ πρὸς ἡμὰς ὁρίζοντες οὐκ ἄν φθάνοιμεν ἑαυτούς ἕνεκα τῶν ὀλεθριωτάτων ζῴων, οἷα κροκόδειλοι καὶ φάλαιναι καὶ δράκοντες, γεγονέναι συγχωροῦντες. ἡμῖν μὲν γὰρ οὐθὲν ἀπʼ ἐκείνων ὑπάρχει τὸ παρά- παν ὠφελεῖσθαι τὰ δὲ ἁρπάζοντα καὶ διαφθείροντα τούς παραπίπτοντας ἀνθρώπους, βορᾷ χρῆται, μη- δὲν ἡμῶν κατὰ τοῦτο δρῶντα χαλεπώτερον, πλὴν ὅτι τὰ μὲν ἔνδεια καὶ λιμὸς ἐπὶ ταύτην ἄγει τὴν ἀδι- κίαν, ἡμεῖς δὲ ὕβρει καὶ τρυφῆς ἕνεκα παίζοντες πολλάκις ἐν θεάτροις καὶ κυνηγεσίοις τὰ πλεῖστα τῶν ζῴων φονεύομεν. ἐξ ὧν δὴ καὶ τὸ μὲν φονι- κὸν καὶ θηριῶδες ἡμῶν ἐπερρώσθη καὶ τὸ πρὸς οἶκτον ἀπαθές, τοῦ δʼ ἡμέρου τὸ πλεῖστον ἀπήμ- βλυναν οἱ πρῶτοι τοῦτο τολμήσαντες. οἱ δὲ Πυ- θαγόρειοι τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο τοῦ φιλανθρώπου καὶ φιλοικτίρμονος. ὥστε πῶς οὐχ οὗτοι πρὸς δικαιοσύνην μᾶλλον ἤγει- ραν ἢ οἱ φθείρεσθαι λέγοντες ἐκ τούτων τὴν συν- ήθη δικαιοσύνην; ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμιένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον.

ναί, φασίν, ἀλλʼ ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον, οὕτως ὑπάρχοντί γε τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρ- χειν, καὶ μὴ μόνην ἐν τοσοῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην, ὥσπερ ἡμῶν μὴ τοῦτο συγχωρούντων ἢ πολύ τὸ ἄλογον ἐπιδεικνύν- των ἐν τοῖς οὖσιν. πολύ γὰρ δήπου καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι, καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως· ἀλλὰ πᾶν εὐ-

144
θὺς τὸ ἄψυχον, ἄλογον ὂν καὶ ἀνόητον, ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν, ἀλλὰ τὴν ἔμ- ψυχον φύσιν ἔχειν τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, ἕτερος ἀξιώσει τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φαν- ταστικόν, τὸ δὲ ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθη- τικόν, τὸ δὲ ἀναίσθητον, ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐ- τὸν ἡ φύσις ἔχῃ γένος, οἷον ἰσορρόπους. ἀλλʼ ἄτοπον τοῦτό γε. εἰ δὲ ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύ- χου τὸ μὲν αἰσθανόμενον, τὸ δὲ ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον, τὸ δὲ ἀφαντασίωτον, ὅτι πᾶν ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φαν- ταστικὸν πέφυκεν, οὐδʼ οὕτως ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου, τὸ δὲ ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηθὲν οἰομένους αἰ- σθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδʼ εἶναι ζῷον ᾧ μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ ὁρμὴ κατὰ φύσιν πάρεστιν. ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς λέγου- σιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχειν καὶ αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν, ἀλλὰ ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν, ὄντων δὲ ἀλλοτρίων, οὐδὲ ἀκα- ρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι, τοῖς δὲ συμφέρεσθαι. τὴν μὲν οἦν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει, τὰς δὲ ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπη- ρῶν, οὐδεμία μηχανὴ παρεῖναι τοῖς μὴ λογίζεσθαί τι καὶ κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πε- φυκόσιν. ὧν γὰρ ἂν ἀφέλῃς παντάπασι προσδοκίαν, μνήμη, πρόθεσιν, παρασκευήν, τὸ ἐλπίζειν, τὸ
145
δεδοικέναι, τὸ ἐπιθυμεῖν, τὸ ἀσχάλλειν, οὔτε ὀμ- μάτων ὄφελος παρόντων οὔτε ὤτων, αἰσθήσεως τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλ- γεῖν, ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων, ὡς οὐδὲ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει. καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευο- μένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτʼ αὖθις ἐπανῆλθεν καὶ μετα- θεῖ καὶ διώκει τῶν προειρημένων ἕκαστον ἀναλε- γόμενος· ᾗ καὶ λέλεκται,

νοῦς ὁρᾷ, νοῦς ἀκούει, τὰ δʼ ἄλλα κωφὰ καὶ τυφλά ὡς τοῦ περὶ τὰ ὄμματα καὶ τὰ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. διʼ ὃ καὶ Κλεομένης ὁ βασιλεὺς παρὰ πότον εὐδοκιμοῦν- τος ἀκροάματος, ἐρωτηθεὶς εἴ οἱ φαίνεται σπουδαῖον, ἐκέλευεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοπον- νήσῳ τὸν νοῦν ἔχειν. ὅθεν ἀνάγκη πᾶσιν οἷς τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν.

ἀλλʼ ἔστω μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὐτῆς ἔργον· ἀλλʼ ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τὸ ἀλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἤδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καὶ μὴ παρόντων ὅπως παρέσται μηχανώμενον ἐν αὐτοῖς, καὶ παρα- σκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρα- τρα καὶ πάλιν οὖ τοῖς ἀλοῦσιν ἀποδράσεις τῶν ἐπι- τιθεμένων; καίτοιγε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν [*](14. οἶμαι Ἡράκλειτον τοῦτο λέγειν.)

146
ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν πρόθεσιν ὁριζό- μενοι σημείωσιν ἐπιτελειώσεως, τὴν δʼ ἐπιβολὴν ὁρμὴν πρὸ ὁρμῆς, παρασκευὴν δὲ πρᾶξιν πρὸ πρά- ξεως, μνήμην δὲ κατάληψιν ἀξιώματος παρεληλυ- θότος, οὐ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη. τού- των γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν· ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν ἐννοίας καλοῦσιν, κινουμένας δὲ διανοήσεις. τὰ δὲ πάθη σύμπαντα κοινῶς κρίσεις φαύλας καὶ δόξας ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα, πολλὰ μὲν θυμῶν, πολλὰ δὲ φόβων καὶ νὴ Δία φθόνων καὶ ζηλοτυπιῶν. αὐτοὶ δὲ κύ- νας ἁμαρτόντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κε- νῆς, ἀλλʼ ἐπὶ σωφρονισμῷ, λύπην διʼ ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. ἡδο νῆς δὲ τῆς μὲν διʼ ὤτων ὄνομα κήλησίς ἐστιν, τῆς δὲ διʼ ὀμμάτων γοητεία. χρῶνται δὲ ἑκατέραις ἐπὶ τὰ θηρία· κηλοῦνται μὲν ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ αὐλοῖς, καὶ τούς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται μελιζόμενοι ταῖς σύριγξι, καὶ τὴν θρίσ- σαν ᾀδόντων ἀναδύεσθαι καὶ προιέναι λέγουσιν. οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήτε ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευά- ζεσθαι μήτε μνημονεύειν, ἀλλʼ ὡσανεὶ μνημονεύειν τὴν μέλιτταν καὶ ὡσανεὶ παρασκευάζεσθαι τὴν ἀη- δόνα καὶ ὡσανεὶ θυμοῦσθαι τὸν λέοντα καὶ ὡσαν- εὶ φοβεῖσθαι τὸν ἔλαφον, οὐκ οἶδα τί χρήσονται. τοῖς λέγουσι μηδὲ βλέπειν μηδὲ ἀκούειν, ἀλλʼ ὡσαν- εὶ βλέπειν αὐτὰ καὶ ὡσανεὶ ἀκούειν, μηδὲ φω- νεῖν ἀλλʼ ὡσανεὶ φωνεῖν, μηδὲ ὅλως ζῆν ἀλλʼ ὡσαν- εὶ ζῆν. ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγό-
147
μένα παρὰ τὴν ἐνάργειαν ὁμοίως, ὡς ὁ εὐγνώμων ἂν πεισθείη. ὅταν δὲ τοῖς ἀνθρωπίνοις ἤθεσιν καὶ βίοις καὶ πράξεσιν καὶ διαίταις τὰ τῶν ζῴων παρα- τιθεὶς πολλὴν ἐνορῶ φαυλότητα, καὶ τῆς ἀρετῆς, πρὸς ἣν ὁ λόγος γέγονεν, μηδένα τῶν ζῴων ἔμφανῆ στοχασμὸν μηδὲ προκοπὴν μηδὲ ὄρεξιν, ἀποροίην ἂν πῶς ἡ φύσις δέδωκε τὴν ἀρχὴν τοῖς ἐπὶ τὸ τέ- λος ἐξικέσθαι μὴ δυναμένοις· ἡ τοῦτο μὲν οὐδʼ ἐκείνοις ἄτοπον εἶναι δοκεῖ. τὴν γοῦν πρὸς τὰ ἔκ- γονα φιλοστοργίαν, ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὐ φασὶν αὐτοῖς οὐδʼ ἀξιοῦσι μετεῖναι δικαιοσύνης· ἡμιόνοις δὲ τῶν γεν- νητικῶν μορίων οὐδὲν ἐνδεῖ καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθʼ ἡδονῆς τούτοις ἔχουσαι, πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δὲ ἄλλως μὴ καταγέλαστόν ἐστι τοὺς Σωκράτεις καὶ τούς Πλάτωνας καὶ τούς Ζήνωνας οὐδὲν ἐλαφρο- τέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φά- σκειν, ἀλλʼ ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ κα- θαρὸν μηδʼ ἀπηκριβωμένον πρὸς ἀρετήν, ὡς στέρη- σιν οὐχὶ φαυλότητα λόγου καὶ ἀσθένειαν προσεῖναι, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται. καὶ γὰρ δειλίαν πολ- λοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ὑπάρχουσαν.

ὁ δὲ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει, πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύ- σει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν. ἔπειτα τὴν διαφορὰν ἐμποδών οὖσαν οὐ συνορᾷ.

148
λόγος μὲν γὰρ ἐγγίνεται φύσει, σπουδαῖος δὲ ὁ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας. διʼ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστι, τὴν δὲ ὀρ- θότητα καὶ σοφίαν οὐδὲ ἄνθρωπον εἰπεῖν κεκτημέ- νον ἔχουσι, κἂν μυρίοι δὲ ὦσιν. ὥσπερ ὄψεώς ἐστιν πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν· οὐ γὰρ ὁμοίως ἑέρακες βλέπουσι καὶ τέττιγες, οὐδὲ ἀετοὶ πέτονται καὶ πέρδικες· οὕτως οὐδὲ παντὶ λο- γικῷ μέτεστιν ὡσαύτως τῆς δεχομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος. ἐπιδείγματά γε πολλὰ κοι- νωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τούς πορισμούς καὶ τὰς οἰκονομίας, ὥσπερ᾿ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας, δειλίας, ἀβελτερίας, ἔνεστιν αὐ- τοῖς. ὅθεν καὶ ζητήσεις τινὲς συνίστανεαι, τῶν μὲν τὰ χερσαῖα προῆχθαι λεγόντων, τῶν δὲ τὰ θαλάττια. καὶ δῆλόν ἐστι παραβαλλομένων ἵππων χερσαίων τοῖς ποταμίοις· οἱ μὲν γὰρ τρέφουσι τούς πατέρας, οἱ δὲ κτείνουσιν, ἵνα τὰς μητέρας ὀχεύωσι· καὶ πε- ριστεραῖς πάλιν περδίκων· οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσδεχομένης τὴν ὀχείαν οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν ἐν μέρει θάλποντες, καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἂν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τούς νεοττούς. ὄνοις δὲ καὶ προ- βάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότη- τος, οὐλ οἶδ᾿ ὅπως παρεῖδε τὰς λύγκας καὶ τὰς χε- λιδόνας· ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτου- σαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελι- δόνες ἔξω στρεφομένους διδάσκουσαι τούς νεοττούς ἀφιέναι τὸ περίττωμα. καὶ μὴν δένδρον δένδρου οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον, οὐδὲ
149
λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέον- τος· ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βρα- δύτερον οὐκ ἔστιν, οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδὲ ἀκρατέστερον, ὅπου μὴ φύσει πᾶσιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δὲ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποί- ηκεν. ἀλλʼ οὐ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμα- θείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων. καὶ γὰρ ἐκείνων πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ, τοῦτο δὲ ὄψεως ῥώμῃ καὶ ἀκοῆς ἀκριβείᾳ πάντας ἀνθρώπους ἀπολέλοιπεν ἀλλʼ οὐ διὰ τοῦτο κωφὸς οὐδὲ τυφλὸς οὐδὲ ἀδύνατος ὁ ἄνθρωπός ἐστιν ἀλλὰ καὶ θέομεν, εἰ καὶ βραδύτερον ἐλάφων, καὶ βλέπομεν, εἰ καὶ χεῖρον ἱεράκων· ἰσχύος τε καὶ μεγέθους ἡ φύσις ἡμᾶς οὐκ ἀπεστέρησεν, καίτοι τὸ μηδὲν ἐν τούτοις πρὸς ἐλέφαντα καὶ κάμηλον ὄντας. οὐκοῦν ὁμοίως μηδὲ τὰ θηρία λέγωμεν, εἰ νωθρότερον φρονεῖ καὶ κάκιον διανοεῖται, μὴ διανοεῖσθαι μηδὲ φρονεῖν ὅλως μηδὲ κεκτῆσθαι λόγον, ἀσθενῆ δὲ κεκτῆσθαι καὶ θολερόν, ὥσπερ ὀφθαλμὸν ἀμβλυώττοντα καὶ τεταραγμένον.

εἰ δὲ μὴ πολλὰ ἦν πολλοῖς συνηγ- μένα καὶ εἰρημένα, μυρία ἂν παρηγάγομεν εἰς ἐπί- δειξιν τῆς τῶν ζῴων εὐφυΐας. ἐκεῖνο δʼ ἔτι σκε- πτέον. ἔοικεν γὰρ τοῦ πεφυκότος ἢ μέρους ἢ δυνά- μεως κατὰ φύσιν τι δέχεσθαι, τοῦ αὐτοῦ εἶναι καὶ εἰς τὸ παρὰ φύσιν ἐμπίπτειν πηρωθὲν ἢ νοσῆσαν, ὥσπερ ὀφθαλμοῦ μὲν εἰς τυφλότητα ἐμπίπτειν, σκέ- λους δὲ εἰς χωλότητα, καὶ γλώττης εἰς ψελλότητα, ἄλλου δὲ μηδενός. οὐ γὰρ ἔστι τυφλότης μὴ πεφυ- κότος ὁρᾶν, οὐδὲ χωλότης μὴ πεφυκότος βαδίζειν,

150
ψελλόν τε καὶ ἄναυδον καὶ τραυλὸν μὴ γλῶσσαν ἐχόντων οὐδʼ ἂν παραπαίοντα ἢ παράφρονα εἴποις οὐδὲ μαινόμενον, ᾧ μὴ τὸ φρονεῖν καὶ διανοεῖσθαι καὶ λογίζεσθαι κατὰ φύσιν ὑπῆρχεν. οὐ γὰρ ἔστιν ἐν πάθει γενέσθαι μὴ κεκτημένον δύναμιν, ἧς τὸ πά- θος ἢ στέρησις ἢ πήρωσις ἤ τις ἄλλη κάκωσίς ἔστιν. ἀλλὰ μὴν ἐντετύχηκάς γε λυττώσαις κυσίν, ἔτι δὲ καὶ ἵπποις· ἔνιοι δὲ καὶ βοῦς φασὶ μαίνεσθαι καὶ ἀλώπεκας. ἀρκεῖ δὲ τὸ τῶν κυνῶν ἀναμφισβή- τητον γάρ ἐστι, καὶ μαρτυρεῖ λόγον καὶ διάνοιαν ἔχειν οὐ φαύλην τὸ ζῷον, ἧς ταραττομένης καὶ συγ- χεομένης ἡ λεγομένη λύσσα καὶ μανία πάθος ἐστίν. οὕτε γὰρ ὄψιν ἀλλοιουμένην αὐτοῖς οὔτε ἀκοὴν ὁρῶ- μεν, ἀλλʼ ὥσπερ ἀνθρώπου μελαγχολῶντος ἢ πα- ρακόπτοντος ὁ μὴ λέγων ἐξεστάναι καὶ διεφθορέναι τὸ φρονοῦν καὶ λογιζόμενον καὶ μνημονεῦον ἄτοπός ἐστιν· καὶ γὰρ ἡ συνήθεια ταῦτά τε κατηγορεῖ τῶν παραφρονούντων, μὴ εἶναι παρʼ αὐτοῖς ἀλλὰ ἐκ- πεπτωκέναι τῶν λογισμῶν· οὕτως ὁ τούς λυττῶντας κύνας ἄλλο τι πεπονθέναι νομίζων, ἀλλʼ οὐχὶ τοῦ φρονεῖν πεφυκότος καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀναπεπλησμένου ταραχῆς καὶ παραπεπτωκότος, ἀγνο- εἰν τὰ φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συν- τρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γιγνόμενον ἔξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.

τὰ μὲν δὴ τοῦ Πλουτάρχου ἐν πολλοῖς βιβλίοις πρὸς τούς ἀπὸ τῆς στοὰς καὶ τοῦ περιπάτου εἰς ἀπάντησιν εἰρημένα ἐστὶν τοιαῦτα. Θεόφραστος δὲ καὶ τοιούτῳ κέχρηται λόγῳ.

τοὺς ἐκ τῶν αὐ- τῶν γεννηθέντας, λέγω δὲ πατρὸς καὶ μητρός, οἰκείους εἶναι φύσει φαμὲν ἀλλήλων καὶ τοίνυν

151
καὶ τούς ἀπὸ τῶν αὐτῶν προπατόρων σπαρέντας οἰκείους ἀλλήλων εἶναι νομίζομεν, καὶ μέντοι καὶ τοὺς ἑαυτῶν πολίτας τῷ τῆς τε γῆς καὶ τῆς πρὸς ἀλλήλους ὁμιλίας κοινωνεῖν. οὐ γὰρ ἐκ τῶν αὐ- τῶν ἔτι τούς τοιούτους ἀλλήλοις φύντας οἰκείους αὐτοῖς εἶναι κρίνομεν, εἰ μὴ ἄρα τινὲς τῶν πρώτων αὐτοῖς προγόνων οἱ αὐτοὶ τοῦ γένους ἀρχηγοὶ πε- φύκασιν ἢ ἀπὸ τῶν αὐτῶν. οὕτω δέ, οἶμαι, καὶ τὸν Ἐλληνα μὲν τῷ Ἕλληνι, τὸν δὲ βάρβαρον τῷ βαρβάρῳ, πάντας δὲ τούς ἀνθρώπους ἀλλήλοις φα- μεὲν οἰκείους τε καὶ συγγενεῖς εἶναι δυοῖν θάτερον, ἢ τῷ προγόνων εἶναι τῶν αὐτῶν, ἢ τῷ τροφῆς καὶ ἠθῶν καὶ ταὐτοῦ γένους κοινωνεῖν. οὕτως δὲ καὶ τούς πάντας ἀνθρώπους ἀλλήλοις τίθεμεν καὶ συγ- γενεῖς. καὶ μὴν πᾶσι τοῖς ζῴοις αἵ γε τῶν σωμά- των ἀρχαὶ πεφύκασιν αἱ αὐταί. λέγω δὲ οὐκ ἐπὶ τὰ στοιχεῖα ἀναφέρων τὰ πρῶτα· ἐκ τούτων μὲν γὰρ καὶ τὰ φυτά ἀλλʼ οἷον σπέρμα, σάρκας καὶ τὸ τῶν ὑγρῶν τοῖς ζῴοις σύμφυτον γένος. πολύ δὲ μᾶλλον τῷ τὰς ἐν αὐτοῖς ψυχὰς ἀδιαφόρους πεφυκέναι, λέγω δὴ ταῖς ἐπιθυμίαις καὶ ταῖς ὀργαῖς, ἔτι δὲ τοῖς λο- γισμοῖς, καὶ μάλιστα πάντων ταῖς αἰσθήσεσιν. ἀλλʼ ὥσπερ τὰ σώματα, οὕτω καὶ τὰς ψυχὰς τὰ μὲν ἀπη- κριβωμένας ἔχει τῶν ζῴων, τὰ δὲ ἧττον τοιαύτας, πᾶσί γε μὴν αὐτοῖς αἱ αὐταὶ πεφύκασιν ἀρχαί. δη- λοῖ δὲ ἡ τῶν παθῶν οἰκειότης· εἰ δὲ ἀληθές ἐστι τὸ λεγόμενον, ὡς ἡ τῶν ἠθὼν γένεσίς ἐστι τοιαύτη, φρονοῦσι μὲν ἅπαντα φῦλα, διαφέρουσι δὲ ταῖς ἀγωγαῖς τε καὶ ταῖς τῶν πρώτων κράσεσι, παντά- πασιν ἂν οἰκεῖον εἴη καὶ συγγενὲς ἡμῖν τὸ τῶν λοι- πῶν ζῴων γένος. καὶ γὰρ τροφαὶ αἱ αὐταὶ πᾶσιν αὐτοῖς καὶ πνεύμιατα, ὡς Κὐριπίδης, καὶ φοινίους
152
ἔχει ῥοὰς τὰ ζῷα πάντα καὶ κοινοὺς ἀπάντων δεί- κνυσι γονεῖς οῦρανὸν καὶ γῆν.

ὥστε συγγενῶν ὄν- των, εἰ φαίνοιτο κατὰ Πυθαγόραν καὶ ψυχὴν τὴν αὐτὴν εἰληχότα, δικαίως ἄν τις ἀσεβὴς κρίνοιτο τῶν οἰκείων τῆς ἀδικίας μὴ ἀπεχόμενος. οὐ μὴν ὅτι τινὰ ἄγρια αὐτῶν, διὰ τοῦτο τὸ οἰκεῖον ἀποκέ- κοπται. οὐθὲν γὰρ ἧττον, ἀλλὰ καὶ μᾶλλον τῶν ἀνθρώπων ἔνιοι κακοποιοί τε τῶν πλησίον εἰσὶ καὶ φέρονται πρὸς τὸ βλάπτειν τὸν ἐντυχόντα καθάπερ ὑπό τινος πνοῆς τῆς ἰδίας φύσεως καὶ μοχθηρίας· διʼ ὃ καὶ ἀναιροῦμεν τούτους, οὐ μέντοι ἀποκόπτο- μεν τὴν πρὸς τὸ ἥμερον σχέσιν. οὕτως οὖν, εἰ κα τῶν ζῴων τινὰ ἄγρια, ἐκεῖνα μὲν ὡς τοιαῦτα ἀναν- ρετέον καθάπερ καὶ τούς τοιούτους ἀνθρώπους, τῆς δὲ πρὸς τὰ λοιπὰ καὶ ἡμερώτερα σχέσεως οὐκ ἀπο- στατέον· ἑκατέρως δὲ οὐδέτερα βρωτέον, ὡς οὐδὲ τοὺς ἀδίκους τῶν ἀνθρώπων. νῦν δὲ πολύ τὸ ἄδι- κον ποιοῦμεν ἀναιροῦντες μὲν καὶ τὰ ἥμερα, ὅτι καὶ τὰ ἄγρια καὶ τὰ ἄδικα, ἐσθίοντες δὲ τὰ ἥμερα· κατʼ ἄμφω γὰρ ἄδικοι, ὅτι ἥμερα ὄντα ἀναιροῦμεν καὶ ὅτι ταῦτα θοινώμεθα, καὶ ψιλῶς ὁ τούτων θά- νατος εἰς τὴν βορὰν ἔχει τὴν ἀναφοράν. προσθείη δʼ ἄν τις τούτοις καὶ τὰ τοιαῦτα. ὁ γὰρ λέγων ὅτι. ὁ παρεκτείνων τὸ δίκαιον ἄχρι τῶν ζῴων φθείρει τὸ δίκαιον, ἀγνοεῖ ὡς αὐτὸς οὐ τὴν δικαιοσύνην διασώζει, ἀλλʼ ἡδονὴν ἐπαύξει, ἥ ἐστι δικαιοσύνῃ πολέμιον. ἡδονῆς γοῦν οὔσης τέλους, δείκνυται δικαιοσύνη ἀναιρουμένη. ἐπεὶ ὅτι τὸ δίκαιον συναύ- ξεται διὰ τῆς ἀποχῆς τίνι οὐ δῆλον; ὁ γὰρ ἀπεχό- μενος παντὸς ἐμψύχου, κὰν μὴ τῶν συμβαλλόντων αὐτῷ εἰς κοινωνίαν, πολλῷ μᾶλλον πρὸς τὸ ὁμο- γενὲς τῆς βλάβης ἀφέξεται. οὐ γὰρ ὁ τὸ γένος φι-

153
λῶν τὸ εἶδος μισήσει, ἀλλὰ μᾶλλον ὅσῳ μεῖζον τὸ γένος τὸ τῶν ζῴων, τοσούτῳ καὶ πρὸς τὸ μέρος καὶ τὸ οἰκεῖον ταύτην διασώσει. ὁ τοίνυν τὴν οἰκείω- σιν πεποιημένος πρὸς τὸ ζῷον, οὗτος καὶ τό τι ζῷον οὐκ ἀδικήσει· ὁ δὲ μόνον περιγράψας ἐν ἀνθρώπῳ τὸ δίκαιον ἕτοιμός ἐστιν ὡς ἐν στενῷ ἀπορρῖψαι τὴν ἔφεξιν τῆς ἀδικίας. ὥστε καὶ τοῦ Σωκρατικοῦ ὄψου ἥδιον τὸ Πυθαγόρειον. ὁ μὲν γὰρ ὄψον τροφῆς τὸ πεινῆν ἔλεγε, Πυθαγόρας δὲ τὸ μηθένα ἀδικεῖν καὶ ἐφηδύνειν δικαιοσύνῃ τὸ ὄψον. ἡ γὰρ φυγὴ τῆς ἐμψύχου τροφῆς φυγὴ ἦν τῶν περὶ τὴν τροφὴν ἀδικημάτων. οὐ γὰρ δὴ μὴ μετὰ κακώσεως ἑτέρου τὴν ἑαυτῶν σωτηρίαν ἀμήχανον ἡμῖν ὁ θεὸς ἐποίη- σεν· ἐπεὶ οὕτω γε τὴν φύσιν ἡμῖν ἀρχὴν ἀδικίας προσετίθει· μήποτε δὲ καὶ ἀγνοεῖν οὗτοι ἐοίκασι τὸ ἰδίωμα τῆς δικαιοσύνης, ὅσοι ἐκ τῆς πρὸς ἀνθρώ- πους οἰκειώσεως εἰσάγειν ταύτην ᾠήθησαν· αὕτη μὲν γὰρ φιλανθρωπία τις ἂν εἴη. ἡ δὲ δικαιοσύνη ἐν τῷ ἀφεκτικῷ καὶ ἀβλαβεῖ κεῖται παντὸς ὅτου οὖν τοῦ μὴ βλάπτοντος. καὶ οὕτως γε νοεῖται ὁ δίκαιος, οὐκ ἐκείνως· ὡς διατείνειν τὴν δικαιοσύνην καὶ ἄχρι τῶν ἐμψύχων κειμένην ἐν τῷ ἀβλαβεῖ. διʼ ὃ καὶ ἡ οὐσία αὐτῆς ἐν τῷ τὸ λογιστικὸν ἄρχειν τοῦ ἀλόγου, ἕπεσθαι δὲ τὸ ἄλογον. ἄρχοντος γὰρ τού- του, τοῦ δʼ ἑπομένου, πᾶσα ἀνάγκη ἀβλαβῆ εἶναι πρὸς πᾶν ὅτι οὖν ἄνθρωπον. συνεσταλμένων γὰρ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν καὶ ὀργῶν μεμα- ρασμένων, τοῦ δὲ λογισμοῦ τὴν οἰκείαν ἔχοντος ἀρχήν, εὐθύς ἡ ὁμοίωσις ἕπεται ἡ πρὸς τὸ κρεῖτ- τον. τὸ δὲ ἐν τῷ παντὶ κρεῖττον πάντως ἦν ἀβλα- βές, καὶ αὐτὸ μὲν διὰ δύναμιν καὶ σωστικὸν πάν- των καὶ εὐποιητικὸν πάντων καὶ ἀπροσδεὲς πάν-
154
των· ἡμεῖς δὲ διὰ μὲν δικαιοσύνην ἀβλαβεῖς πάν- των, διὰ δὲ τὸ θνητὸν ἐνδεεῖς τῶν ἀναγκαίων. ἡ δὲ τῶν ἀναγκαίων λῆψις οὐ βλάπτει οὔτε φυτά, ὅταν ἃ ἀποβάλλουσι λἅβωμεν, οὔτε καρπούς, ὅταν τεθνηκότων χρησώμεθα τοῖς καρποῖς, οὔτε πρόβατα, ὅταν διὰ τῆς κουρᾶς αὐτὰ μᾶλλον ὀνήσωμεν καὶ τοῦ γάλακτος κοινωνήσωμεν παρέχοντες αὐτοῖς τὴν ἐξ ἡμῶν ἐπιμέλειαν. διʼ ὃ προσπίπτει ὁ δίκαιος οἷον ἐλαττωτικὸς ἑαυτοῦ τῶν κατὰ σῶμα, οὐκ ἀδικεῖ δὲ ἑαυτόν· αὔξεται γὰρ τῇ τούτου παιδαγωγίᾳ καὶ ἐγκρα- τείᾳ τὸ ἐντὸς ἀγαθόν, τοῦτʼ ἔστιν ἡ πρὸς θεὸν ὁμοίωσις.

οὔτε τοίνυν ἡδονῆς οὔσης τέλους ἡ ὄν- τως σώζεται δικαιοσύνη, οὔτε τῶν ἃ κατὰ φύσιν συμπληρούντων τὴν εὐδαιμονίαν, ἢ ἐκκειμένων γε πάντων. ἐν πολλοῖς γὰρ τὰ τῆς ἀλόγου κινήματα φύσεως καὶ αἰ χρεῖαἱ ἀδικίας κατάρχει. αὐτίκα τῆς ζῳοφαγίας ἐδεήθησαν, ἵνα τὴν φύσιν, ὡς φασίν, διαφυλάξωσιν ἀλύπητον καὶ ἀνενδεᾶ ὧν ὀρέγεται. τοῦ δʼ ὁμοιοῦσθαι θεῷ ὄντος τέλους ὡς ἔνι μάλιστα, σώζεταιτὸ ἀβλαβὲς ἐν ἅποσιν. ὅνπερ τοίνυν τρόπον ὁ πάθεσιν ἀγόμενος πρὸς μόνα τέκνα καὶ γυναῖκα ἀβλα- βής, τῶν δὲ ἄλλων καταφρονητικὸς καὶ πλεονέκτης, ὡς ἂν τοῦ ἀλόγου κρατοῦντος ἐν αὐτῷ, πρὸς τὰ θνητὰ ἐγείρεται καὶ ταῦτα ἐκπλήττεται ὁ δὲ λόγῳ ἀγόμενος καὶ πρὸς πολίτην τηρεῖ τὸ ἀβλαβὲς καὶ ἔτι μᾶλλον πρὸς ξένους καὶ πρὸς πάντας ἀνθρώπους, ὁ τὴν ἀλογίαν ἔχων ὑπήκοον, καὶ αὐτὸς παρʼ ἐκεί- νους λογικώτερος, διὰ ταῦτα δὲ καὶ θειότερος· οὕ- τως ὁ μὴ μόνον στήσας τὸ ἀβλαβὲς ἐν ἀνθρώποις, παρατείνας δὲ καὶ εἰς τὰ ἄλλα ζῷα μᾶλλον ὅμοιος θεῷ, καὶ εἰ ἄχρι φυτῶν δυνατόν, ἔτι μᾶλλον σώζει τὴν εἰκόνα. εἰ δὲ μή, ἀλλʼ ἐντεῦθέν γε τὸ τῆς φύ-

155
σεως ἡμῶν ἐλάττωμα, ἐντεῦθεν τὸ θρηνούμενον πρὸς τῶν παλαιῶν, ὡς

τοίων ἔκ τʼ ἐρίδων ἔκ τε νεικέων γενόμεσθα, ὅτι τὸ θεῖον ἀκήρατον καὶ ἐν πᾶσιν ἀβλαβὲς σώζειν οὐ δυνάμεθα· οὐ γὰρ ἐν πᾶσιν ἦμεν ἀπροσδεεῖς· αἰτία δὲ ἡ γένεσις καὶ τὸ ἐν τῇ πενίᾳ ἡμὰς γενέσθαι, τοῦ πόρου ἀπορρυέντος. ἡ δὲ πενία ἐξ ἀλλοτρίων τὴν σωτηρίαν καὶ τὸν κόσμον, διʼ οὗ τὸ εἶναι ἐλάμβανεν, ἐκτᾶτο. ὅστις οὖν πλειόνων δεῖται τῶν ἔξωθεν, ἐπὶ πλέον τῇ πενίᾳ προσήλωται· καὶ ὅσῳ πλεόνων ἐνδεής, τοσούτῳ θεοῦ μὲν ἄμοιρος, πενίᾳ δὲ σύνοικος. τὸ γὰρ θεῷ ὅμοιον τῇ ὁμοιώσει εὐθύς πλοῦτον ἔχει τὸν ἀληθινόν. πλουτῶν δὲ οὐδεὶς καὶ χρῄζων μηδενὸς ἀδικεῖ ἕως γὰρ ἀδικεῖ, κἂν πάντα ἔχῃ χρήματα κἂν πάντα τῆς γῆς πλέθρα, πένης ἐστὶν πενίᾳὑπάρχων σύνοικος. διὰ ταῦτα δὴ καὶ ἄδικος καὶ ἄθεος καὶ ἀσεβὴς καὶ πάσῃ κακίᾳ ἔνοχος, ἧς τὴν ὑπά- στασινἡ πρὸς τήν ὕλην τῆς ψυχῆς πτῶσις κατὰ στέρη- σιν τοῦ ἀγαθοῦ παρήγαγεν. λῆρος οὖν πάντα, ἕως τις τῆς ἀρχῆς ἀπέσφαλται, καὶ ἐνδεὴς πάντων, ἕως οὐ πρὸς τὸν πόρον οὐ βλέπει, εἴκει τε τῷ θνητῷ τῆς φύσεως αὐτοῦ, ἕως τὸν ὄντως ἑαυτὸν οὐκ ἐγνώρισεν. δεινὴ δὲ ἡ ἀδικία πείθειν ἑαυτὴν καὶ δεκάζειν τοὺς ὑπʼ αὐτῆς συνεχομένους, διότι σύν ἡδονῇ προσομιλεῖ τοῖς τροφίμοις. ὥσπερ δὲ ἐν βίων αἱρέσεσιν ἀκρι- βέστερος κριτὴς ὁ πεῖραν ἀμφοῖν εἰληφὼς τοῦ θατέ- ρου πειραθέντος μόνου, οὅτως ἐν αἱρέσεσι καὶ φυ- γαῖς καθηκόντων ἀσφαλέστερος κριτὴς ὁ ἐκ τοῦ ἐπαναβεβηκότος κρίνων καὶ τὸ ἧττον τοῦ κάτωθεν κρίνοντος τὰ προκείμενα. ὥστε ὁ κατὰ νοῦν ζῶν τοῦ κατὰ τὴν ἀλογίαν ἀκριβέστερος ὁριστὴς ὧν τε αἱρετέον καὶ ὧν μή· διῆλθεν γὰρ καὶ διʼ ἀλογίας,

156
ἅτε ἐξ ἀρχῆς ταύτῃ προσομιλήσας ὁ δὲ ἄπειρος ὢν τῶν κατὰ νοῦν πείθει τούς ὁμοίους, παῖς ἐν παισὶ φλυαρῶν. ἀλλʼ εἰ πάντες, φασί, τούτοις πεισθεῖεν τοῖς λόγοις, τί ἡμῖν ἔσται; ἠ δῆλον ὡς εὐδαιμονή- σομεν, ἀδικίας μὲν ἐξορισθείσης ἀπʼ ἀνθρώπων, δικαιοσύνης δὲ πολιτευομένης καὶ παρʼ ἡμῖν, καθά- περ καὶ ἐν οὐρανῷ. νῦν δʼ ὅμοιον, ὡς εἰ αἱ Δαναΐδες ἠπόρουν τίνα βίον βιώσονται ἀπαλλαγεῖ- σσαι τῆς περὶ τὸν τετρημένον πίθον διὰ τοῦ κοσκί- νου λατρείας. τί γὰρ ἔσται ἀποροῦσιν, εἰ παυσαί- μεθα ἐπιφοροῦντες εἰς τὰ πάθη ἡμῶν καὶ τὰς ἐπι- θυμίας, ὧν τὸ πᾶν διαρρεῖ ἀπειρίᾳ τῶν καλῶν τὸν ἐπὶ τοῖς ἀναγκαίοις καὶ ὑπὲρ τῶν ἀναγκαίων στερ- γόντων ἡμῶν βίον. τί τοίνυν πράξομεν, ἐρωτᾷς, ὦ ἄνθρωπε; μιμησώμεθα τὸ χρυσοῦν γένος, μιμησώ- μεθα τοὺς ἐλευθερωθέντας. μεθʼ ὧν μὲν γὰρ Αἰδὼς καὶ Νέμεσις ἥ τε Δίκη ὁμιλεῖ, ὅτι ἠρκοῦντο τῷ ἐκ γῆς καρπῷ· καρπὸν γάρ σφισιν
  • ἔφερεν ζείδωρος ἄρουρα
  • αὐτομάτη πολλόν τε καὶ ἄφθονον.
  • οἱ δέ γε ἐλευθερωθέντες ἃ πάλαι τοῖς δεσπόταις ὑπηρετοῦντες ἐπόριζον, ταῦτα ἑαυτοῖς πορίζουσιν. οὐκ ἄλλως καὶ σύ τοίνυν ἀπαλλαγεὶς τῆς τοῦ σώ- ματος δουλείας καὶ τῆς τοῖς πάθεσι τοῖς διὰ τὸ σῶμα λατρείας, ὡς ἐκεῖνα ἔτρεφες παντοίως τοῖς ἔξωθεν, οὕτως αὐτὸν θρέψεις παντοίως τοῖς ἔνδο- θεν, δικαίως ἀπολαμβάνων τὰ ἴδια καὶ οὐκ ἔτι τὰ ἀλλότρια βίᾳ ἀφαιρούμενος.

    157

    Πρὸς μὲν ἁπάσας σχεδὸν τὰς σκήψεις τῶν τῇ μὲν ἀληθείᾳ ἀκρασίας ἕνεκα καὶ ἀκολασίας τὴν σαρκοφαγίαν προσεμένων, ἀπολογίας δὲ αὐτοῖς ἀναι- σχύντους πεπορικότων τὰς ἐκ τῆς ἐνδείας, ἣν πλέον ἢ χρῆν τῇ φύσει προσάπτουσι, διὰ τῶν εἰρημένων, ὦ Καστρίκιε, ἀπηντήσαμεν. λειπομένων δʼ ἔτι μερι- κῶν ζητήσεων, ὧν μάλιστα ἡ τοῦ συμφέροντος ἐπαγ- γελία ἐξαπατᾶ τούς ὑπὸ τῶν ἡδονῶν δεδεκασμένους, καὶ μὴν καὶ τῆς μαρτυρίας τοῦ μηδὲν μήτε τῶν σο- φῶν μήτε τι ἔθνος παραιτήσασθαι τὴν βρῶσιν ἱκα- νῶς εἰς μέγεθος τῆς ἀδικίας τούς ἀκούοντας προα- γούσης ὑπʼ ἀπειρίας τῆς ἀληθινῆς ἱστορίας, τὸν ἔλεγχον τούτων ποιεῖσθαι μέλλοντες, τὰς περὶ τοῦ συμφέροντος καὶ τῶν ἄλλων ζητημάτων λύσεις ἐκ- βαλεῖν πειρασόμεθα.

    ἀρξώμεθα δʼ ἀπὸ τῆς κατὰ ἔθνη τινῶν ἀποχῆς, ὧν ἡγήσονται τοῦ λόγου οἱ Ἕλληνες, ὡς ἂν τῶν μαρτυρούντων ὄντες οἰκειό- τατοι. τῶν τοίνυν συντόμως τε ὁμοῦ καὶ ἀκριβῶς τὰ Ἑλληνικὰ συναγαγόντων ἐστὶν καὶ ὁ περιπατη- τικὸς Δικαίαρχος, ὃς τὸν ἀρχαῖον βίον τῆς Ἑλλά- δος ἀφηγούμενος, τούς παλαιοὺς καὶ ἐγγύς θεῶν φησὶ γεγονότας, βελτίστους τε ὄντας φύσει καὶ τὸν ἄριστον ἐζηκότας βίον, ὡς χρυσοῦν γένος νομίζε- σθαι παραβαλλομένους πρὸς τοὺς νῦν, κιβδήλους καὶ φαυλοτάτης ὑπάρχοντας ὕλης, μηδὲν φονεύειν ἔμι- ψυχον. ὃ δὴ καὶ τοὺς ποιητὰς παριστάντας χρυ- σοῦν μὲν ἐπονομάζειν γένος, ἐσθλὰ δὲ πάντα, λέγειν,

    158
  • τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
  • αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐθε-
  • λημοὶ
  • ἥσυχοι ἔργʼ ἐνέμοντο σύν ἐσθλοῖσιν πολέεσσιν.
  • ἃ δὴ καὶ ἐξηγούμενος ὁ Δικαίαρχος τὸν ἐπὶ Κρόνου βίον τοιοῦτον εἶναι φησίν· εἰ δεῖ λαμβάνειν μὲν αὐτὸν ὡς γεγονότα καὶ μὴ μάτην ἐπιπεφημισμένον, τὸ δὲ λίαν μυθικὸν ἀφέντας, εἰς τὸ διὰ τοῦ λόγου φυσικὸν ἀνάγειν. αὐτόματα μὲν γὰρ πάντα ἐφύετο· εἰκότως. οὐ γὰρ αὐτοί γε κατεσκεύαζον οὐθὲν διὰ τὸ μήτε τὴν γεωργικὴν ἔχειν πω τέχνην μήθʼ ἑτέραν μηδεμίαν ἀπλῶς. τὸ δʼ αὐτὸ καὶ τοῦ σχολὴν ἄγειν αἴτιον ἐγίγνετο αὐτοῖς καὶ τοῦ διάγειν ἄνευ πόνων καὶ μερίμνης, εἰ δὲ τῇ τῶν γλαφυρωτάτων ἰατρῶν ἐπακολουθῆσαι δεῖ διανοίᾳ, καὶ τοῦ μὴ νοσεῖν. οὐθὲν γὰρ εἰς ὑγίειαν αὐτῶν μεῖζον παράγγελμα εὕροι τις ἂν ἢ τὸ μὴ ποιεῖν περιττώματα, ὧν διὰ παυτὸς ἐκεῖνοι καθαρὰ τὰ σώματα ἐφύλαττον. οὔτε γὰρ τῆς φύσεως ἰσχυροτέραν τροφήν, ἀλλ᾿ ἧς ἡ φύσις ἰσχυροτέρα, προσεφέροντο, οὔτε τὴν πλείω τῆς μετρίας διὰ τὴν ἑτοιμότητα, ἀλλʼ ὡς τὰ πολλὰ τὴν ἐλάττω τῇς ἱκανῆς διὰ τὴν σπάνιν. ἀλλὰ μην οὐδὲ πόλεμοι αὐτοῖς ἦσαν οὐδὲ στάσεις πρὸς ἀλλήλους. ἆθλον γὰρ οὐθὲν ἀξιόλογον ἐν τῷ μέσῳ προκείμενον ὑπῆρ- χεν, ὑπὲρ ὅτου τις ἂν διαφορὰν τοσαύτην ἐνεστή- σατο. ὥστε τὸ κεφάλαιον εἶναι τοῦ βίου συνέβαινεν σχολήν, ῥᾳθυμίαν ἀπὸ τῶν ἀναγκαίων, ὑγίειαν, εἰρήνην, φιλίαν. τοῖς δὲ ὑστέροις ἐφιεμένοις μεγά- λων καὶ πολλοῖς περιπίπτουσι κακοῖς ποθεινὸς εἰκό- τως ἐκεῖνος ὁ βίος ἐγίγνετο. δηλοῖ δὲ τὸ λιτὸν τῶν πρώτων καὶ αὐτοσχέδιον τῆς τροφῆς τὸ μεθύστερον ῥηθὲν ἅλις δρυός, τοῦ μεταβάλλοντος πρώτου, οἷα
    159
    εἰκός, τοῦτο φθεγξαμένου. ὕστερον ὁ νομαδικὸς εἰσῆλθεν βίος, καθʼ ὅν περιττοτέραν ἤδη κτῆσιν προσπεριεβάλοντο καὶ ζῴων ἥψαντο, κατανοήσαν- τες ὅτι τὰ μὲν ἀσινῆ ἐτύγχανεν ὄντα, τὰ δὲ κα- κοῦργα καὶ χαλεπά· καὶ οὕτω δὴ τὰ μὲν ἐτιθάσευ- σαν, τοῖς δὲ ἐπέθεντο, καὶ ἅμα ἐν τῷ αὐτῷ βίῳ συνεισῆλθε πόλεμος. καὶ ταῦτα, φησίν, οὐχ ἡμεῖς, ἀλλʼ οἱ τὰ παλαιὰ ἱστορίᾳ διεξελθόντες εἰρήκασιν. ἤδη γὰρ ἀξιόλογα κτήματα ἦν ὑπάρχοντα, οἱ μὲν ἐπὶ τὸ παρελέσθαι φιλοτιμίαν ἐποιοῦντο, ἀθροιζό- μενοί τε καὶ παρακαλοῦντες ἀλλήλους, οἱ δʼ ἐπὶ τὸ διαφυλάξαι. προϊόντος δὲ κατὰ μικρὸν οὕτω τοῦ χρόνου, κατανοοῦντες ἀεὶ τῶν χρησίμων εἶναι δο- κούντων, εἰς τὸ τρίτον τε καὶ γεωργικὸν ἐνέπεσον εἶ- δος. ταυτὶ μὲν Δικαιάρχου τὰ παλαιὰ τῶν Ἑλλη- νικῶν διεξιόντος μακάριόν τε τὸν βίον ἀφηγουμέ- νου τῶν παλαιοτάτων, ὄν οὐχ ἧττον τῶν ἄλλων καὶ ἡ ἀποχὴ τῶν ἐμψύχων συνεπλήρου. διʼ ὃ πό- λεμος οὐκ ἦν, ὡς ἂν ἀδικίας ἐξεληλαμένης· συνεισ- ῆλθεν δὲ ὕστερον καὶ πόλεμος καὶ εἰς ἀλλήλους πλεονεξία ἅμα τῇ τῶν ζῴων ἀδικίᾳ. ὃ καὶ θαυμα- στὸν τῶν τολμησάντων τὴν ἀποχὴν τῶν ζῴων ἀδι- κίας μητέρα εἰπεῖν, τῆς ἱστορίας καὶ τῆς πείρας ἅμα τῷ φόνῳ αὐτῶν τρυφήν τε καὶ πόλεμον καὶ ἀδικίαν συνεισελθεῖν μηνυούσης.