De abstinentia

Porphyrius

Porphyrius. Opuscula Tria. Nauck, August, editor. Leipzig: Teubner, 1860.

ὁ δὲ φύσει λέγων αὐτοῖς προσεῖναι ταῦτα ἀγνοεῖ λέγων ὅτι φύσει ἐστὶ λογικά, ἦ ὡς τοῦ λόγου μὴ φύσει ἐν ἡμῖν συνισταμένου, καὶ τῆς τελειώσεως μὴ καθὸ πεφύκαμεν τὴν αὔξη- σιν λαμβανούσης. τὸ μέν γε θεῖον οὐδὲ διὰ μαθήσεως λογικὸν γέγονεν· οὐ γὰρ ἦν ὅτε ἦν ἄλογον, ἀλλʼ ἅμα τε ἦν καὶ λογικὸν ἦν, καὶ οὐ κεκώλυται εἶναι λογικόν, ὅτι οὐ διὰ διδασκαλίας ἀνέλαβε τὸν λό- γον. καίτοι ἐπὶ τῶν ἄλλων ζῴων, καθάπερ ἐπὶ τῶν ἀνθρώπων, τὰ μὲν ἐν αὐτοῖς ἡ φύσις ἐδίδαξεν, τὰ δὲ ἤδη παρέσχε καὶ ἡ μάθησις διδάσκονται δὲ τὰ μὲν ὑπʼ ἀλλήλων, τὰ δέ, ὡς ἔφαμεν, ὑπὸ ἀν- θρώπων. καὶ ἔχει γε μνήμην, ἥπερ εἰς ἀνάληψιν λογισμοῦ καὶ φρονήσεως ἐτύγχανεν οὖσα κυριω- τάτη. εἰσὶ δὲ καὶ κακίαι ἄφθονοι ἐν αὐτοῖς, εἰ καὶ μὴ οὕτω κέχυνται ὥσπερ ἐν ἀνθρώποις· ἔστιν γὰρ αὐτῶν ἡ κακία κουφοτέρα τῆς ἀνθρώπων.

134
αὐτίκα ἀνὴρ μὲν οἰκοδόμος οἰκίας θεμέλια οὐκ ἂν καταβάλοιτο μὴ νήφων, οὐδὲ ναυπηγὸς νεὼς τρό- πιν μὴ ὑγιαίνων, οὐδὲ γεωργὸς ἄμπελον φυτεύσαι μὴ πρὸς τοῦτο τὸν νοῦν ἔχων· παιδοποιοῦνται δὲ σχεδὸν πάντες μεθύοντες. ἀλλʼ οὐ τά γε ζῷα· ζωογονεῖ δὲ τέκνων ἕνεκα, καὶ τὰ πλεῖστα, ὅταν ἐγκύμονα ποιήσῃ τὴν θήλειαν, οὔτε αὐτὰ ἐπιβαίνειν ἐπιχειρεῖ, οὔτε τὸ θῆλυ ἀνέχεται. ἡ δὲ ὕβρις ὅση ἐν τούτοις ἡ ἀνθρώπειος καὶ ἀκολασία δήλη. οἶδεν δὲ ἐπὶ τῶν ζῴων τὰς ὠδῖνας ὁ σύνοικος, καὶ συνω- δίνει γε τὰ πολλά, ὥσπερ καὶ ἀλεκτρυόνες· τὰ δὲ καὶ συνεκλέπει, ὡς ταῖς περιστεραῖς οἱ ἄρρενες· καὶ τόπου προνοεῖ, οὗ μέλλουσι τίκτειν. καὶ γεν- νῆσαν ἕκαστον ἐκκαθαίρει τὸ γεννώμενον καὶ ἑαυτό. παρατηρήσας δʼ ἄν τις κατίδοι καὶ σύν τάξει ἰόντα πάντα καὶ διαπαντῶντα μετὰ τού σαίνειν τῷ τρέ- φοντι καὶ ἐπιγιγνώσκειν τὸν δεσπότην καὶ μηνύειν τὸν ἐπίβουλον.

τὰ δὲ συναγελαστικὰ ὅπως τηρεῖ τὸ δίκαιον τὸ πρὸς ἄλληλα, τίς ἀγνοεῖ; τοῦτο μὲν μυρμήκων ἕκαστον, τοῦτο δὲ καὶ μελιττῶν καὶ τῶν ὁμοίων. τίς δὲ σωφροσύνης φαττῶν πρὸς τούς συνοίκους, αἳ καὶ μοιχευθεῖσαι ἀναιροῦσιν εἰ λάβοιεν τὸν μοιχεύσαντα, ἢ τῆς τῶν πελαρ- γῶν δικαιοσύνης πρὸς τοὺς τεκόντας ἀνήκοος; ἐξέχει γὰρ ἐν ἑκάστῳ ἰδία τις ἀρετὴ πρὸς ἣν πε- φυσίωται, οὔτε τῆς φύσεως οὔτε τοῦ βεβαίου διὰ τοῦτο ἀφαιρουμένου αὐτῶν τὸ λογικόν· ἐκεῖνο γὰρ ἐλέγχειν δεῖ, εἰ μὴ τὰ ἔργα ἀρετῶν καὶ λογικῆς ἐντρεχείας οἰκεῖα. εἰ δὲ μὴ συνίεμεν πῶς πράττε- ται διὰ τὸ μὴ εἰσδύνειν αὐτῶν εἰς τὸν λογισμὸν δύνασθαι, οὐ μέντοι διὰ τοῦτο ἀλογίαν αὐτῶν κατη- γορήσομεν. οὐδὲ γὰρ θεοῦ τις εἰς τὸν νοῦν δια-

135
δύναι δύναται· ἐκ δὲ τῶν ἔργων τοῦ θεοῦ συνῃνέ- σαμεν τοῖς νοερὸν καὶ λογικὸν αὐτὸν ἀποφηναμέ- νοις.

θαυμάσειε δʼ ἄν τις τούς τὴν δικαιοσύνην ἐκ τοῦ λογικοῦ συνιστάντας καὶ τὰ μὴ κοινωνοῦντα τῶν ζῴων ἄγρια καὶ ἄδικα λέγοντας, μηκέτι δὲ ἄχρι τῶν κοινωνούντων τὴν δικαιοσύνην ἐκτείνον- τας. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων οἴχεται τὸ ζῆν ἀρθείσης τῆς κοινωνίας, οὕτω κἀκείνοις. ὄρ- νιθες γοῦν καὶ κύνες καὶ πολλὰ τῶν τετραπόδων, οἷον αἶγες, ἵπποι, πρόβατα, ὄνοι, ἡμίονοι, τῆς μετὰ ἀνθρώπων κοινωνίας ἀφαιρεθέντα ἔρρει. καὶ ἡ δημιουργήσασα αὐτὰ φύσις ἐν χρείᾳ τῶν ἀνθρώ- πων κατέστησεν τούς τε ἀνθρώπους εἰς τὸ χρῄζειν αὐτῶν, τὸ δίκαιον ἔμφυτον αὐτοῖς τε πρὸς ἡμᾶς καὶ ἡμῖν πρὸς αὐτὰ κατασκευάσασα. εἰ δέ τινα πρὸς ἀνθρώπους ἀγριαίνει, θαυμαστὸν οὐδέν ἀλη- θὲς γὰρ ἦν τὸ τοῦ Ἀριστοτέλους, ὡς ἀφθονίαν εἰ τῆς τροφῆς πάντα ἐκέκτητο, οὔτʼ ἂν πρὸς ἄλληλα οὔτε πρὸς ἀνθρώπους ἔσχεν ἂν ἀγρίως· ταύτης γὰρ χάριν, καίτοι ἀναγκαίας καὶ εὐτελοῦς οὔσης, αἵ τε ἔχθραι καὶ αἰ φιλίαι αὐτοῖς, καὶ τοῦ τόπου ἕνεκα. ἄνθρωποι δὲ εἰ οὕτως εἰς στενὸν κομιδῇ κατεκέ- κλειντο ὡς τὰ ζῷα, πόσῳ ἂν 'ἀγριώτεροι καὶ τῶν δοκούντων ἀγρίων ἐγένοντο; διέδειξεν δὲ καὶ ὁ πόλεμος καὶ λιμός, ὅπου οὐδὲ γεύσασθαι φείδονται ἀλλήλων· καὶ ἄνευ γε πολέμου καὶ λιμοῦ τὰ σύν- τροφα καὶ ἥμερα τῶν ζῴων κατεσθίουσιν.

ἀλλὰ φαίη τις ἄν ὅτι ἐστὶ μὲν λογικά, οὐκ ἔχει δὲ πρὸς ἡμὰς τινὰ σχέσιν. καὶ μὴν διὰ τὸ ἄλογα εἶναι ἀφῄ- ρουν τὴν πρὸς αὐτὰ σχέσιν, ἐποίουν ἄλογα, ἔπειτα ἐκ τῆς χρείας ἦν ἀναπτόντων τὴν πρὸς αὐτὰ κοι- νωνίαν, οὐκ ἐκ τοῦ λόγου· ἡμῖν δὲ εἰ λογικὰ

136
προύκειτο δεῖξαι, οὐκ εἰ συνθήκας πρὸς ἡμιᾶς πε- ποίηται· ἐπεὶ καὶ τῶν ἀνθρώπων οὐ πᾶς ἡμῖν συν- τίθεται, καὶ οὐδεὶς τὸν μὴ συνθέμενον εἴποι ἂν ἄλογον. καίτοι τὰ πολλὰ καὶ ἐδούλευσεν ἀνθρώ- ποις, καί, ὡς ἔφη τις λέγων ὀρθῶς, δουλεύοντα ὑπʼ ἀγνωμοσύνης ἀνθρώπων ὅμως ὑπὸ σοφίας καὶ δικαιοσύνης τούς δεσπότας ὑπηρέτας καὶ ἐπιμεληχ- τὰς αὐτῶν πεποίηται. αἵ γε μὴν κακίαι αὐτῶν πρόδηλοι, ἐξ ὧν μάλιστα τὸ λογικὸν διαφαίνεται· καὶ γὰρ φθονοῦσιν καὶ ζηλοτυποῦσιν ὑπὲρ τῶν θη- λειῶν, αἵ τε θήλειαι ὑπὲρ τῶν ἀρρένων. μία δὲ αὐτοῖς κακία οὐχ ὑπάρχει, ἐπιβουλὴ τῷ εὐνοοῦντι, ἀλλὰ πᾶσα εὔνοια παντὶ οὖσο τυγχάνει· καὶ το- σοῦτον τῷ εὐνοοῦντι θαρρεῖ, ὡς ἕπεσθαι ἂν ἄγῃ τις, κἂν ἐπὶ σφαγὴν καὶ προῦπτον κίνδυνον· κἂν γὰρ μὴ διʼ αὐτά, διʼ ἑαυτὸν δέ τις αὐτὰ τρέφῃ, εὐνοεῖ τῷ κεκτημένῳ. ἄνθρωποι δὲ ἐπʼ οὐδένα οὕτως συνίστανται ὡς ἐπὶ τὸν τρέφοντα, καὶ οὐ- δένα οὕτως ἀποθνήσκειν εὔχονται ὡς τοῦτον.

οὕτω δʼ ἐστὶ λογιστικὰ ὦν δρᾷ, ὥστε πολλάκις ἐπιστά- μενα τὰ δελέατα ὅτι ἐπίβουλά ἐστι, διʼ ἀκρασίαν πρόσεισιν ἢ διὰ λιμόν. καὶ τὰ μὲν οὐκ εὐθέως προσῆλθεν, τὰ δὲ μέλλει καὶ πειρᾶται, εἰ δύναται ἀφελεῖν τὴν τροφὴν ἄνευ τοῦ περιπεσεῖν, καὶ πολ- λάκις κρατήσαντος τοῦ λογισμοῦ τὸ πάθος ἀπέστη· ἔνια δὲ καὶ ἐνυβρίσαντα καὶ προσουρήσαντα τῷ σοφίσματι τῶν ἀνθρώπων· τὰ δὲ ὑπὸ λιχνείας εἰ- δότα ὅτι ἀλώσεται, οὐ χεῖρον ἢ οἱ Ὀδυσσέως ἑταῖ- ροι περιεῖδε φαγόντα ἀποθανεῖν. οὐ κακῶς δέ τινες κάκ τῶν τόπων πεπείρανται πολλὰ δεικνύναι μᾶλλον ἡμῶν ἐμφρονέστερα, ὧν εἴληχεν. ὡς γὰρ τὰ κατὰ τὸν αἰθέρα οἰκοῦντά ἐστι λογικά, οὕτω φασὶ

137
τὰ τὸ μετʼ ἐκεῖνον εὐθέως πλησιάζον οἰκοῦντα, ὁποῖα τὰ ἐν ἀέρι, εἶτα τὰ ἔνυδρα διαφέρειν, εἶθʼ οὕτως τὰ ἐπίγεια· ὧν ἡμεῖς τὴν ὑποστάθμην οἰκοῦ- μεν· οὐ γὰρ δὴ ἐπὶ μὲν τῶν θεῶν κἀκ τοῦ τόπου τὸ κρεῖττον συλλογιζόμεθα, οὐχὶ δὲ καὶ ἐπὶ τῶν θνητῶν τὸ ὅμοιον θήσομεν.

ὅταν δὲ καὶ τέχνας ἀναλαμβάνῃ καὶ ταύτας ἀνθρωπίνας, ὀρχεῖσθαι μαν- θάνοντα καὶ ἡνιοχεῖν μονομαχεῖν τε καὶ καλοβατεῖν, ἤδη δὲ καὶ γράφειν καὶ ἀναγινώσκειν αὐλεῖν τε καὶ κιθαρίζειν καὶ τοξεύειν καὶ ἱππεύειν, ἔτι ἀμφισβη- τήσεις εἰ τὸ δεχόμενον ἔχει, τοῦ παραδεχθέντος ἐν αὐτοῖς θεωρουμένου; ποῦ γὰρ δέχεται, εἰ μὴ ὁ λόγος ὑπῆν ἐν ᾧ συνίστανται αἱ τέχναι; οὐδὲ γὰρ ὡς ψόφου τῆς φωνῆς ἡμῶν ἀκούει, ἀλλὰ καὶ τῶν· σημείων τῆς διαφορᾶς ἔστιν αὐτοῖς ἐπαίσθησις, ἥτις δὴ ἐκ συνέσεως λογικῆς παραγίνεται. ἀλλὰ κακῶς, φασί, ποιεῖ τὰ ἀνθρωπικά. οὐδὲ γὰρ ἄνθρωποι πάντες καλῶς· ἢ μάτην ἄν ἀγῶνα καὶ νικῶντες ἦσαν καὶ ἡττώμενοι. ἀλλʼ οὐ βουλεύονται, φασίν, οὐδʼ ἐκκλησιάζουσιν οὐδὲ δικάζουσιν. ἡ γὰρ ἄν- θρωποι, εἰπέ μοι, πάντες; οὐχὶ δὲ πολλοῖς, πρὶν βουλεύσονται, αἰ πράξεις; πόθεν δὲ καὶ ἐπιδείξειεν ἄν τις ὅτι οὐ βουλεύονται; τούτου μὲν γὰρ τεκμή- ριον οὐδεὶς εἰπεῖν ἔχει· τοῦ δʼ ἐναντίου οἱ κατὰ μέρος περὶ τῶν ζῴων συγγράφαντες ἔδειξαν. λοι- πὸν δὲ τὰ ἄλλα ἕωλα, ὅσα κατʼ αὐτῶν ῥητορεύεται· οἷον ὅτι πόλεις αὐτοῖς οὐκ εἰσίν οὐδὲ γὰρ τοῖς ἁμαξοβίοις Σκύθαις φήσω οὐδὲ τοῖς θεοῖς. οὐδὲ νόμοι γραπτοί, φασίν, παρὰ τοῖς ζῴοις· οὐδὲ γὰρ παρὰ ἀνθρώποις, ἄχρις εὐδαιμόνουν. Ἆπις δὲ λέ- γεται. πρῶτος νομοθετῆσαι παρʼ Ἕλλησιν, ὅτε ἐδεή- θησαν.

ἀνθρώύποις μὲν οὖν διὰ τὴν λαιμαργίαν οὐ

138
δοκεῖ λόγον ἔχειν τὰ ζῷα· θεοῖς δὲ καὶ θείοις ἀν- δράσιν ἐξ ἴσου τοῖς ἱκέταις τετίμηται. καὶ χρῶν γε ὁ θεὸς Ἀριστοδίκῳ τῷ Κυμαίῳ ἱκέτας τοὺς στρου- θούς αὐτοῦ ἔφη εἶναι. Σωκράτης δὲ καὶ ὤμνυεν κατʼ αὐτῶν, καὶ ἔτι πρὸ αὐτοῦ Ῥαδάμανθυς. Αἰ- γύπτιοι δὲ καὶ θεούς ἐνόμισαν, εἴτε ὄντως θεούς ἡγούμενοι, εἴτε ἐξεπίτηδες τὰ τῶν θεῶν εἴδη βου- πρόσωπα καὶ ὀρνιθοπρόσωπα καὶ τῶν ἄλλων ποι- οὐντες, ὅπως αὐτῶν ἐξ ἴσου καὶ τῶν ἀνθρώπων ἀπέχοιντο, εἴτε καὶ διʼ ἄλλας αἰτίας μυστικωτέρας. οὕτω δὴ καὶ οἱ Ἕλληνες τῷ μὲν τοῦ Διὸς ἀγάλ- ματι κριοῦ προσῆψαν κέρατα, ταύρου δὲ τῷ Διο- νύσου τὸν δὲ Πᾶνα ἐξ ἀνθρώπου καὶ αἰγὸς συνέ- θηκαν, τὰς δὲ Μούσας ἐπτέρωσαν καὶ τὰς Σειρῆ- νας, κατὰ τὰ αὐτὰ δὲ τήν τε Νίκην καὶ τὴν Ἶριν καὶ τὸν Ἔρωτα καὶ τὸν Ἑρμῆν. Πίνδαρος δὲ ἐν προσοδίοις πάντας τούς θεούς ἐποίησεν, ὁπότε ὑπὸ Τυφῶνος ἐδιώκοντο, οὐκ ἀνθρώποις ὁμοιω- θέντας, ἀλλὰ τοῖς ἀλόγοις ζῴοις· ἐρασθέντα δὲ Πασιφάης Δία γενέσθαι μὲν ταῦρον, νῦν δὲ ἀετὸν καὶ κύκνον. διʼ ὧν τὴν πρὸς τὰ ζῷα τιμὴν οἱ παλαιοὶ ἐνεδείκνυντο· καὶ ἔτι μᾶλλον, ὅταν τὸν Δία θρέψαι λέγωσιν αἶγα. Κρησὶ δὲ νόμος ἦν Ῥα- δαμάνθυος, ὅρκον ἐπάγεσθαι πάντα τὰ ζῷα. οὐδὲ Σωκράτης τὸν κύνα καὶ τὸν χῆνα ὀμνύς ἔπαιζεν, ἀλλὰ κατὰ τὸν τοῦ Διὸς καὶ Δίκης παῖδα ἐποιεῖτο τὸν ὅρκον, οὐδὲ παίζων ὁμοδούλους αὐτοῦ ἔλεγεν τοὺς κύκνους. αἰνίσσεται δὲ καὶ ὁ μῦθος ὡς ὁμό- ψυχά ἐστιν ἡμῖν, καὶ χόλῳ μὲν θεῶν μεταβαλεῖν ἐξ ἀνθρώπων εἰς ζῴα, μεταβαλόντας δὲ λοιπὸν ἐλεεῖσθαι καὶ φιλεῖσθαι. τοιαῦτα γὰρ τὰ περὶ δελ- φίνων λεγόμενα καὶ τὰ περὶ ἀλκυόνων ἀηδόνων τε
139
καὶ χελιδόνων.

αὐχεῖ δὲ καὶ τῶν παλαιῶν ἕκαστος, ὅστις εὐτύχησεν τῆς ἐκ ζῴων ἀνατροφῆς, οὐχ οὕ- τως τούς πατέρας ὡς τούς 'ανθρεψαμ;ενους, ὁ μὲν λύκαιναν, ὁ δὲ ἔλαφον, ἄλλος αἶγα, ἄλλος μέλιτ- ταν, Σεμίραμις δὲ τὰς περιστεράς, Κῦρος δὲ κύνα, κύκνον δὲ Θρᾷξ, καὶ τοὔνομα τοῦ θρέψαντος ἔφε- ρεν. ὅθεν καὶ θεοῖς ἐπωνυμίαι, Διονύσῳ μὲν Εἰρα- φιώτης, Ἀπόλλωνι δὲ Λύκειος καὶ Δελφίνιος, Ποσει- δῶνι δὲ Ἵππιος, καὶ Ἀθηνᾷ Ἵππία. ἡ δʼ Ἑκάτη ταῦρος, κύων, λέαινα ἀκούουσα μᾶλλον ὑπακούει. εἱ δʼ ὅτι θύοντες αὐτὰ κατεσθίουσι, διὰ τοῦτο ὥσπερ αὐτοὺς παραμυθούμενοι ἄλογα λέγουσιν, εἴποιεν ἂν καὶ οἱ τοὺς πατέρας ἑστιώμενοι Σκύθαι ἀλόγους εἶναι τοὺς πατέρας.

διὰ μὲν τούτων καὶ ἄλλων, ὧν ἐξῆς μνησθησόμεθα τὰ τῶν παλαιῶν ἐπιτρέχοντες, δείκνυται λογικὰ ὄντα τὰ ζῷα, τοῦ λόγου ἐν τοῖς πλείστοις ἀτελοῦς μὲν ὄντος, οὐ μὴν παντελῶς ἐστερημένου. τῆς δὲ δικαιοσύνης πρὸς τὰ λογικὰ οὕσης, καθάπερ φασὶν οἱ ἀντιλέγοντες, πῶς οὐχὶ καὶ πρὸς ταῦτα εἴη ἂν ἡμῖν τὸ δέκαιον; οὐ γὰρ καὶ πρὸς τὰ φυτὰ παρατενοῦμεν τὸ τῆς δικαιο- σύνης, διὰ. τὸ φαίνεσθαι πολὺ τὸ πρὸς τὸν λόγον ἀσύγκλωστον. καίτοι κἀνταῦθα τοῖς καρποῖς χρῆ- σθαι εἰώθαμεν, οὐ μὴν σὺν τοῖς καρποῖς κατακό- πτειν καὶ τὰ πρέμνα· τὸν δὲ σιτικὸν καρπὸν καὶ τὸν τῶν χεδρόπων αὐανθέντα καὶ εἰς γῆν πίπτοντα καὶ τεθνηκότα συλλέγομεν. ζῴων δὲ τὰ θνησείδια οὐκ ἄν τις προσενέγκαιτο· ὥστε πολύ τὸ ἄδικον ἐν τούτοις. ἀρχὴν δέ, ὡς καὶ Πλούταρχός φησιν, οὐκ ἐπεὶ δεῖταί τινων ἡμῶν ἡ φύσις καὶ χρώμεθα τού- τοις, ἤδη ἐπὶ πᾶν προακτέον καὶ πρὸς πάντα τὴν ἀδικίαν. δίδωσι μὲν γὰρ καὶ παρέχει τοῖς ἀναγκαίοις

140
τὴν ἄχρι τινὸς βλάβην, εἴ γε βλάβη τὸ λαμβάνειν τι παρὰ τῶν φυτῶν, καίτοι ζώντων μενόντων· τὸ δʼ ἐκ περιουσίας καὶ πρὸς ἡδονὴν ἀπολλύειν ἕτερα καὶ φθείρειν τῆς παντελοῦς ἦν ἀγριότητος καὶ ἀδικίας· καὶ ἡ τούτων ἀποχὴ οὔτε πρὸς τὸ ζῆν οὔτε πρὸς τὸ εὖ ζῆν ἡμᾶς ἠλάττου. εἰ μὲν γὰρ ὡς ἀέρος καὶ ὕδατος φυτῶν τε καὶ καρπῶν, ὧν ἄνευ ζῆν ἀδύνατόν ἐστιν, οὕτω φόνου ζῴων καὶ βρώσεως σαρκῶν ἐτυγχάνομεν δεόμενοι πρὸς τὸν βίον, ἀναγκαίαν ἡ φύσις συμπλοκὴν εἶχεν ἂν πρὸς ταύτην τὴν ἀδικίαν· εἰ δὲ πολλοὶ μὲν ἱε- ρεῖς θεῶν, πολλοὶ δὲ βασιλεῖς βαρβάρων ἁγνεύον- τες, ἄπειρα δὲ γένη ζῴων τὸ παράπαν οὐ θιγγά- νοντα τῆς τοιαύτης τροφῆς ζῶσιν καὶ τυγχάνουσι τοῦ κατὰ φύσιν τέλους, πῶς οὐκ ἔστιν ἄτοπος ὁ κελεύων, εἴ τισιν ἀναγκαζοίμεθα πολεμεῖν, μηδὲ οἷς ἔξεστιν εἰρηνικῶς ὁμιλεῖν, ἀλλὰ ἢ πρὸς μηθὲν τῇ δικαιοσύνῃ χρωμένους ζῆν, ἢ πρὸς πάντα χρω- μένους μὴ ζῆν; ὥσπερ οὖν ἐπʼ ἀνθρώπων ὁ μὲν αὐτοῦ σωεηρίας ἕνεκα καὶ παίδων καὶ πατρίδος ἢ χρήματά τινων παραιρούμενος ἢ χώραν ἐπιτρίβων καὶ πόλιν ἔχει πρόσχημα τῆς ἀδικίας τὴν ἀνάγκην, ὅστις δὲ ταῦτα δρᾷ διὰ πλοῦτον ἢ κόρον ἢ ἡδονὰς τρυφώσας καὶ ἀποπληρώσεις οὐκ ἀναγκαίων πορι- ζόμενος ἐπιθυμιῶν, ἄμικτος εἶναι δοκεῖ καὶ ἀκρα- τὴς καὶ πονηρός, οὕτως τὰς μὲν εἰς φυτὰ βλάβας καὶ πυρὸς καὶ ναμάτων ἀναλώσεις κουράς τε προ- βάτων καὶ γάλα βοῶν τε ἐξημέρωσιν καὶ κατάζευξιν ἐπὶ σωτηρίᾳ καὶ διαμονῇ τοῖς χρωμένοις ὁ θεὸς δίδωσι συγγνώμην. ζῷα δὲ ὑπάγειν σφαγαῖς καὶ μαγειρεύειν ἀναπιμπλαμένους φόνου, μὴ τροφῆς ἢ πληρώσεως χάριν, ἀλλʼ ἡδονῆς καὶ λαιμαργίας ποι-
141
ουμένους τέλος, ὑπερφυὲς ὡς ἄνομον καὶ δεινόν. ἀρκεῖ γάρ, ὅτι μηδὲν πονεῖν δεομένοις χρώμεθα προκάμνουσι καὶ μοχθοῦσιν,
  • ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονάς,
  • ὡς Αἰσχύλος φησίν,
  • ἀντίδουλα καὶ πόνων ἐκδέκτορα
  • χειρωσάμενοι καὶ καταζεύξαντες.

    ὁ δὲ ἀξιῶν ἡμᾶς ὄψῳ μὴ χρῆσθαι βοΐ, μηδὲ πνεῦμα καὶ ζωὴν διολ- λύντας καὶ διαφθείροντας ἡδύσματα πλησμονῆς καὶ καλλωπίσματα προστίθεσθαι τραπέζης, τίνος ἀναγ- καίου πρὸς σωτηρίαν ἢ καλοῦ πρὸς ἀρετὴν ἀφαι- ρεῖται τὸν βίον; οὐ μὴν ἀλλὰ καὶ τοῖς ζῴοις τὰ φυτὰ παραβάλλειν κομιδῇ βίαιον. τὰ μὲν γὰρ αἰσθάνε- σθαι πέφυκε καὶ ἀλγεῖν καὶ φοβεῖσθαι καὶ βλάπτε- σθαι, διʼ ὃ καὶ ἀδικεῖσθαι· τοῖς δὲ οὐθέν ἐστιν αἰσθητόν, οὕτως δὲ οὐδὲ ἀλλότριον οὐδὲ κακὸν οὐδὲ βλάβη τις οὐδὲ ἀδικία. καὶ γὰρ οἰκειώσεως πάσης καὶ ἀλλοτριώσεως ἀρχὴ τὸ αἰσθάνεσθαι. τὴν δὲ οἰ- κείωσιν ἀρχὴν τίθενται δικαιοσύνης οἱ ἀπὸ Ζήνω- νος. πῶς δὲ οὐκ ἄλογον, πολλούς τῶν ἀνθρώπων ἐπʼ αἰσθήσει μόνον ζῶντας ὁρῶντας, νοῦν δὲ καὶ λόγον οὐκ ἔχοντας, πολλούς δὲ πάλιν ὠμότητι καὶ θυμῷ καὶ πλεονεξίᾳ τὰ φοβερώτατα τῶν θηρίων ὑπερβεβληκότας, παιδοφόνους καὶ πατροκτόνους, τυράννους καὶ βασιλέων ὑπουργούς, πρὸς μὲν τού- τους οἴεσθαι δίκαιόν τι εἶναι ἡμῖν, πρὸς δὲ τὸν ἀρο- τῆρα βοῦν καὶ τὸν σύντροφον κύνα καὶ τὰ γάλακτι μὲν τρέφοντα, κουρᾷ δὲ κοσμοῦντα θρέμματα μη- δὲν εἶναι, πῶς οὐ παραλογώτατόν ἐστιν;