Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Ὁπόταν ἀδίκημά τι κατά τινος κατηγορῶμεν, οἷον τυραννίδα, ὡς εἰ Κριτίαν κρίνοντες,ἁρμόσει ἐπισημηναμένῳ τὸ μέγεθος τοῦ τολμήματος, ὡς οὐκ ἐφικτὸν λόγῳ, οὕτως εἰσβάλλειν εἰς τὴν διήγησιν· καὶ ἔσται καθʼὑπογραφὴν ὁ λόγος.

Ὁπόταν ἀδίκημά τινος κατηγορῶμεν, δοκοῦν μικρὸν εἶναι, ἄξιον τοῦτο αὐτὸ ἐπισημηνάμενον, ὡς οὐ χρὴ προλαμβάνειν οὐδὲ προκαταγινώσκειν τοῦ ἀγῶνος, ὡς περὶ μικρῶν, ἀλλὰ περιμένειν τὴν ἀκρόασιν οὕτω διηγεῖσθαι. Ὁπόταν πάθος μέλλωμεν διεξιέναι, οἷον λοιμώδη φθορὰν τι τοιοῦτον,ἁρμόσει ἐπισημηνάμενον ἐν καταστάσει, ὡς ἔστιν οἰκτρὰ καὶ ἀνιαρὰ τὰ ῥηθησόμενα, ἀναγκαῖα δέ, οὕτως εἰσβάλλειν εἰς τὴν διήγησιν, εἶτα προαγαγεῖν διʼ ὑπογραφῆς τὸν λόγον· ταῖς γὰρ ὑπογραφαῖς μάλιστα τὰ πάθη χαίρει ἐν ταῖς διηγήσεσι. μὴ πειρῶ εἰς τὰ καθʼ ἕκαστα καθιέναι εἰ δὲ μή γε, εἰς εὐτέλειαν ἐκπεσεῖται ὁ λόγος· ἀλλὰ τὰ μὲν προφανῶς εἰπὲ ἐν εἴδει, τὰ δʼ ἐν γένει ἔνια δὲ καὶ ἀποσιωπᾶν καὶ παραλείπειν.

Ὁπόταν ἀτόπου τινὸς συμβαίνοντος εἰσηγῆταί τις τρόπον ἐπανορθώσεως, καὶ αὐτὸς μὲν οἷα τὰ συμβαίνοντα διηγήσηται, ὁ δὲ ἀντιλέγων αὐτῷ τὸν τρόπον τῆς ἐπανορθώσεως μέμφηται, πῶς προκαταστήσεται, λέλεκται.

358
5 φήσει γὰρ ὅτι ἐγὼ μὲν προσεδόκων τοῦτον λέξειν [*](500) πρὸς ἐπανόρθωσιν τῶν δυσχερῶν, οἷα καὶ ὑμῶν ἤκουον τῶν πλείστων λεγόντων, καὶ αὐτὸς αὐτίκα δὴ λέξω ὁ δὲ οἷα εἰσηγήσατο ὁρᾶτε.

Ὅλως δὲ καθόλου τῶν διηγήσεων αἱ μέν εἰσι παθητικαί, αἱ δὲ ἠθικαί, αἱ δὲ σφοδραί, αἱ δὲ πάνυ ἐν βαρύτητι, αἱ δὲ ἐγκωμιαστικαί, αἱ δὲ μέσαι· τῶν δὲ μέσων αἱ μὲν δημόσιαι αἱ δὲ ἰδιωτικαί. αἱ μὲν οὖν ἐγκωμιαστικαὶ καὶ εὐεργεσιῶν διέξοδον ἔχουσιν· αὗται τοίνυν πομπικώτεραι καὶ πανηγυρικώτεραι· πρόσεστι δὲ αὐταῖς τὸ ἐπαχθές· τοῦτο τοίνυν ἐπανορθωτέον ἢ διὰ τῶν προπαραιτήσεων, ἤ τῷ ἀναγκαῖον δεικνύναι τὸν λόγον τὰ πολλὰ προσποιούμενον παραλείπειν, ἢ ἐξ ἀναιρέσεως τὰ πολλὰ εἰσάγοντα, ἢ ἀσυνδέτως· τάχιον γὰρ φαντασίαν ποιεῖ τὸ σχῆμα, ἤγουν τὸ κατʼ ἐπιδρομήν, ὡς ἔφη Ἀψίνης ἐν τῷ κατὰ Μειδίου γεγενῆσθαι, ἐπειδή περ ἔμελλεν αὐτὸν ἐγκωμιάσειν.

Αἱ παθητικαὶ διηγήσεις οὐ πολὺν ἔχειν ὀφείλουσι κόσμον, ἐκλύουσι γὰρ τὸ ἐναργὲς τοῦ πάθους. χρήσιμοι γὰρ ἐν αὐταῖς καὶ αἱ διαπορήσεις·τί χρή, σιγᾶν ἢ λέγειν; καὶ οἱ μελλησμοί· ἐγὼ μὲν καὶ πρὸς αὐτῷ καθιστάμενος τῷ πάθει ἀναχωρῶ καὶ διαμέλλω. χρήσιμοι δʼ ἐν αὐταῖς καὶ αἱ ἀντεξετάσεις τῶν προτέρων προγεγενημένων εὐπραγιῶν, καὶ ὅτι ἔδει μὲν ἄχρι τούτων προελθεῖν, λέγειν δὲ ἀνάγκη· καὶ τὸ διὰ μέσου γενόμενον τῆς ἀφηγήσεως ἀποσιωπήσει χρήσασθαι οὐκέτʼ ἂν δυναίμην τὰ πλείω λέγειν. χρήσιμοι δὲ ἐν αὐταῖς καὶ οἱ σχετλιασμοὶ καὶ αἱ ἐπαναλήψεις Θῆβαι δὲ Θῆβαι. χρήσιμοι δὲ καὶ αἱ ὑπογραφαί· ὑπογραφὰς δὲ λέγω τὰ τοιαῦτα, ,,οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα. ταῦτα γὰρ ὑπογραφικὰ καλεῖται.

359

Αἱ σφοδραὶ διηγήσεις μάλιστα κατὰ τῶν ἐνδόξων 5 γίνονται. εἰσάγονται δὲ οὐ ψιλαί, ἀλλὰ πολλάκις μετὰ [*](501) κατηγορίας, ὅταν μὴ μόνον εἴπωμεν τὸ κρινόμενον[*]((695)) ἀλλὰ καὶ τὸν ἄλλον βίον τοῦ κρινομένου. παρακατηγορήσομεν δὲ συμμέτρως· ἐξαγώνιον γὰρ τοιοῦτον δοκεῖ. καὶ κατὰ ἀναίρεσιν ἐνίοτε αὐτὰ εἰσάξομεν· οὐ λέγω τόδε οὐδὲ τόδε. ἐνίοτε δὲ καὶ ἀξιοπιστίας ἕνεκα καὶ παραλείπειν ἔνια προσποιησόμεθα διὰ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν, καὶ οὐχ ἀπλῶς λέξομεν ἃ τετόλμηκεν, ἀλλὰ καὶ ·τὴν διάνοιαν προσεξετάζοντες. ἁρμόσει δὲ ἐν ταῖς τοιαύταις ἀποστατικὰ σχήματα καὶ ὅσα ἀκμαῖα· καὶ γὰρ τὰ εἰς ἀρχὴν ἀνάγοντα εἰσάγειν ἁρμόσει αἱ δὲ ἀρχαὶ τῶν τετολμημένων χρήσιμοι· καὶ μὴ ἀνεπισημάντως προσβάλῃς, ἀλλʼ ἐν καταστάσει τὸ μέγεθος ἐπισημηνάμενος.

Αἰ ἠθικαὶ διηγήσεις διχῶς νοοῦνται, ἢ ὡς ἐσχηματισμέναι, ἢ ὡς ἦθος ἔχουσαι ὑφειμένον. καὶ περὶ μὲν τῶν ἐσχηματισμένων κάλλιον ἐν τῷ περὶ προκαταστάσεως λέλεκται αἱ δʼ ὑφειμέναι διηγήσεις, ὅταν ἢ πρὸς οἰκεῖον πρόσωπον ἢ ἔνδοξον γίνωνται. ἐν ταύταις προσκατηγορίας μὲν οὐ σφόδρα καιρός· αὐτὰ δὲ τὰ πράγματα δεῖ λέγειν, ἢ τοῦ προσώπου προσάπτεσθαι, καί τι καὶ δοῦναι τὴν πρώτην τῷ ἀντιδίκῳ καὶ ἐπαινέσαι, οἷον ἐγὼ τὸν μὲν ἄλλον βίον τἀνδρὸς οὐκ αἰτιῶμαι, ἀλλὰ καὶ ἐπαινῶ τὰ πλείω, πλὴν ἀλλʼ ὤφελεν ἄχρι τούτου ἵστασθαι, ὡς ἐν τῷ Λυσάνδρῳ Ἀψίνης ἠθικῶς ἥψατο τῆς διηγήσεως μάλα τὴν πρώτην ἐπαινέσας ἔνδοξον γὰρ ἦν τὸ πρόσωπον. ὅταν δὲ τὸ μὲν πρᾶγμα ἄδοξον ᾖ, τὸ δὲ πρόσωπον ἔνδοξον ἢ τοὔμπαλιν, ἀτελὲς τὸ ἦθος ὄταν [*](502) δὲ ἀμφότερα δοκοῦντα ἔνδοξα, πλεῖον τὸ ἦθος καὶ ἡ ἀπαγγελία ἐνταῦθα ἐπιμελεστέρα. καὶ αἱ παραιτήσεις χρήσιμοι γίνονται. ἐνίοτε δὲ οὐδὲ διηγητέον ἐν τοῖς τοιούτοις αἱ γὰρ περὶ μεγάλων ἀφηγήσεις ἐν τοῖς δημοσίοις

360
5 καὶ κόσμου μετέχουσι πλείονος καὶ κατὰ πλαγιασμὸν εἰσάγονται καὶ κατʼ ἐμβολὰς προαναιροῦνται.