Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Ταῦτα μὲν οὖν καθολικώτερον ἐπὶπασῶνδιηγήσεων, νῦν δὲ ὥσπερ εἰώθαμεν περὶ τῶν γενικῶν διηγήσεων εἴπωμεν. ὅπου ἂν δωρεὰν ἢ αὐτοὶ αἰτῶμεν, ἢ ἄλλῳ γράψωμεν μέγα τι κατειργασμένῳ, ἁρμόσει διηγεῖσθαι τὰ πεπραγμένα οὐχ ἁπλῶς, ἀλλὰ προπαραιτησάμενον μηδενὶ ἐπαχθὲς παραστῆναι, καὶ τὸ ἄκοντα δοκεῖν λέγειν αὐτά. ἔσται δὲ καὶ αὔξησις τῆς εὐεργεσίας οὐκ ἐὰν ἁπλῶς διέλθῃς τὰ κατωρθωμένα, ἀλλʼ ἐὰν πρότερον αὐξήσῃς τὸ μέγεθος τῶν προτέρων συμφορῶν ἃς ἀπήλλαξεν, [*](496) ἢ τὴν δύναμιν τῶν ἐχθρῶν ἣν ἔπαυσεν, οἷον ὡς ἐν τῷ Ἕρμωνι Ἀψίνης ἢ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· γράφει τις τὸν Κόνωνα μετὰ τὴν ἀνάστασιν τῶν τειχῶν τῶν αὐτῶν τιμῶν Ἁρμοδίῳ καὶ Ἀριστογείτονι τυγχάνειν. προνοητέον δὲ ἐν τοῖς τοιούτοις ὅπως μὴ πάντα [*]((693)) ἐκκενώσῃς τὰ κατωρθωμένα ἐν διηγήσει, ἀλλὰ καὶ τοῖς κεφαλαίοις φυλάξῃς τινά· κἀκείνου δὲ προνοητέον, ὅπως ἂν διατρίβων ἐπιτρέχειν δοκῇς ἕνεκα τοῦ ἐπαχθοῦς, καὶ μάλιστα ὅταν περὶ σεαυτοῦ λέγῃς. ἔσται δὲ τοῦτο ἐὰν τὰ πολλὰ διάγῃς, καὶ τὰ μὲν παραλείπεινλέγῃς οὐδὲν ἧττον ἐργαζόμενος αὐτά, τὰ δὲ προηγουμένως εἰσάγων.

Ἐν τοῖς ἐξ ἀποβάσεως ζητήμασιν (ἐξ ἀποβάσεως δὲ λέγω ὅπου ψηφίσματος ἢ νόμου ἢ ἄλλου τινὸς τοιούτου γραφέντος ἢ πραχθέντος τοιοῦτό τι ἀπέβη) ἁρμόσει σοι εἰσάγειν τὴν διήγησιν ἐξ ἀντεξετάσεως, οἷα ἦν τὰ πρότερον καὶ οἷα νῦν συμβέβηκεν, ὡς ἐπʼ ἐκείνου ἔθηκεν ὁ Λεπτίνης τὸν νόμον, οὐ πέμπει τὸν σῖτον ὁ Λεύκων, καὶ κρίνεται ὁ Λεπτίνης ἁρμόσει σοι λέγειν· σκέψασθε τοὺς καιροὺς παρʼ ἀλλήλους θέντες τούς τε πρότερον

355
καὶ τοὺς νῦν. οὐκοῦν πρότερον μὲν καὶ τῇ παρὰ τῶν 5 ἀγαθῶν ἀνδρῶν εὐνοίᾳ καὶ δόξῃ καὶ εὐπορίᾳ καὶ παρασκευῇ τῇ πάσῃ ἡ πόλις εὐθήνει, ὡς μὴ μόνον αὐτῶν ἔχειν τὰ ἐφʼ ἡμέραν, ἀλλὰ καὶ διακόσια τάλαντα,ἃ διῴκησε Καλλισθένης προσπεριγενέσθαι τὰ δὲ νῦν ὁρᾶτε οἷα συμβαίνει διὰ τὸν νόμον. καὶ πάλιν ἐπʼ ἐκείνου Σκύθαι πόλιν ᾤκησαν, καὶ νοσούντων ἀξιοῖ τις ἀφίστασθαι τῆς πόλεως· καὶ γὰρ ἐνταῦθα τῷ κατὰ ἀντεξέτασιν Ἀψίνης ἐχρήσατο.

Ἐν τοῖς ἐξ ἀκολούθου προβλήμασιν(ἐξ ἀκολούθου δὲ [*](497) λέγω, ὅταν ἤτοι δεδογμένου τινὸς ἤδη ἢ πεπραγμένου ἄλλο ἑξῆς εἰσηγώμεθα) ἁρμόσει λέγειν ὅτι ἤδη μὲν τὸ πλεῖστον μέρος τῆς συμβουλῆς προκατείργασται· ὅπου γὰρ τόδε καὶ τόδε πέπρακται καὶ ἐνταῦθα σύμμετρός ἐστιν ἡ διήγησις τῶν πεπραγμένων, οἷον ὡς ἐπʼ ἐκείνου, μετὰ τὰ ἐν Κυζίκῳ γράφει Ἀλκιβιάδης ἐπὶ Σικελίαν πλεῖν. ἁρμόσει γὰρ τούτῳ λέγειν ἐν τῇ διηγήσει οὕτως ἤδη μὲν οὖν προκατείργασται τοῦ πρὸς Σικελιώτας πολέμου πλεῖστον μέρος· ἐν οἷς γὰρ εἶχον τὰς πλείστας ἐλπίδας Συρακούσιοι Λακεδαιμονίοις, οὗτοι πῶς κακῶς διάκεινται ἐνθυμήθητε. κἀνταῦθα σύμμετρος ἡ διήγησις τῶν πεπραγμένων· καὶ πάλιν ὡς ἐπʼ ἐκείνου, μετὰ τὴν νίκην ὁ Ἑρμοκράτης γράφει ἐπʼ Ἀθήνας πλεῖν.

Ὅπου ἂν ἀδόξου προσώπου καὶ διαβεβλημένου κατηγορώμεν, ὡς καὶ ἄλλοις τισὶν ἄνευ τῆς γραφῆς δοκεῖν ὑπεύθυνον δοκεῖν εἶναι, ἁρμόσει σοι τὴν διήγησιν οὐ ψιλὴν εἰσάγειν, ἀλλὰ μετὰ κατηγορίας οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται. ἁρμόσει γὰρ εἰσβαλεῖν οὕτως· Ἀριστογείτονιτούτῳ οὐκ ἤρκει τὰ ἄλλα σύμπαντα, οὐ νόμων καταλύσεις, ὑφʼ ὧν κωλύεται τῆς πολιτείας, οὐ κλοπαὶ δημόσιαι, οὐ τὰ ὀφλήματα, οὐ τὸ αἰτίαν παρασχεῖν καὶ αὐτῆς τῆς

356
5 ἀπορίας, ἀλλʼ ἔτι καὶ τοῖ σδʼ ἐπετόλμησεν. ὅταν ἐνδόξου προσώπουκατηγορῶμεν, ἁρμόσει ἐν ἀρχῇ τῆς διηγήσεως καὶ δοῦναί τινα ἔπαινον αὐτῷ, οἷον, ἐγὼ τὸν μὲν ἄλλον τἀνδρὸς οὐκ αἰτιῶμαι βίον,εἰ δὲ βούλεσθε, καὶ ἐπαινῶ  τὰ πλείω, ἀλλʼ ὤφελέ γε μέχρι τούτου ἵστασθαι. νῦν [*](498) δὲ ὑποδείξας ἀρχὴν ἐκ τοῦ πιστευθῆναι καλὴν οἷα εἰργάσατο σκέψασθε. ὡς ἐν τῷ Λυσάνδρῳ Ἀψίνης, Αύσανδρος ἀρχὴν ὑποδείξας καλήν· ἢ πάλιν ἐπʼ ἐκείνου, ὁ Λυκοῦργος ὁ θεὶς τὸν τῆς ξενηλασίας νόμον κρίνεται. εἰ δὲ ἀμφίδοξον εἴη, ἁρμόσει αὐτὰ τὰ πεπραγμένα ψιλὰ διεξελθεῖν.

Ὅταν συνεχῶς πραττόμενα τινα καὶ ἀποτροπὴν αὐτῶν εἰσηγώμεθα, ἁρμόσει οὕτως εἰσάγειν· ἐμὲ γὰρ καὶ πάλαι ἐλύπει τὰ πραττόμενα, καὶ ἐζήτουν ἀποφυγήν τινα, οὐ μὴν ἀλλὰ τέως μὲν ἐπεῖχον, καὶ λέξεις αἰτίας, διʼ ἃς ἐπέσχες. νῦν δὲ εἰς μέσον ἤνεγκα τὴν ἐμαυτοῦ γνώμην ὁρῶν εἰς ἀπέραντον μὲν ὑμῖν προχωροῦν τὸ δεινόν,  συμβαίνοντα δὲ καὶ ταῦτα· ὡς ἐπʼ ἐκείνου, πολλάκις ἐπὶ Κατάνην ἐρρύη τὸ πῦρ, καὶ βουλεύονται περὶ μετοικισμοῦ. καὶ πάλιν, πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου, ἢ πάλιν, πολλάκις κατατρέχοντος  Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης τὸν Ἰσθμὸν διορύξαι. ἀλλὰ κἂν ἐν πολλῷ τινι χρόνῳ ᾖ μεμενηκώς, ὡς ἐπὶ τῷ Περικλεῖ ὁ Ἀριστείδης ἐποίησεν.

Ὁπόταν τις εὖ δοκῇ ποιεῖν, καὶ ἀντιλέγῃς αὐτῷ ἢ [*]((694)) κατηγορῇς, μᾶλλον καταστάσεως χώρα ἔσται, καὶ τὴν γνώμην αὐτοῦ ἐξετάσεις, μεθʼ ἧς ποιεῖ, ὡς ἐπὶ τοῦ βασιλέως τοῦ μετὰ τὰ Μηδικὰ πέμψαντος τῇ ἀρίστῃ τῶν πόλεων στέφανον· ἐξετάσεις γὰρ αὐτοῦ τὴν γνώμην, ὅτι συγκροῦσαι βούλεται τὰς πόλεις· ἢ πάλιν ἐπʼ ἐκείνου· ἔπεμψε στέφανον Φίλιππος τῇ θεῷ μετὰ Ὄλυνθον.

Ὁπόταν ἡττηθῶμεν ἐν τῇ προτέρᾳ κρίσει, καὶ περὶ

357
ἑτέρων πάλιν ἀγωνιζώμεθα, ἁρμόσει ἐν τῇ βαρύτητι 5 ἀπολογήσασθαι καὶ ἅψασθαι τῶν δικαστῶν, οἷον εἰ λέγοις· [*](499) τὰ μὲν οὖν πρώην κεκριμένα ὅπως δήποτε ἔσχεν, ἀφίημι καὶ οὐ λέγω τοῦτο ὅτι πολλὰ καὶ παραπεισθέντες πολλάκις ἔπραξαν δικασταί, οὔτε εἰς τοῦτο φέροντες δίκαια· ἐκ δὲ τοῦ ἐναντίου αὐτὸ τοῦτο συμπεπλέχθαι καὶ λέγειν ἤδη μὲν οὖν μαρτύριον ἱκανὸν τῆς τούτου πονηρίας ἡ πρώην κρίσις.