Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

3 Ἐν τοῖς ἐσχηματισμένοις εἰ μὲν ἄλλου προειρηκότος αὐτὸς μετʼ ἐκεῖνον λέγοις, ἁρμόσει σοι τὸ ἐξ ὑποθέσεως προοίμιον, οἷον ἔδει μὲν τὸν προειρηκότα καὶ ταὐτὰ προσθεῖναι· καὶ γὰρ ἦν ἑπόμενα τούτοις, οἷον ὁ Περικλῆς [*](484) ἔγραψε δῃοῦν τὴν Ἀττικήν, καὶ γράφει Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρξασθαι. ἐν δὲ τοῖς τοιούτοις ἐκεῖνο αὐτό, ὃ βούλει ἀνύσαι, ὡς ἀναιρῶν εἴσαγε· οὐχ ὅτι ἂν ἄλλος ἐποίησε, τοῦτο ἐγὼ ποιήσων ἀφῖγμαι.

Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς δοκῶν τις εὐ ποιεῖν ὑπόνοιαν ἔχει ὡς μετὰ ἐπιβουλῆς αὐτὸ ποιῶν, ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἔπεμψαν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι παρὰ βασιλέαπερὶ χρημάτων. ἔδωκεν ἑκατέροις ·ἐπανελθόντων αὐτῶν ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπὶ βασιλέα στρατεύειν. ἐν τοῖς τοιούτοις οὖν ἁρμόσει τὸ ἀπὸ οἰκείας κρίσεως θεώρημα· ἐβουλόμην, ὦ δικασταί, τοῦτον

345
ὡς ἀληθῶς κήδεσθαι τῶν ἡμετέρων πραγμάτων, καθάππερ 3 φάσκει, νῦν δὲ τοὐναντίον φαίνεται πράττων, καὶ δόξαν παρέχων ὡς εὐ ποιῶν ἡμᾶς οὐκ ἐλαχίστην βλάβην τοῖς κοινοῖς κατασκευάζει, ὡς μικρὸν ὕστερον, εἰ προσέχοιτε, δείξω.

Ἄλλο. Ἐν ταῖς προσαγγελίαις ἁρμόσει σοι ἐκεῖνο τὸ θεώρημα, ὅταν ὃ βούλει ὡς ἀναιρῶν τιθῇς, οἷον ὡς ἐπʼ ἐκείνης τῆς ὑποθέσεως· Κὔπολις ἁλοὺς ξενίας δημοσίᾳ ἐπράθη. πριάμενος αὐτὸν ὁ Λύκων ἐγχειρίζει τὸν παῖδα, ὁ δὲ ἑαυτὸν προσαγγέλλει. ἐν γὰρ τοῖς τοιούτοις τῷ θεωρήματι τούτῳ χρηστέον ὡς προειρήκαμεν, οὕτω λέγοντα, οὔτε ἐλευθερίαν πράττων ἐμαυτῷ, οὔθʼ ὅπως ἂν ἀπαλλαγείην τῆς παρούσης ταύτης δουλείας, ὥς τις ἴσως τῶν ἀκουόντων ὑμῶν ὑπολαμβάνει, παρελήλυθα, ἀλλὰ θανάτου δεόμενος.

Ἐν πάσῃ παραγραφῇ ἐκ μὲν τοῦ παραγραφομένου ἁρμόσει σοι ἡ τοῦ ἀντιπίπτοντος λύσις, τὸ δὲ ἀντιπῖπτον ἐστὶ τὸ μὴ θαρρεῖν τῇ εὐθυδικίᾳ καὶ διὰ τοῦτο ἐπὶ τὴν παραγραφὴν βαδίζειν. τοῦτο οὖν εὐθὺς ἐν ἀρχῇ ἀναιρήσεις [*](485) λέγων οὕτως· ὅσον μὲν ἐν αὐτοῖς τοῖς πράγμασι καὶ τῷ τεθαρρηκέναι τούτοις, οὐδὲν ἢ ἐδεήθην παραγραφῆς,[*]((689)) οὕτω καὶ χωρὶς ταύτης θαρρῶν τοῖς δικαίοις εἰς ὑμᾶς ἐλήλυθα. ἐπειδὴ δὲ καὶ τοῦτο οἱ νόμοι τοῖς ἀγωνιζομένοις παρεσχήκασιν, ᾠήθην καλῶς ἔχειν ἐμαυτῷ μὴ παρεῖναι τὸ δίκαιον, ὅπερ ἡμῖν δεδώκασιν οἱ ἐν τοῖς παραγραφικοῖς ἁρμόττει ἔννοια προοιμιακὴ κἀκείνη ἐπὶ τοῦ ἀπολογουμένου εἰπεῖν, πολλῶν ὄντων, ὠ δικασταί, τῶν περὶ τοῦτον τὸν ἀγῶνα γεγενημένων ὑπὸ κατηγόρου, ἅ τις ἂν εἰκότως θαυμάσειεν, οὐδενὸς ἧττον, εἰ καὶ μὴ παντὸς μᾶλλον, τοῦτό μοι δοκεῖ δικαίως ἄν τις αὐτοῦ θαυμάσαι, τὸ πρὸ ψήφου τῆς τῶν δικαζόντων ἀτιμίαν ἡμῖν προστιμᾶν. τὸ γὰρ ὅπως μὴ μεθέξομεν

346
3  λόγου σπουδάζειν, τί πότ’ ἐστιν ἄλλο πράττοντος, προστιμῶντος ἡμῖν ἀτιμίαν σαφῆ.

Ἔστι καὶ τοιοῦτο γένος ζητήματος, ἑν οἷς πρότερόν τις κακῶς πεποιηκὼς μετὰ ταῦτα ἐλπίζων ὑπʼ αὐτῶν τῶν ἠδικημένων κακῶς πείσεσθαι αὐτὸς ταῦτα ἃ ἀφῄρηται δώσειν ὑπισχνεῖται, οἷον ὡς ἐπʼ ἐκείνου· νοσοῦντι τῷ Φιλίππῳ ἔχρησεν ὁ θεὸς μὴ ἄλλως λῆξαι τῆς νόσου, εἰ μὴ ὑπὲρ αὐτοῦ εὔξαιντο Ἀθηναῖοι· ἀπέσταλκεν Ἀμφίπολιν διδούς, καὶ βουλεύονται. καὶ ἐπʼ ἐκείνου ὁμοίως· ἐψηφίσαντο οἱ Ἕλληνες πολεμεῖν κατὰ Φιλίππου, πέπομφεν [*](486) ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος, καὶ βουλεύονται. ἐν γὰρ τοῖς τοιούτοις ἅπασι τὸ προκαταρκτνκὸν ἐνθύμημα ἐκεῖνο, εἰ καὶ πάνυ πολὺν ἐπέσχε χρόνον ὁ Φίλιππος, ζητῶν ὅπως ἂν τἀναντία τούτοις οἷς προείρηται πράξειεν, οὐκ ἂν ἑτέρως μοι δοκεῖ τοῦτο ποιῆσαι, ἢ τοῦτον τὸν τρόπον, ὃν νυνὶ πεποιηκὼς φαίνεται. τὸ γὰρ ὧν ἐποίησε πρότερον ὑπομιμνήσκειν ταῦτα ἐπεσταλκότα, πῶς οὐχ ὅπερ εἴρηκα πράττοντός ἐστι.

Ἄλλο. Ἐπειδὴ τοίνυν εἰρήκαμεν τί δεῖ ποιεῖν ἐν ταῖς παραγραφαῖς τὸν παραγραφόμενον, φέρε σκεψώμεθα, τί προσήκει καὶ τὸν ἀντιλέγοντα πράττειν. ὁ τοίνυν ἀντιλέγων τῇ παραγραφῇ αὐτὸ τοῦτο τὸ θεώρημα ἀναστρέψας ἐρεῖ οὕτως. ἦν μὲν οὐκ ἄδηλον τοῦτο, ὦ δικασταί, ὅτι τὸν λόγον παρεὶς τὸν περὶ τῶν ἐγκλημάτων, ὧν ἡμεῖς ἐγκαλοῦμεν, διὰ τὸ μὴ θαρρεῖν τοῖς δικαίοις προφάσεις τινὰς εὑρήσει καὶ διαδύσεις, διʼ ὧν ἑαυτῷ τὸ μὴ δοῦναι δίκην ποριεῖται, ἐγὼ δὲ ἡγοῦμαι προσήκειν ὑμῖν, τοῦ τε ὅρκου ὃν ὀμωμοκότες κάθησθε φροντίζουσι καὶ τοῦ δικαίαν ἐνεγκεῖν τὴν ψῆφον περὶ ὧν κρίνετε, τούτοις μὲν μὴ προσέχειν, τῶν δὲ περὶ ὧν ἡμεῖς ἐγκαλοῦντες ἥκομεν ἀπαιτεῖν τὸν λόγον.

Ἄλλο. Ἐν πᾶσι δὲ τοῖς ἀντιπίπτουσιν ἐξ ἐννοίας

347
προοιμιακῆς, ὅπου σὺ τὸ ἀντιπῖπτονλύσεις, ὁ ἐναντίος 3 αὐτὸ θήσει. πολλῶν δὲ ὄντων τῶν ἐξ ἐννοίας ἀντιπιπτόντων, ὡς μικρῷ πρόσθεν εἰρήκαμεν, ἓν ἑλώμεθα παραδείγματος ἕνεκεν, οἷον δοκεῖς διὰ φθόνον λέγειν, τῷ δὲ ἐναντίῳ ἁρμόσει αὐτῷ τοὐτῷ χρήσασθαι ἀναστρέψαντι [*](487) καὶ λέγοντι οὐκ ἔστιν ἄδηλον, ὦ δικασταί, τοῦτο ὅτι φθόνῳ καὶ βασκανίᾳ τὴν γραφὴν ταύτην καὶ τὴν κατηγορίαν συνθεὶς οὗτος εἰς ὑμᾶς εἰσελήλυθεν.

Ἄλλο. Ἐν πᾶσι τοῖς ζητήμασιν, ἐν οἷς καὶ αὐτὸς ὁ κατηγορῶν φανερῶς καὶ μέγα τι ἠδίκηται, τῷ κατὰ συνδρομὴν χρήσεται προοιμίῳ οὕτως· οἱ μὲν ἄλλοι πάντες οἱ παριόντες εἰς ὑμᾶς, ἐπειδάν τινος κατηγορεῖν μέλλωσι, τοῦτο αὐτοῖς ὑπάρχειν ἀξιοῦσι παρʼ ὑμῶν, τὸ μὴ διʼ ἔχθραν δοκεῖν κατηγορεῖν· ἐγὼ δὲ οὐ τοῦτο ἂν ἀρνηθείην, καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ φαινοίμην μισῶν τὸν τηλικαῦτα κακῶς ὑμᾶς ἠδικηκότα, καὶ ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐκ τοῦ αὐτοῦ γένους πολλοὶ τυραννοῦσι καὶ ἀξιοῖ τις ἐλαύνεσθαι τὸ γένος. καὶ ἐπʼ ἐκείνου· λῃσταί τινες ἀφήρπασαν παῖδα πένητος δημαγωγοῦ ἀπέστειλαν ἐπὶ τοὺς λῃστὰς πλούσιον διάφορον τῷ πένητι ὁ δὲ τὸν παῖδα τῶν λῃστῶν ἐκβαλόντων οὐκ ἀνείλετο, ἀλλὰ περὶ σύλληψιν ἔσχε τὴν τοῦ πλοίου. καὶ ἐπανελθὼν δημοσίᾳ κρίνεται.

Ἐν πᾶσι τοῖς ζητήμασιν ἐν οἷς στρατηγὸς ἠδίκηται, εἶτα ἰδιωτικὴν ἀπενήνεκται γραφήν, ἁρμόσει τὸ μὲν οὖν προοίμιον ἐκεῖνο· ἐβουλευσάμην μὲν ὡς καὶ δημοσίᾳ καὶ κοινῇ τὴν πόλιν ἠδικηκότα τοῦτον εἰς ὑμᾶς [*]((690)) εἰσφέρειν· τὸ γὰρ τοὺς στρατηγεῖν ὑφʼ ἡμῶν κεχειροτονημένους πάσχειν ὑπὸ τούτου κακῶς, τῆς πόλεως, οὐκ ἴδιον τοῦ στρατηγοῦ τὸ ἀδίκημανομίζω καθεστηκέναι οὐ μὴν ἀλλὰ καὶ νῦν προσδοκῶν ὑμᾶς ὁμοίως ἀγανακτήσειν, [*](488) ὡς ἂν εἰ καὶ δημοσίᾳ κατηγόρουν, τὴν παροῦσαν

348
3 ταύτην γραφὴν ἀπηνεγκάμην. ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐγέλασεν Ἀλκιβιάδης ὑπισχνουμένου τοῦ Κλέωνος τὰ περὶ Πύλον, καὶ ἐπανελθὼν ὕβρεως αὐτῷ δικάζεται. καὶ ἐπʼ ἐκείνου· ὁ Ἀλκιβιάδης ἐκώμασεν ἐπὶ τὸ δεσμωτήριον ὄντων τῶν τριακοσίων καὶ ἔφη, γενναῖοι, καί, ὑπὸ Κλέωνος, καὶ δικάζεται αὐτῷ ὁ Κλέων ὕβρεως. καὶ ἐπʼ ἐκείνου· νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· οὐκ ἀνέῳξε Κλέωνι ὁ Νικίας εἴσω τῆς προθεσμίας ἄγοντι τοὺς τριακοσίους, καὶ δικάζεται αὐτῷ ὕβρεως.