Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Τρίτον δὲ τοῦτο οὐ μίαν δέ, ὡς ἔοικεν, ὦ ἄνδρες δικασταί, [*](478)

340
2 γνώμην οὐδὲ τὴν αὐτὴν ἔχειν μοι συμβαίνει περὶ τῶν τούτῳ τετολμημένων· καὶ γὰρ δύσκολον εἶναι καὶ ῥᾷστον ἐμαυτῷ νομίζω τοῦτον τὸν ἀγῶνα καθεστηκέναι. αὐτῶν μὲν γὰρ ἕνεκα τῶν πραγμάτων καὶ πάνυ ῥάδιον, οὕτω πολύ τι τὸ πλῆθος καὶ τὸ μέγεθός ἐστι τῶν τετολμημένων δύσκολον δὲ ἐκείνῃ, ὅτι μὴ ῥᾷστον ἐφικέσθαι τῶν τετολμημένων· οὐ μὴν διὰ τοῦτο ἡγοῦμαι προσήκειν ἐμαυτῷ τὴν κατηγορίαν ἀφεῖναι, ἀλλʼ ὡς ἂν οἷός τε ὦ δεῖξαι τὰ τούτῳ τετολμημένα καὶ παραστῆσαι.ὧδε παραδείγματος ἕνεκα, οἱ ἐπὶ τοῖς Ποτιδαιάταις κρινόμενοι Ἀθηναῖοι, καὶ ὁ ἐπὶ ταῖς Εὐμενίσι, καὶ ὁ ἐπὶ τῷ λοιμῷ τῶν Σκυθῶν, καὶ ἐπὶ πάντων, ὅπου μέγα τι καὶ ὡμολογημένον ἀδίκημα.

Ἄλλο θεώρημα. Εἰρήκαμεν ἐν τοῖς ἐξ ἀποβάσεως, τί δεῖ ποιεῖν τὸν κατήγορον· φέρε οὖν εἴπωμεν, τί δεῖ ποιεῖν τὸν φεύγοντα. ἐὰν τοίνυν ἐκβεβηκὸς τι ἄτοπον ὡμολογημένον, τὸ μὲν ἀνιαρὸν αὐτὸ εἶναι σύντρεχε, τὸ δὲ ἑξῆς ἀναίρει λέγων, ὡς οὐ δικαίως αὐτὸς φεύγει· οὐ γὰρ ἐπʼ ἐκείνοις αὐτὰ συνεβούλευσεν, οὐδʼ ἂν προσεδόκησεν, ὡς ἐπʼ ἐκείνου ὁ Φίλιππος ἔδωκεν αἵρεσιν τοῖς Ἀθηναίοις, πότερον βούλονται ὅπλοις ἢ λόγοις δικάζεσθαι ὁ Δημοσθένης συνεβούλευσε λόγοις, καὶ αὐτὸς εἰπὼν ἡττήθη καὶ κρίνεται. ὁρᾷς ὅτι ὡμολογημένον ἐστὶ κακὸν καὶ ἄτοπον τὸ περὶ τὴν ἧτταν· καὶ πάλιν ἐπʼ ἐκείνου· ἔγραψεν ὁ Ἀριστοκράτης τὸ περὶ τοῦ Χαριδήμου [*](479) ψήφισμα, ἀποστάσης Χερρονήσου κρίνεται. κἀνταῦθα τὸ ἐκβὰν ὡμολογημένον ἐστὶν ἄτοπον. οὐκ ἄτοπον οὖν εἰπεῖν, τὸ μὲν οὖν ὑμᾶς ἐπὶ τοῖς συμβεβηκόσιν ἀγανακτεῖν, οὐδὲν ἀπεικός· οὐ μὴν χρὴ τούτων εἰς ἐμὲ τὴν αἰτίαν ἔχειν, ὃς οὐκ ἐπὶ τούτοις εἰσήνεγκα τὸν νόμον. καὶ ὅλως ἐπὶ πάντων ἁρμόσει τῶν τοιούτων. ἐπὶ δὲ τῶν κατηγόρων ἐξ ἀποβάσεως ἁρμόσει μέν σοι καὶ τὰ προειρημένα

341
θεωρήματα, οὐχ ἥκιστα δὲ κἀκεῖνο· εἰ μὲν ἐξαρκεῖ 2 τὸ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν, οὐκ ἄξιον μέν, φέρειν δʼ οὕτως ἀνάγκη. εἰ δὲ καὶ τιμωρίαν χρὴ λαβεῖν. ὁπόταν δὲ κρίνειν τινὰ μέλλῃς μεταβολῆς καιροῦ βελτίονος γενομένης, ἧς πρότερον μὴ οὔσης οὐκ ἠδύνασο κρίνειν, ἁρμόσει σοι λέγειν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ δεδώκασιν ἡμῖν καιρόν, οἷον μάλιστα ηὐχόμεθα ἢ οὕτως, πάλαι δυσχεραίνων τοῖς συμβεβηκόσι καὶ τετολμημένοις  ὑπὸ τούτου, νῦν ἐπειδὴ καιροῦ ἐλαβόμην ὡς ἐπʼ ἐκείνου ὁ Ἰσμηνίας ἐπαυλήσας ταῖς Θήβαις κρίνεται μετὰ τὸν Ἀλεξάνδρου θανάτου, καὶ πάλιν ὁ Πύθων μετὰ τὴν Φιλίππου τελευτὴν κρίνεται τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων. καὶ ἐκ τοῦ ἀπολογουμένου βιάσῃ λέγων[*]((687)) συνήδεσθαι καὶ αὐτὸς ἐν τῷ παρόντι καιρῷ, ἵνα εἰ καί τις ἦν πρότερον διαβολὴ ταύτην ἐξέλῃς. ὁπόταν δέ σε λυπῇ τι ἢ ἀπὸ καιροῦ χαλεποῦ ἢ ἀπὸ δυνάμεως ἐχθρῶν ἀπὸ κέρδους δοκοῦντος ὑπὸ τῶν ἐναντίων προτείνεσθαι, τοῦτο αὐτὸ προαναίρει καὶ προθεράπευε λέγων τἀναντία ὑπειληφέναι περὶ τῶν ἀκουόντων ἢ ὥς τινες οἴονται. ἢ οὕτως ἐξ ἀτόπου προτάσεως· εἰ μὲν ἑώρων παραπλησίως ὑμᾶς διακειμένους τούτοις, οἷον τοῦ μὲν ἀπὸ καιροῦ φοβεροῦ καὶ δυνάμεως ἐχθρῶν ἐκεῖνο, ὡς [*](480) ἐπὶ τῶν Θετταλῶν, οἷς ἐπαπειλεῖ βασιλεὺς ἐπαφεῖναι τὸν Πηνειόν. ἀπὸ δὲ τοῦ κέρδους ,ὡς ἐκεῖνο, Αἰσχίνης προῖκα ἐκόμισε σῖτον παρὰ τοῦ Φιλίππου πεμφθεὶς πρὸς Κερσοβλέπτην, καὶ κρίνεται. ἐξ ἀπολογίας. ὁπόταν δέ τι εὖ πεποιηκέναι φάσκοντες ἔτι καὶ κρινώμεθα, ἁρμόσει τὸ ἐκ βαρύτητος οὕτως· ᾤμην μὲν ἔγωγε καὶ ἐπαίνων τεύξεσθαι. ἢ οὕτως· οὐκ ἄν προσεδόκησα τοιοῦτον ἀπαντήσειν τέλος, οἷον μετὰ νίκην τις κρινόμενος χρήσεται τούτῳ, ὡς ἐπʼ ἐκείνου· στρατηγὸς καθελών μέρος τι τοῦ τείχους ἐξελθών ἐνίκησε, καὶ κρίνεται. ἐκ δὲ τοῦ κατηγόρου
342
2 αὐτῷ τούτῳ συμπλεκόμεθα λέγοντες, οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις τὰ μέγιστα ἠδικηκὼς ἔτι καὶ φιλοτιμῆται τοῖς πραχθεῖσιν.

Ἄλλο. Ἐν ἐκείνοις δὲ τοῖς προβλήμασιν, ἐν οἷς δοκοῦμέν τι ὑπὲρ αὑτῶν σπουδάζειν, καὶ τοῦ ἰδίου ἕνεκα συμφέροντος εἰσηγεῖσθαί τι, καὶ τὸ τῆς πόλεως συμφέρον συμπλέκειν ἄξιον· εἰ δέ γε ἔνδοξον εἴη τὸ πρόσωπον τὸ λέγον, λέξει ὅτι εἰ μὲν ἑώρων, ὑπὲρ ἐμαυτοῦ μόνου ὂν τὸ σκέμμα, ἐσιώπων ἄν, ἐπεὶ δὲ καὶ τῆς πόλεως. οἷον ὡς ἐπʼ ἐκείνου τὸν Περικλέα αἰτοῦσιν οἱ Λακεδαιμόνιοι ἐπὶ ὑποσχέσει εἰρήνης, αὐτὸς ἀντιλέγει. ὅταν ἔν τινι δυσκολίᾳ καιροῦγράφῃς τινὰς ἐπανορθώσεις, ἁρμόσει τὸ ἐξ ἀτόπου προτάσεως θεώρημα· οἷον εἰ μὲν ἐξαρκεῖ [*](481) τὸ ἀνιᾶσθαι ἢ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν εἰς παραμυθίαν ὧν πὰσχομεν, ἐμοὶ μὲν οὐ συνδοκοῦν, χρῆσθε δὲ ὅ τι καὶ δοκεῖ· εἰ δ’ ὅπως ἐπανορθωθήσεται δεῖ σκοπεῖν, οἷον ὡς ἐπʼ ἐκείνου· τοῖς νοσοῦσι Σκύθαις συμβουλεύει τις μεθίστασθαι. ἢ πάλιν, κατατρεχομένης τῆς Χερρονήσου γράφει ὁ Δημοσθένης διορύξαι τὸν Ἰσθμόν,ὁ δὲ ἀντιλέγων τοῖς τοιούτοις πῆ μὲν συνδραμεῖται ἐν προοιμίοις πῆ δὲ οὔ ὅτι μὲν γὰρ δεῖ ἐπανορθοῦσθαι τὰ συμβαίνοντα καὶ αὐτὸς φήσει εἰδέναι, οὐ μὴν διὰ τοῦ τρόπου οὗ ὑφηγεῖται ἢ ἐκεῖνο τὸ θεώρημα· οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις παριῇ μὲν ὡς ἐπανορθωσόμενός τι τῶν κοινῶν, χείρω δὲ τὰ κοινὰ ποιῇ. ἄλλο τοῦτο σφοδρότερον.

Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς ἀτόπου τινὸς συμβαίνοντος εἰσηγούμεθά τι, ἁρμόσει τὸ ἐξ εὐχῆς θεώρημα, οἷον εἰ λέγοις, ηὐξάμην ἄν μήτε τι τῶν τοιούτων γενέσθαι, μήτε ἐμὲ ἐπὶ τούτοις τοῖς προγεγενημένοις σύμβουλον παριέναι, ὡς ἐπʼ ἐκείνου· μετὰ Χαιρώνειαν ἤδῃ γράφει Ὑπερίδης τούς ἀτίμους ἐπιτίμους ποιεῖν.

343

Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς φαμὲν 2 θεοὺς προσημαίνειν τι, ἁρμόσει τὸ θεώρημα τὸ ἐξ ἐνδόξου κρίσεως, οἷον, ἱκανῶς μὲν καὶ πρὸ ἡμῶν τὸ ὅ τι χρὴ πράττειν οἱ κρείττους σύμβουλοι προὔφηναν, ὡς ἐπʼ ἐκείνου· ἔδει τοὺς ἀριστέας διαμονομαχεῖν δύο ἀδελφῶν μονομαχούντων ἔδυ ὁ ἥλιος, καὶ γράφει τις λῦσαι τὸν νόμον.

Ἄλλο. ὅταν εὐχῇ χρηστέον, ὅταν ᾗ ἱερατικὸν τὸ πρόσωπον ὁ λέγων ἢ ὑπὲρ ἱερωσύνης, ἢ ἡ πόλις ἱερά, οἷον ἡ Δελφῶν ἢ Δηλίων, ὥσπερ Ἀριστείδης ἐποίησεν ἐν προοιμίοις, ἢ περὶ πανηγύρεως θεοῦ ᾖ ὁ λόγος· οἷον ἐπιόντος πολέμου ἔφη τις ἀναβάλλεσθαι τὰ Ὀλύμπια, ἀντιλέγει τις.

Ἄλλο. Ὁπόταν δʼ ἐν τῷ καλουμένῳ χρώματι μέλλῃς λέγειν, ὅτι καλῶς διὰ φιλανθρωπίαν ἢ διʼ ἄλλην τινὰ καλὴν αἰτίαν ἐποίησας τοῦτο ἐφʼ ᾧ κρίνῃ,ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε αὐτὸ τοὐναντίον δόξαν χρηστὴν καὶ καλὴν ἀποίσεσθαι ἐφʼ οἷς ἔδρασα, ὡς ἐπὶ τοῦ θάπτοντος τὸ [*]((688)) νεοσφαγὲς σῶμα.

Ἄλλο. Ἐν πᾶσι τοῖς ἀντεγκληματικοῖς ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε καὶ τοὺς συναχθεσθησομένους ἐμοὶ γεγενῆσθαι, καὶ οἴκτου πλέον ἢ ὀργῆς ἀξιώσεσθαι, οἷον ὡς ἐπʼ ἐκείνου· ἀριστεύς πορνεύοντα τὸν υἱὸν ἀνεῖλε καὶ κρίνεται.

Ἄλλο. Ἐν ταῖς συνηγορίαις ἄξιον ὁρᾶν ὑπὲρ ὧν λέγομεν, οἷον ἢ ὑπὲρ συγγενῶν, ὡς ὁ Λυσίας πολλαχοῦ, οἰκειότατον ἐμαυτῷ νομίζω βοηθεῖν ἢ ὑπὲρ φίλων, ὡς ἐν τῷ Ἀμαρτύρῳ Ἰσοκράτης. ἐν δὲ ταῖς τῶν ἀλλοτρίων προσώπων συνηγορίαις σκοπεῖν χρὴ εἰ ἔνδοξα εἴη ἢ ἄδοξα, καὶ εἰ μὲν ἔνδοξα εἴη, συντρέχειν τῷ καὶ ὑπὲρ

344
2 τούτων σπουδάζειν· εἰ δὲ ἄδοξα, συμπλέκειν αὐτὰ τοῖς ἐνδόξοις. ὅταν ἄδοξον τὸ ὑποκείμενον πρόσωπον ἢ τὸ [*](483) ἀντιλέγον, τὸ ἐκ ποιότητος καταφορικὸν ἁρμόσει σοι, οἷον, οὐκ ἦν αὐτάρκη τούτῳ τὰ πρότερον τετολμημένα· ἢ οὕτως, εἴη μὲν ἂν ἔν τι καὶ τοῦτο τῆς τούτου πονηρίας. ἢ οὕτω θαυμαστὸν μὲν οὐδὲν τὸ τοιοῦτον ὄντα τοιαῦτα τετολμηκέναι. ἐν δὲ ταῖς ἀμφισβητήσεσι καὶ τοῖς ἀμφισβητηματικοῖς δεῖ ὁρᾶν τὰ διάφορα, οἷον εἰ πράγματι ἢ καιρῷ ἢ προσώπῳ ἢ τρόπῳ διαλλάττοι καὶ ἐκ τούτου λαμβάνειν τὰ προοίμια. ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτοῦ ἰδίαν πρόσαγε, οἷον πἐρὶ μεγάλων ἥκομεν· καὶ ἡ κατασκευὴ ἰδία προσετέθη ὡς ἐν τῷ περὶ εἰρήνης Ἰσοκράτους· ὅπου γὰρ περὶ πολέμου καὶ εἰρήνης, μεγάλα. κάλλιστον δὲ καὶ ἐν τούτοις τὸ τῆς μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ λόγος εἴη.