Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Τὰ μέντοι δεινὰ τὰ συμβεβηκότα τισὶν ἤ συμβησόμενα οὐ δεῖ κεφαλαιωδῶς ἐκτίθεσθαι· ἡ γὰρ ἀθρόα τούτων δήλωσις ἔκπληξιν ἔχει μᾶλλον τῶν ἀκουόντων αὐτά, ἢ ἔλεον τῶν πεπονθότων. παράδειγμα τὸ Αἰσχίνου ἀθρόας δηλώσεως κακῶν τὸ περὶ τῶν Θηβαίων εἰρημένον· ,,Θῆβαι δὲ Θῆβαι πόλις ἀστυγείτων μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται ἀλλʼ οὐχ ὁ Δείναρχος, ἀλλʼ ἐπὶ τὸν αὐτὸν ἐλθών τόπον καὶ ἄλλα μὲν εἶπε δεινὰ διʼ ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν Θηβαίων παραστῆσαι βουλόμενος εἶπε· ,,περιπέτονται δὲ τὸ τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες. ὡς δὲ τὸ ἀθρόως λέγειν τὰς τινῶν

398
συμφορὰς ὀξὺ ἄκουσμα ὄν ἀλλοτρίως ἔχει πρὸς τὸν ἔλεον, οὕτως ἐπακριβὲς ἐπὶ πάντα ἐπεξιέναι πειρᾶσθαι καὶ καταβάλλει τὸν ἔλεον· τὴν μέσην οὖν βαδίζειν δεῖ, ὡς  Ὅμηρος,
  • ἄνδρας μὲν κτείνουσι, πόλιν θέ τε πῦρ ἀμαθύνει,
  • τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας,
  • [*]((723)) ἀπὸ τῶν ἐνεχομένων ἁλώσει πόλεως τὸν ἔλεον ἐκίνησεν, ὧν ἐκινδύνευσεν ἡ πόλις παθεῖν εἰ δὲ δὴ πάντα διεξῄει [*](586) τὰ παρακολουθοῦντα πόλεως ἁλώσει, γελοῖος ἄν ἦν καὶ μικροπρεπής.

    Κινεῖ δὲ ἔλεον ἐν τοῖς μάλιστα καὶ ἡ ἐνάργεια ἡ τῶν ἀτυχούντων καὶ ἠθοποιΐα καὶ χαρακτηρισμὸς ὁ περὶ αὐτῶν γινόμενος, ὡς ὁ Δημοσθένης περὶ τοῦ Στράτωνος· ,κάλει δὲ καὶ τὸν Στράτωνα αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα. οὗτος τὰς ἐφʼ ἡλικίας στρατείας ἐστρατευμένος ἔστηκε τὰ νῦν σιωπῶν, οὐδὲ ὀδύρασθαι τὰς ἑαυτοῦ συμφορὰς ἐξουσίαν ἔχων. ἐχαρακτήρισε γὰρ αὐτὸν σιωπῶντα παραστήσας δικαστηρίῳ, καὶ ἦθος περιέθηκεν αὐτῷ τὸ τοῦ σιωπῶντος καὶ δεδοικότος λέγειν. ἠθοποιΐαν δὲ τὴν διὰ λόγων τόνδε τὸν τρόπον ποιήσομεν, οἷον, τίνα δʼ ἔλεγε σφαττόμενός τις, ἢ βιαζομένη παρθένος ἢ ὁτιοῦν τις κινδυνεύων παθεῖν; ὡς ἐπὶ ταύτης τῆς ὑποθέσεως, τοῖς φυγάσι συμφεύγειν τοὺς παῖδας, ἔφευγέ τις, συνέφευγεν αὐτῷ καὶ ἡ γυνὴ κύουσα, τὸ τεχθὲν παιδίον κατιὸν μετὰ τῆς μητρὸς ἀπέκτεινέ τις, καὶ φόνου κρίνεται. ἐνταῦθα ἔστι διʼ ἠθοποιΐας ἔλεον κινῆσαι περιθέντας λόγους τινὰς τῇ μητρὶ τοῦ παιδός, οὓς εἶπε παραιτουμένη τὴν ἀναίρεσιν αὐτοῦ.

    Κινεῖ δὲ ἔλεον καὶ τὸ τῆς ὁμοιοπαθείας στοιχεῖον, οἷον ὑπὲρ παιδός τις ἀγωνίζεται ἢ μητρὸς ἢ πατρός οὗτος εἰ καὶ λέγοι τούς δικαστὰς ἐν τοῖς αὐτοῦ γενέσθαι πεάθεσιν, ἔλεον κινήσει, οἶς αὐτὸς ἐπεπόνθει, ἐπιστήσας

    399
    τοὺς ὄντας κυρίους τῆς ψήφου. κεκίνηκε τοῦτον τὸν τόπον καὶ Ὅμηρος ἐν Λύτροις· τὸ γὰρ
  • μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  • καὶ τὰ τούτοις ἐξῆς εἰς τὴν ὁμοιοπάθειαν αὐτὸν ἄγει. [*](587) ἐπειδὰν μέντοι πρὸς τοὺς δικαστὰς τοιοῦτόν τι λέγωμεν, τὸ δοκεῖν τι κατʼ αὐτῶν φυλαξόμεθα. χρησόμεθα οὖν τῇ προδιορθώσει καλουμένῃ, οἷον, τὰ μὲν οὖν ἐμοὶ συμβεβηκότα  μηδενὶ συμβαίη παθεῖν ὑμῶν, ἀλλʼ οὐδὲ συμβήσεται τῶν θεῶν ὑμῖν εὐμενῶν ὄντων ὅσοις δὲ ὑμῶν θυγατέρες εἰσὶ παρθένοι, νομισάτω τούτων ἕκαστος ἡρπάσθαι τὴν ἑαυτοῦ καὶ ὑπὸ τοσούτων τὴν βίαν πεπρᾶχθαι,  καὶ τὰ ἑξῆς εἰ λέγοι, ἔλεόν τινα κινήσει ἀπὸ τοῦ στοιχείου τοῦ προειρημένου.

    Ἔτι κινήσομεν ἔλεον αὐτοὶ κατηγοροῦντες ἑαυτῶν. τοῦτό ἐστι μὲν εὑρεῖν καὶ παρὰ τοῖς τραγικοῖς ποιηταῖς, ἀμέλει παρὰ τῷ Εὐριπίδῃ ἡ τοῦ Πενθέως μήτηρ Ἀγαυὴ ἀπαλλαγεῖσα τῆς μανίας καὶ γνωρίσασα τὸν παῖδα τὸν ἑαυτῆς διεσπασμένον κατηγορεῖ μὲν αὐτῆς, ἔλεον δὲ κινεῖ. ἐν δικανικῇ δὲ ὑποθέσει οὕτως· πένης μὲν ὑπὸ πλουσίου ἐξῃτημένος, ἀξιῶν δὲ ἤδη τεθνάναι μέλλοντος τοῦ πλουσίου καὶ διατρίβοντος· οὗτος αὐτοῦ κατηγορῶν τῆς προαιρέσεως καὶ τῆς ἀντιπολιτείας ἔλεον κινήσει. τί γὰρ ἔδει μοι τῆς ἔχθρας τῆς πρὸς τὸν πλούσιον; τί δὲ ἐμαυτὸν παρεξῆγον; διὰ τοὺς νόμους ἐρεῖ τις ἴσως καὶ τὴν δημοκρατίαν καὶ ὑμῶν αὐτῶν ἕκαστον τί οὖν ὤνησέ με ταῦτα; οἱ νόμοι προδεδώκασιν, ἐγκαταλέλοιπεν ἡ δημοκρατία, ὑμεῖς αὐτοί μἐ καταψηφίσασθε. καὶ πάλιν, γήμας τις καὶ ἐκ τοῦ γάμου δίκας ἔχων καὶ πράγματα αὐτὸς ἑαυτοῦ κατηγορεῖ, καὶ παῖδας ποιησάμενος ἄλλος. καὶ συνελόντι εἰπεῖν πολλαχῶς ὁ τόπος [*](588) οὗτος μεθοδεύεσθαι πέφυκε.

    Κινεῖ δὲ ἔλεον καὶ λόγος πρὸς τόπον τινὰ γιγνόμενος,

    400
    οἷον πρὸς βῆμα, πρὸς δικαστήριον· παράδειγμα τούτου τὸ τοῦ Σοφοκλέους, πεποίηκε δὲ Οἰδίποδα πρὸς τὸν Κιθαιρῶνα διαλεγόμενον
  • ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου,τί μʼ οὐ λαβὼν
  • ἔκτεινας;
  • καὶ πάλιν Ἡρακλέα που διαλεγόμενον πεποίηκε πρὸς τοὺς βραχίονας αὐτοῦ καὶ τὸ στέρνον· ξαινόμενος γὰρ ὑπὸ τοῦ φαρμάκου φησίν·
  • ὦ στέρνʼ, ὦ φίλοι βραχίονες,
  • ὑμεῖς,
  • καὶ τὰ ἑξῆς. δύνανται δὲ καὶ οἱ προσόντες λόγοι γινόμενοι κινεῖν ἔλεον κατὰ τὸ ὑποκείμενον· εἴ τις ἠριστευκὼς πολλάκις κρίνοιτο προδοσίας διὰ τὰ ἀπὸ τῶν πολεμίων εἰλημμένα. ὡς εἰ Δημοσθένης παρὰ τοῖς Ἀθηναίοις κρίνοιτο περὶ τῶν ἐν Αἰτωλίᾳ τὰ ἐξ Ἀμβρακίας ὅπλα κομίσας, ἄγοι δὲ αἰχμάλωτα.

    [*]((724))

    Κινεῖ δʼ ἔλεον καὶ τὸ δέον γενέσθαι οὐ γεγενημένον, γενόμενον δὲ ὅπερ οὐκ ἔδει γενέσθαι, οἷον εἰ πατὴρ ὑπὲρ παιδὸς εἰσίοι δίκην ἀνῃρημένου, τὸ δέον γενέσθαι λέγων, δεικνύς αὐτὸ μὴ γεγενημένον, ἔλεον κινήσει, οἷον, ὃν ἔδει περιόντα μου καὶ γηροκόμον εἶναι καὶ θεραπευτήν, καὶ ὃν εἰκὸς ἀποθανόντα με περιστεῖλαι, καὶ τῶν νενομισμένων ἀξιῶσαι, οὗτος μὲν οἴχεται καὶ τέθνηκεν. ἐγὼ δὲ αὐτὸν προὐθέμην καὶ τῶν νενομισμένων ἠξίωσα τὸν νέον ὁ τηλικοῦτος, ὁ πατὴρ τὸν υἱόν.

    [*](589)

    Κινεῖ δʼ ἔλεον καὶ λόγος τις γινόμενος πρὸς κτήματα τοῦ τεθνεῶτος, ὡς ὁ Κτησίας πεποίηκε τὴν τοῦ Κύρου μητέρα περὶ τῶν ἵππων αὐτοῦ καὶ τῶν κυνῶν καὶ τῶν ὅπλων διαλεγομένην, καὶ ἀπὸ τούτων οἶκτον κεκίνηκε. δύναται δὲ καὶ ἐν δίκῃ πατὴρ υἱοῦ τεθνεῶτος ἀπʼ εἰκόνος ἔλεον αὐτοῦ κινεῖν, χλαμύδος διαβολάς. καὶ ἡ Ἠλέκτρα ἐν τῷ Ὀρέστῃ θεασαμένη τὴν ὑδρίαν ἐν ᾗ πλαστῶς

    401
    κεκομισμένα ὀστέα αὐτοῦ, διαλέγεται μὲν πρὸς αὐτήν, κινεῖ δὲ ἔλεον· φησὶ γοῦν
  • ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
  • ψυχῆς Ὀρέστου λοιπόν.
  • ἔπειτατούτοις συνάπτει τὸν παρʼ ἐλπίδας τόπον καλούμενον καὶ αὐτὸν ἔλεον κινεῖν δυνάμενον· φησὶ γὰρ
  • κοίτης μικρὸς ἐν μικρῷ,
  • καὶ ἐπιτίμησιν αὐτῷ συνέπλεξεν, ὥσπερ μήποτε ὤφελε, φησίν, ἀλλὰ πρότερον τεθνήκειν· ἔπειθʼ ἃ ἔδει τεθνεῶτος αὐτοῦ γεγονέναι ὡς οὐ γεγονότα διέξεισιν· οὐ γὰρ ἔθαψά σε φησὶν οὐδὲ περιέστειλα.

    Κινεῖ δὲ ἔλεον καὶ ὁ πρὸς πατρίδα λόγος γινόμενος περὶ τοῦ τεθνεῶτος, λόγου χάριν, ἔστω τις Ἀθηναῖος ἀνῃρημένος· ἐὰν ἀποστρέφῃ τις τὸν λόγον εἰς τὰς Ἀθήνας, [*](590) ἔλεον κινήσει παρὰ τοῦ τεθνεῶτος, οἷον ἡ μὲν ὠτακουστεῖ καὶ καραδοκεῖ περὶ αὐτοῦ τὸ μέλλον καὶ ὅσον οὐδέπω ἥξειν οἴεται, καὶ ἕξειν δημηγόρον, στρατηγόν, ὁ δὲ πόρρω τῆς ἑαυτοῦ τέθνηκε. καὶ οἱ πρὸς τὰ παιδία τῶν τεθνεώτων γονέων λόγοι γινόμενοι κινοῦσιν ἔλεον, ἵνα τῶν μέν τις τὴν ὀρφανίαν ὀδύρηται καὶ τὰς ταύτῃ παρακολουθούσας συμφορὰς καὶ τὸ ἀναίσθητον αὐτῶν ἐν οἷς δυστυχοῦσιν· τῶν γονέων δὲ τό τε γῆρας καὶ τὴν ἐρημίαν καὶ τὰ ταύτῃ παρακολουθοῦντα· γυναικὸς πάλιν δὲ χηρείαν, καὶ ὅσα ταύτῃ παρακολουθεῖν πέφυκε. καὶ ἀπʼ αὐτοῦ δέ τις τοῦ τεθνεῶτος ἔλεον κινεῖν δύναται, ἐὰν μὲν ᾖ διὰ φαρμάκων ἀνῃρημένος, καὶ τὰ παρακολουθήσαντα  τῇ φαρμακίᾳ διεξιὼν τὰς ὀδύνας, ταλαιπωρίας, τὸ μῆκος τῆς νόσου, τὸ σῶμα λυμανθὲν τοῦ ἀνθρώπου ὑπὸ τῶν φαρμάκων ἐὰν δὲ βιαίως, τὰ ἐπόντα τραύματα, τὸν τρόπον τῆς ἀναιρέσεως. τοῦτον τὸν τόπον κεκίνηκεν Εὐριπίδης οἶκτον ἐπὶ τῷ Πενθεῖ κινῆσαι βουλόμενος. ἕκαστον γὰρ αὐτοῦ τῶν μελῶν ἡ μήτηρ

    402
    ἐν ταῖς χερσὶ κρατοῦσα καθʼ ἕκαστον αὐτῶν οἰπτίζεται. ἀπὸ τούτου τοῦ τόπου καὶ Ξενορῶν τὴν Πάνθειαν ἄριστα συνεπέδειξεν οἶκτόν τινα καὶ ἔλεον περιτιθεὶς  τῷ πάθει. πρῶτον μὲν γὰρ ἠθοποίησε τὸ σχῆμα τῆς γυναικός, ἱσταμένης ἐπὶ πένθει καὶ δακρυούσης, ἔπειτα τὸν Ἀβραδάτην παρακείμενον διηγήσατο, καὶ πῶς δεξαμένη τὴν χεῖρα ἀποκοπεῖσαν κατεφίλησε. καὶ [*](591) Ἑκάβη τὸν Ἀστυάνακτα τοῦτον πενθοῦσα τὸν τρόπον, κεφαλῆς τε αὐτοῦ ψαύουσα καὶ χειρῶν καὶ τοῦ λοιποῦ σώματος.

    Κινεῖ δὲ ἔλεον καὶ ἡ ἀνάμνησις ὧν εἶπεν ἢ ἐποίησεν, οἷον, ἀνῃρήσθω πένης καὶ κρινέσθω ἐπʼ αὐτῷ πλούσιος· ἔλεον οὖν αὐτῷ κινήσουσιν ἀναμιμνήσκοντες τοὺς δικαστὰς δημηγοριῶν αὐτοῦ, πρεσβειῶν, τῶν ἄλλων αὐτοῦ πολιτευμάτων, ὡς ἐπὶ τοῦ Μιλτιάδου κρινομένου μετὰ Πάρον ἢ καὶ Θεμιστοκλέους προδοσίας κρινομένου, ὁποῖος ἦν τὸν χρησμὸν ἐξηγούμενος τῶν ἄλλων ἕκαστόν ἐστιν ἐπιέναι. κατὰ τοῦτον τὸν τρόπον καὶ Σοφοκλῆς τοιούτους τινὰς λόγους τῇ Ἠλέκτρᾳ περιτέθεικε· θρηνοῦσα γὰρ τὸν ἀδελφόν ἐστι τεθνεῶτα, ὡς ᾤετο, διέξεισι τὰς ἀγγελίας ἃς ἔπεμπε πρὸς αὐτὴν ὡς ἥξων αὐτὸς οὐκ εἰς μακρὰν τιμωρησόμενος τὸν Αἴγισθον.

    Κινεῖ δὲ ἔλεον καὶ ἡ τῶν ἐχθρῶν ἐπʼ αὐτοῖς ἐσομένη χαρὰ δηλουμένη καὶ νὴ Δία τις ἡδονή· ἡ γοῦν λέκτρα [*]((725)) καὶ ἀπὸ τῆς περὶ τὸν Αἴγισθον καὶ Κλυταιμνήστραν χαρᾶς οὔσης κινεῖ τὸν ἔλεον· γελῶσι δέ, φησίν, οἱ ἐχθροί, καὶ μαίνεται ἡ μήτηρ ὑπὸ τῆς ἡδονῆς. καὶ ὁ Δημοσθένης κεκίνηκε τοῦτον τὸν ἔλεον· ὁποῖον γάρ ἐστιν ἐχθρὸν ἰδεῖν ἐπʼ αὐτῷ ἡδόμενον καὶ χαίροντα τῇ καταδίκῃ  τινός;

    Κινήσομεν δὲ ἔλεον κἂν ὑποδεικνύωμεν πάθος τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου ἢ

    403
    τοῦ τεθνεῶτος Ὑπερείδης ἐν τῷ κατὰ Ἀρχεστράτου ἐπέξεισι γὰρ τὰ συμβεβηκότα τῇ τοῦ Ὀνείδου μητρί, καὶ [*](592) Λυσίας ἐν τῷ ὑπὲρ Ἀχιλλείδου τὸ πάθος τὸ τῇ ἀδελφῇ συμβὰν αὐτοῦ λέγει γάρ, ὡς ἀκρατὴς λύπης γενηθεῖσα. αὐτὴν ἀπέκτεινε. κεκίνηκε τοῦτον τὸν λόγον καὶ ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ ἐλεεινούς αὐτούς εἰπών αὐτῷ προσφαίνεσθαι. ὑπάρχει δὲ ἐν τοῖς ἀληθινοῖς ἀγῶσι καὶ περὶ μητρός τι λέγειν τοῦ κρινομένου καὶ περὶ πατρὸς καὶ τῶν ἄλλων τῶν παρόντων ὑπογράφοντας ἐναργῶς τὰ περὶ αὐτοὺς ὄντα πάθη λόγῳ, πῶς τέ εἰσιν ἱστάμενοι, καὶ πῶς δεδοίκασι, καὶ πῶς ὁ φόβος αὐτοὺς ἐξίστησι.

    Κινεῖ δὲ ἔλεον καὶ τὰ ὑπὸ τῶν ἀτυχούντων ἢ λεγόμενα ἢ πραττόμενα δηλούμενα, ὥς πού τις τῶν παλαιῶν τῶν Θηβῶν ἁλουσῶν ἔλεον κεκίνηκε τὰ ὑπὸ τῶν ἀγομένων εἰς τὴν αἰχμαλωσίαν Θηβαίων πεπραγμένα διεξιών, τούς μετὰ βίας ἀγομένους ἀπὸ ἱερῶν,ἀπὸ ἀναθημάτων, ἐγκολπιζομένους τὴν γῆν τὴν πατρῴαν ἐναργῶς ὑπὸ τὴν ὄψιν ἄγων τοῖς ἀκούουσι· καὶ ἐπʼ Ὀλυνθίων ἢ Φωκέων ἤ τινων ἄλλων ἔχοι τις ἄν λέγειν. καὶ ἐκ τῆς διαθέσεως τῶν ἀτυχούντων ἔλεόν ἐστι κινεῖν, ὡς Εὐριπίδης τὴν Κλυταιμνήστραν ἔλεον εἰσάγει κινοῦσαν αὐτὴν μετὰ τὸν τῆς Ἰφιγενείας θάνατον,

  • τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς,
  • ὅταν δόμους μὲν τούσδε προσίδω κενούς,
  • [*](593)
  • κενοὺς δὲ παρθενῶνας;
  • καὶ τὰ ἑξῆς ἐπὶ τούτοις. καὶ πένητα δὲ ἐκ τῶν περὶ αὐτὸν γενησομένων παθῶν, εἰ μὴ δημηγορήσει διὰ τὸν πλούσιον, ἐστὶ κινῆσαι τὸν ἔλεον· εἰ γὰρ τοῦτον δημηγοροῦντα βλέποιμι αὐτὸς τούτου τυχεῖν μὴ δυνάμενος, τίνα με ψυχὴν ἔχειν δοκεῖτε τηνικαῦτα; λέγει παράνομα, σιωπῶ· καταλύει τοὺς νόμους, οὐ φθέγξομαι. ἐκ
    404
    τούτων ἔλεον κινήσει καὶ τῶν ἄλλων ἐπιών ἕκαστον τῶν τούτοις ὁμοίων.

    Ἔτι ἔλεον κινήσομεν τὴν ἐρημίαν ὀδυρόμενοι τὴν ἑαυτῶν, οἷον ἐπὶ γῆς ἀλλοτρίας τις κρίνεται. ἀπὸ τῆς ἐρημίας οὖν οἶκτον κινήσει· ὁ μὲν ἀγών ἐστί μοι τηλικοῦτος, κινδυνεύω περὶ ψυχῆς καὶ τοῦ σώματος, καὶ μόνος ἐν ὑμῖν ἀγωνίζομαι, οὐ συγγενεῖς ἔχων, οὐχ ἡλικιώτας, ἐπʼ ἀλλοτρίας ἀγνὼς καὶ ἐν ἀγνῶσι καὶ ἐπὶ τῆς αὐτοῦ δέ  τις ἀγωνιζόμενος ὀδύροιτʼ ἄν τὴν ἐρημίαν τὴν οὖσαν αὐτῷ πένης ὢν ἢ κατεστασιασμένος οἰκείους οὐκ ἔχων, ἢ ἔχων μὲν ὑπʼ αὐτῶν δὲ προδεδομένος.

    Κινεῖ δὲ ἔλεον κἀν τοῖς μάλιστα καὶ ὁ τῆς ἐντολῆς καλούμενος τόπος· πολλαχῶς δὲ αὐτῷ χρησόμεθα, οἷον, τίνα δὲ ἐνετείλατο ὁ τελευτῶν καὶ ὑπονοῶν ἐκ φαρμάκων ἀνῃρῆσθαι, ἢ τίνα πάλιν τρωθεὶς μέν τις, μέλλων δὲ τελευτᾶν, ἢ καὶ νὴ· Δία τίνα ἀριστεύς ἐνετείλατο τῇ γυναικί, οὐκ ἀξιῶν αὐτὴν γήμασθαι ἐντὸς πενταετίας, ἢ ἀποθνήσκων πατὴρ ἐγχειρίζων παῖδας ἐπιτρόποις, καὶ παρακαταθήκην διδούς, ἢ μέλλων ἀποδημεῖν, ἢ ἀγόμενος παρὰ τύραννον. ἔστι δὲ ἐντελλομένους ποιεῖν καὶ τοὺς κρινομένους· ἐπισκήπτω δὲ ὑμῖν, εἰ καταψηφιεῖσθέ μου ὡς προδεδωκότος μετὰ τρεῖς ἀριστείας τὴν πόλιν, [*](594) ἀνελεῖν μου τὰς εἰκόνας, ἐξαλεῖψαί μου τὸ ὄνομα, καθελεῖν τὰ τρόπαια, τὰ ὑπομνήματα τῶν ἀριστειῶν. κέχρηται τῷ τῆς ἐντολῆς τόπῳ καὶ ὁ Σωκράτης· μέλλων γὰρ πιεῖσθαι τὸ κώνιον ἐντέλλεται τοῖς ἐπιτηδείοιςαὑτοῦ μήτε κλαῦσαι μήτε ὀδύρασθαι, καὶ ἁ ποιοῦντες περὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν γυναῖκα χαρίζοιντʼ ἂν αὐτῷ. δεῖ δὲ τὰς ἐντολὰς εὔγνωμόν τι ἔχειν καὶ εὐσεβές, ὁποία ἐστὶν [*]((726)) ἡ Σωκράτους καὶ τῶν δέκα στρατηγῶν ἀπολογία.

    405

    Τὸ πάθος πολὺ μὲν ἐν ποιήσει τῇ τραγικῇ, ἥξει δέ ποτε καὶ εἰς τὸν πολιτικόν, ὅταν πόλει ἢ προσώπῳ τινὶ τῶν παῤ ἀξίαν συμβάντων κακῶν μινημονεύσῃς, οἷα τὰ περὶ Φωκέας. τὴν δὲ λέξιν δεῖ εἶναι ἄπλαστον καὶ ἀκαλλώπιστον· τὸ γὰρ καλλωπίζειν οὐ τοῦ θρηνοῦντος, τὴν δὲ σύνθεσιν μᾶλλον ἄνετον, τὰ δὲ σχήματα γοργότερα καὶ ἀκμαιότερα. καὶ ταῦτα μὲν ἀμυδρότερα, ἴδωμεν δὲ καὶ καθʼ ἕκαστα.

    Πάθος ποιοῦσιν αἱ ἀντεξετάσεις μάλιστα πρὸς τὰ πρότερα, οἷον πρότερον μὲν ἐν ᾦ ἦν ἡ τύχη καὶ ὅτι λαμπροτέρα,  νῦν δὲ οἵοις πέπτωκεν, ὡς παῤ Εὐριπίδῃ,

  • πρῶτον μὲν οὖν μοι τἀγάθ’ ἐξᾷσαι φίλον·
  • πρὸς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.
  • Πάθος ποιοῦσι καὶ αἱ παραθέσεις πρὸς ἕτερον· οἷον εἰ λέγοις ἐν ἐκείνῳ τῷ ζητήματι· οἱ Ἀθηναῖοι πρεσβεύονται ἐπὶ τῶν τριάκοντα πρὸς Λακεδαιμονίους ἀξιοῦντες ὑφʼ ἑνὸς τυραννεῖσθαι εἰ οὖν λέγοις, οὐδὲν τοσοῦτον ἡ λοιμώδης νόσος, οὐχ ἡ Σικελία ἤνεγκε ταῖς Ἀθήναις πάθος, [*](595) ὅσον οἱ τριάκοντα. ἐκεῖνα μὲν γὰρ εἴς γε μοῖράν τινα τῆς δυνάμεως ἐλυμήναντο, οἱ δὲ διὰ πάντων διήκουσι.

    Πάθος ποιοῦσι καὶ αἱ ὑπερβολαὶ ἐν τῷ ἀορίστῳ· τούτων δὲ δεινότερα οὐ γέγονεν οὐδὲ μείζω πράγματα ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δὲ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ.

    Πάθος ποιοῦσι καὶ αἱ ποιότητες τῶν προσώπων ἐξεταζόμεναι, τίς ὢν δεινὰ πέπονθεν, οἷον ὅτι καλὸς κἀγαθός, ἢ ὅτι εὐεργέτης· ὡς περὶ τῶν Φωκέων ὁ Δημοσθένης· τίνες ὄντες ταῦτα πεπόνθασι. καὶ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ὑπὲρ ἡμῶν ἔθεντο. πάθος γίνεται καὶ ἀπὸ τοῦ ἐναντίου· οὐ μόνον τίς ὢν πέπονθεν, ἀλλὰ καὶ ὑπὸ τίνος, ὡς ἐν τῷ περὶ Στράτωνος λόγῳ Δημοσθένης·

    406
    ,,καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου.”

    Ἐν τοῖς πάθεσι καὶ αἱ διαπορήσεις χρήσιμοι εὐθὺς ἐν ἀρχῇ· τί πρῶτον ἢ τί τελευταῖον εἴπω; οὕτως· ἀπορῶ τί χρὴ δρᾶσαι; πότερον μεθεῖναι ἀμνημόνευτα; ἀλλʼ ἀλυσιτελὲς τοῦτό γε·ἀλλὰδιεξελθεῖν δεῖ; ἀλλ᾿ οὐ ῥᾴδιον ἀδακρυτὶ τοῦτο δρᾶν.