Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Πάθος ποιοῦσιν καὶ αἱ δεινώσεις· ,,θέαμα δεινόν. πάθος ποιοῦσι καὶ οἱ σχετλιασμοί, φεῦ καὶ οἴμοι· πάθος ποιεῖ καὶ τὰ ἀνακλητικά· ,,θέαμα δεινόν, ὦ γῆ καὶ θεοί.“ πάθος ποιοῦσι καὶ οἱ διπλασιασμοί, Θῆβαι δὲ Θῆβαι.

Ἐν τοῖς πάθεσιν οὐ πολύν δεῖ εἶναι τὸν κόσμον, [*](596) οὐδʼ ἐπεμβάλλεσθαι τὰς ἐννοίας, ἀλλὰ κομματικὰ τὰ πλείω. ἐὰν μὲν βουληθῇς συνέχειαν ποιῆσαι ἐν τῷ πάθει, κατὰ τὸ ἀσύνδετον εἰσάξεις· ,,οἰκίαικατεσκαμμέναι, τείχη περιῃρημένα ἐὰν δὲ βουληθῇς ἔτι μᾶλλον αὐξῆσαι, τοῖς δικαστικοῖς σχήμασι χρήσῃ· οὐ τοίνυν τοῦτο ἀπέχρησε μόνον, ἀλλʼ ἐκεῖνο τούτου οἰκτρότερον συνέβη.

Πάθος δὲ κινήσομεν οὐ μόνον ἐφʼ οἷς προπεπόνθαμεν, ἀλλὰ καὶ ἐφʼ οἷς δέος ἐστὶ μὴ πάθωμεν, ὡς ἐν τῇ Πλαταιέων δημηγορίᾳ· τὰ γὰρ συμβησόμενα ἐν πάθει εἰσάγει· μηδὲ τὴν Πλαταιΐδα Θηβαΐδα ποιήσητε, μηδὲ ἱερὰ καὶ τάφους προπατόρων ἀτιμωρήτους, καὶ ὅσα ἄλλα παθαινόμενος λέγει.

Ἐν τοῖς πάθεσι καὶ αἱ πλάσεις ἐνίοτε, οἷα εἰκὸς εἰρηκέναι ἐχθρὸν ἐπεμβαίνοντα, οἵας φωνὰς ἀφεῖναι τὸν πάσχοντα. τὰ πάθη ὑποπτά ἐστι τοῖς ἀκούουσι· δοκεῖ γάρ τις οὐ θαρρῶν τοῖς λογισμοῖς ἐξ ἐπιβουλῆς ἐπὶ τὸ ἐλεεινὸν καταφεύγειν· διὸ δεῖ ἐμφαίνειν, ὅτι καὶ τοῖς λογισμοῖς τεθαρρήκαμεν, καὶ τὸ πάθος δὲ ἀναγκαῖόν ἐστι λεχθῆναι. δεῖ δὲ τὸ πάθος ἐν τῷ πολιτικῷ μέτρον ἔχειν, ἵνα μὴ εἰς τραγῳδίαν ἐμπέσῃ, πλὴν εἰ μὴ ἡ ὑπόθεσις τραγικὴ εἴη.