De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Τί δέ, οὐχὶ τὸ ἀκρότατον τῆς ἱερατικῆς ἐπ’ αὐτὸ τὸ κυριώτατον τοῦ ὅλου πλήθους ἓν ἀνατρέχει, καὶ ἐν αὐτῷ ἅμα τὰς πολλὰς οὐσίας καὶ ἀρχὰς συνθεραπεύει; καὶ πάνυ φήσαιμι ἄν· ἀλλὰ τοῦτο ὀψιαίτατα παραγίνε

ταί καὶ τοῖς σφόδρα ὀλιγοστοῖς, καὶ ἀγαπητόν, εἰ καὶ ἐν δυσμαῖς τοῦ βίου ποτὲ ὑπάρξοιεν. ἀλλ’ ὁ νῦν λόγος οὐ τῷ τοιούτῳ ἀνδρὶ διαθεσμοθετεῖ (κρείττων γάρ ἐστι παντὸς νόμου), τοῖς δὲ δεομένοις θεσμοῦ τινὸς προσάγει τὴν τοιαύτην νομοθεσίαν. λέγει τοίνυν, ὅτι καθάπερ κόσμον τινὰ ἐκ πολλῶν τάξεων εἰς μίαν συνιόντα σύνταξιν, οὕτω καὶ τῶν θυσιῶν δεῖ τὴν συμπλήρωσιν, ἀνέκλειπτον οὖσαν καὶ ὁλόκληρον, ὅλῳ τῷ διακόσμῳ τῶν κρειττόνων συνάπτεσθαι. ἀλλὰ μὴν οὗτος, εἴ γε πολύς ἐστι καὶ παντελὴς καὶ κατὰ πολλὰς τάξεις συμφυόμενος, δεῖ τοίνυν καὶ τὴν ἱερουργίαν μιμεῖσθαι αὐτοῦ τὸ παντοδαπὸν δι’ ὅλων τῶν προσαγομένων δυνάμεων. κατὰ τὰ αὐτὰ τοίνυν καὶ τὰ περὶ ἡμᾶς παντοδαπὰ ὄντα οὐ χρὴ ἐκ μέρους τινὸς τῶν ἐν αὐτοῖς συνυφαίνεσθαι πρὸς τὰ προηγούμενα αὐτῶν θεῖα αἴτια, ἀλλ’ οὐδὲ ἀτελῶς πρὸς τοὺς ἀρχηγέτας αὐτῶν ἀνήκειν.

Ὁ τοίνυν ποικίλος τρόπος τῆς ἐν ταῖς ἱερουργίαις ἁγιστείας τὰ μὲν ἀποκαθαίρει, τὰ δὲ τελειοῖ τῶν ἐν ἡμῖν ἢ περὶ ἡμᾶς ὄντων, τὰ δὲ εἰς συμμετρίαν καὶ τάξιν καθίστησι, τὰ δὲ ἄλλως ἀπολύει τῆς θνητοειδοῦς πλημμελείας, πάντα δὲ προσήγορα τοῖς ὅλοις κρείττοσιν ἡμῶν ἀπεργάζεται. καὶ μὴν συνιόντων γε εἰς τὸ αὐτὸ τῶν θείων αἰτίων καὶ τῶν ἀνθρωπίνων παραπλησίων αὐτοῖς παρασκευῶν, πάντα τέλεια καὶ μεγάλα ἀγαθὰ τῆς θυσίας ἡ τελεσιουργία παρέχεται.

Οὐ χεῖρον δέ τοι καὶ τὰ τοιαῦτα προσθεῖναι πρὸς ἀκριβῆ περὶ τῶν αὐτῶν κατανόησιν. πέφυκεν ἀεὶ τῶν ἀκροτάτων ἡ περιουσία τῆς δυνάμεως καὶ ἐν τῷδε ὑπερέχειν τῶν ὅλων, ἐν τῷ παρεῖναι πᾶσιν ἐξ ἴσου τὴν αὐτὴν ἀνεμποδίστως· ἐλλάμπει τοίνυν κατὰ τοῦτον τὸν λόγον καὶ τοῖς ἐσχάτοις τὰ πρώτιστα, καὶ πάρεστιν ἀύλως τοῖς ἐνύλοις τὰ ἄυλα. μὴ δή τις θαυμαζέτω, ἐὰν καὶ ὕλην τινὰ καθαρὰν καὶ θείαν εἶναι λέγωμεν· ἀπὸ γὰρ τοῦ πατρὸς καὶ δημιουργοῦ τῶν ὅλων καὶ αὐτὴ γενομένη, τὴν

τελειότητα ἑαυτῆς ἐπιτηδείαν κέκτηται πρὸς θεῶν ὑποδοχήν. καὶ ἅμα οὐδὲν διείργει τὰ κρείττονα πρὸς τὸ δύνασθαι τὰ καταδεέστερα ἑαυτῶν ἐλλάμπειν, οὐδὲ τὴν ὕλην οὖν ἀφίστησιν οὐδὲν τῆς τῶν βελτιόνων μετουσίας, ὥςτε ὅση τέλεια καὶ καθαρὰ καὶ ἀγαθοειδὴς ὑπάρχει, πρὸς θεῶν ὑποδοχήν ἐστιν οὐκ ἀνάρμοστος· ἐπεὶ γὰρ ἔδει καὶ τὰ ἐν γῇ μηδαμῶς εἶναι ἄμοιρα τῆς θείας κοινωνίας, ἐδέξατό τινα ἀπ’ αὐτῆς θείαν μοῖραν καὶ ἡ γῆ, ἱκανὴν οὖσαν χωρῆσαι τοὺς θεούς.

Ταῦτα τοίνυν κατιδοῦσα ἡ θεουργικὴ τέχνη, κοινῶς τε οὑτωσὶ κατ’ οἰκειότητα ἑκάστῳ τῶν θεῶν τὰς προσφόρους ὑποδοχὰς ἀνευρίσκουσα, συμπλέκει πολλάκις λίθους βοτάνας ζῶα ἀρώματα, ἄλλα τε τοιαῦτα ἱερὰ καὶ τέλεια καὶ θεοειδῆ, κἄπειτα ἀπὸ πάντων τούτων ὑποδοχὴν ὁλοτελῆ καὶ καθαρὰν ἀπεργάζεται.

Οὐ γὰρ δὴ δεῖ δυσχεραίνειν πᾶσαν ὕλην, ἀλλὰ μόνην

τὴν ἀλλοτρίαν τῶν θεῶν, τὴν δὲ οἰκείαν πρὸς αὐτοὺς ἐκλέγεσθαι, ὡς συμφωνεῖν δυναμένην εἴς τε θεῶν οἰκοδομήσεις καὶ καθιδρύσεις ἀγαλμάτων καὶ δὴ καὶ εἰς τὰς τῶν θυσιῶν ἱερουργίας. οὐδὲ γὰρ ἂν ἄλλως τοῖς ἐπὶ γῆς τόποις ἢ τοῖς δεῦρο κατοικοῦσιν ἀνθρώποις μετουσία ἂν γένοιτο τῆς τῶν κρειττόνων λήψεως, εἰ μή τις τοιαύτη καταβολὴ πρώτη προενιδρυθείη· πείθεσθαι δὲ χρὴ τοῖς ἀπορρήτοις λόγοις, ὡς καὶ διὰ τῶν μακαρίων θεαμάτων ὕλη τις ἐκ θεῶν παραδίδοται· αὕτη δήπου συμφυής ἐστιν αὐτοῖς ἐκείνοις τοῖς διδοῦσιν· οὐκοῦν καὶ ἡ τῆς τοιαύτης ὕλης θυσία ἀνεγείρει τοὺς θεοὺς ἐπὶ τὴν ἔμφασιν, καὶ προσκαλεῖται εὐθέως πρὸς κατάληψιν, χωρεῖ τε αὐτοὺς παραγιγνομένους καὶ τελείως ἐπιδείκνυσι;

Τὰ δ’ αὐτὰ ἄν τις καταμάθοι καὶ ἀπὸ τῆς κατὰ τόπους διανομῆς καὶ ἀπὸ τῆς μεριστῆς ἐφ’ ἑκάστων τῶν ὄντων ἐπιστασίας, ὅση κατὰ διαφόρους τάξεις ἢ μείζονας ἢ ἐλάττονας τὰς λήξεις ταύτας κατενείματο· δῆλον γὰρ δήπου τοῦθ’, ὅτι τοῖς ἐπιβεβηκόσι τινῶν τόπων θεοῖς

τὰ ἀπ’ αὐτῶν γεννώμενα προσάγεσθαι εἰς θυσίαν ἐστὶν οἰκειότατα, καὶ τοῖς διοικοῦσι τὰ τῶν διοικουμένων· ἀεὶ μὲν γὰρ τοῖς ποιοῦσι τὰ ἑαυτῶν ἔργα διαφερόντως ἐστὶ κεχαρισμένα, τοῖς δὲ πρώτως τινὰ προσάγουσι καὶ πρώτως ἐστὶ τὰ τοιαῦτα προσφιλῆ· εἴτε οὖν ζῶά τινα εἴτε φυτὰ εἴτε ἄλλα τῶν ἐπὶ γῆς διακυβερνᾶται ἀπὸ τῶν κρειττόνων, ὁμοῦ τῆς ἐπιστασίας αὐτῶν μετείληχε, καὶ τὴν κοινωνίαν ἡμῖν προξενεῖ πρὸς αὐτοὺς ἀδιαίρετον. ἔνια μὲν οὖν τῶν τοιούτων σωζόμενα αὐτὰ καὶ τηρούμενα τῶν συνεχόντων συναύξει τὴν πρὸς θεοὺς οἰκείωσιν, ὅσα τῷ μένειν ἀκέραια τὴν δύναμιν τῆς κοινωνίας θεῶν καὶ ἀνθρώπων διασώζει. τοιαῦτα δ’ ἐστὶν ἔνια τῶν ἐν Αἰγύπτῳ ζώων, καὶ οἷος ὁ ἱερὸς ἄνθρωπος πανταχοῦ ὑπάρχει. ἔνια δὲ καθαγιαζόμενα λαμπροτέραν ποιεῖ τὴν οἰκειότητα, ὅσα τὴν ἀνάλυσιν ἐπὶ τὴν τῶν πρώτων στοιχείων ἀρχὴν συγγενῆ ποιεῖται τοῖς τῶν κρειττόνων αἰτίοις καὶ ἱεροπρεπεστέραν· τελειουμένης γὰρ ἀεὶ ταύτης τελειότερα καὶ τὰ ἀπ’ αὐτῆς ἐνδιδόμενα ἀγαθὰ καθήκει.

Εἰ μὲν οὖν ἀνθρώπινα ἔθη ταῦτα ἦν μόνον, καὶ διὰ τῶν ἡμετέρων νομίμων ἐπεκυροῦτο, εἶχεν ἄν τις λέγειν, ἡμετέρων ἐπινοιῶν εὑρέσεις εἶναι τὰς τῶν θεῶν ἁγιστείας· νῦν δὲ θεός ἐστιν αὐτῶν ἡγεμὼν ὁ ἐπὶ θυσιῶν οὕτως ἐπικαλούμενος, καὶ θεοὶ καὶ ἄγγελοι περὶ αὐτὸν παμπληθεῖς ὑπάρχουσι· καθ’ ἓκαστόν τε ἔθνος τῶν ἐπὶ γῆς διακεκλήρωταί τις ὑπ’ αὐτοῦ κοινὸς προστάτης, καὶ καθ’ ἕκαστον ἱερὸν ὁ ἴδιος· καὶ τῶν μὲν πρὸς θεοὺς θυσιῶν ἔφορός ἐστι θεός, τῶν δὲ πρὸς ἀγγέλους ἄγγελος, τῶν δὲ πρὸς δαίμονας δαίμων, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ὃ κατὰ τὸ οἰκεῖον γένος συγγενῶς συγκεκλήρωται ἐφ’ ἑκάστων. ὁπότε δὴ οὖν μετὰ θεῶν ἐφόρων καὶ ἀποπληρωτῶν τῆς θυηπολίας τὰς θυσίας προσάγομεν τοῖς θεοῖς, ὁμοῦ μὲν σέβειν δεῖ τὸν θεσμὸν τῆς ἐν ταῖς θυσίαις θείας ἁγιστείας ὁσίας· ὁμοῦ δὲ θαρρεῖν ἐφ’ ἑαυτοῖς προσήκει (ὡς ὑπὸ θεοῖς ἄρχουσιν ἱερουργοῦμεν), ὁμοῦ δὲ καὶ τὴν ἀξίαν εὐλάβειαν ἔχειν, μή πῃ τῶν θεῶν ἀναξιόν τι δῶ

ρον προσαγάγωμεν ἢ ἀλλότριον· ἐπὶ τῷ τέλει δὲ κἀκεῖνο παραγγέλλομεν, στοχάζεσθαι πάντων τελέως τῶν περὶ ἡμᾶς, τῶν ἐν τῷ παντί, τῶν κατὰ γένη διωρισμένων θεῶν ἀγγέλων δαιμόνων, καὶ πρὸς πάντας ταὐτῇ ὁμοίως προσφιλῆ τὴν θυσίαν δωρεῖσθαι· μόνως γὰρ ἂν οὕτως ἐπάξιος τῶν ἐφεστηκότων αὐτῆς θεῶν ἡ ἁγιστεία γένοιτο.

Ἐπεὶ δὲ μέρος τῶν θυσιῶν οὐ τὸ σμικρότατόν ἐστι τὸ τῶν εὐχῶν, συμπληροῖ τε αὐτὰς ἐν τοῖς μάλιστα, καὶ διὰ τούτων κρατύνεται αὐτῶν καὶ ἐπιτελεῖται τὸ πᾶν ἔργον, κοινήν τε συντέλειαν ποιεῖται πρὸς τὴν θρησκείαν, καὶ τὴν κοινωνίαν ἀδιάλυτον ἐμπλέκει τὴν ἱερατικὴν πρὸς τοὺς θεούς, οὐ χεῖρον καὶ περὶ αὐτῆς ὀλίγα διελθεῖν· καὶ γὰρ αὐτὸ καθ’ αὑτὸ τοῦτο ἄξιόν ἐστι μαθήσεως, καὶ τὴν περὶ θεῶν ἐπιστήμην τελειοτέραν ἀπεργάζεται. φημὶ δὴ οὖν ὡς τὸ μὲν πρῶτον τῆς εὐχῆς εἶδος ἐστι συναγωγόν, συναφῆς τε τῆς πρὸς τὸ θεῖον καὶ γνωρίσεως ἐξηγούμενον· τὸ δ’ ἐπὶ τούτῳ κοινωνίας ὁμονοητικῆς συνδετι

κόν, δόσεις τε προσκαλούμενον τὰς ἐκ θεῶν καταπεμπομένας πρὸ τοῦ λόγου, καὶ πρὸ τοῦ νοῆσαι τὰ ὅλα ἔργα ἐπιτελούσας. τὸ δὲ τελειότατον αὐτῆς ἡ ἄρρητος ἕνωσις ἐπισφραγίζεται, τὸ πᾶν κῦρος ἐνιδρύουσα τοῖς θεοῖς, καὶ τελέως ἐν αὐτοῖς κεῖσθαι τὴν ψυχὴν ἡμῶν παρέχουσα.

Ἐν τρισὶ δὲ τούτοις ὅροις, ἐν οἷς τὰ θεῖα πάντα μετρεῖται, τὴν πρὸς θεοὺς ἡμῶν φιλίαν συναρμόζουσα καὶ τὸ ἀπὸ τῶν θεῶν ἱερατικὸν ὄφελος τριπλοῦν ἐνδίδωσι, τὸ μὲν εἰς ἐπίλαμψιν τεῖνον, τὸ δὲ εἰς κοινὴν ἀπεργασίαν, τὸ δὲ εἰς τὴν τελείαν ἀποπλήρωσιν ἀπὸ τοῦ πυρός· καὶ ποτὲ μὲν προηγεῖται τῶν θυσιῶν, ποτὲ δ’ αὖ μεταξὺ διαλαμβάνει τὴν ἱερουργίαν, ἄλλοτε δ’ αὖ τὸ τέλος τῶν θυσιῶν ἀποπληροῖ.

Ἔργον δὲ οὐδὲν ἱερατικὸν ἄνευ τῶν ἐν ταῖς εὐχαῖς ἱκετειῶν γίνεται. ἡ δ’ ἐν αὐταῖς ἐγχρονίζουσα διατριβὴ τρέφει μὲν τὸν ἡμέτερον νοῦν, τὴν δὲ τῆς ψυχῆς ὑποδοχὴν τῶν θεῶν ποιεῖ λίαν εὐρυτέραν, ἀνοίγει δὲ τοῖς

ἀνθρώποις τὰ τῶν θεῶν, συνήθειαν δὲ παρέχει πρὸς τὰς τοῦ φωτὸς μαρμαρυγάς, κατὰ βραχὺ δὲ τελειοῖ τὰ ἐν ἡμῖν πρὸς τὰς τῶν θεῶν συναφάς, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον ἡμᾶς ἐπαναγάγῃ, καὶ τὰ μὲν ἡμέτερα τῆς διανοίας ἤθη ἠρέμα ἀνέλκει, τὰ δὲ τῶν θεῶν ἡμῖν ἐνδίδωσι, πειθὼ δὲ καὶ κοινωνίαν καὶ φιλίαν ἀδιάλυτον ἐγείρει, τόν τε θεῖον ἔρωτα συναύξει, καὶ τὸ θεῖον τῆς ψυχῆς ἀνάπτει, ἀποκαθαίρει τε πᾶν τὸ ἐναντίον τῆς ψυχῆς, καὶ ἀπορρίπτει τοῦ αἰθερώδους καὶ αὐγοειδοῦς πνεύματος περὶ αὐτὴν ὅσον ἐστὶ γενεσιουργόν, ἐλπίδα τε ἀγαθὴν καὶ τὴν περὶ τὸ φῶς πίστιν τελειοῖ, καὶ τὸ ὅλον εἰπεῖν, ὁμιλητὰς τῶν θεῶν, ἵνα οὕτως εἴπωμεν, τοὺς χρωμένους αὐταῖς ἀπεργάζεται.

Εἰ δὴ τοῦτό ἐστιν ὅπερ εὐχὴν ἄν τις εἴποι, δρᾷ τε ἐν ἡμῖν τοσαῦτα ἀγαθὰ τὸ τοιοῦτον, ἔχει τε πρὸς τὰς θυσίας ἣν εἰρήκαμεν κοινωνίαν, πῶς οὐ καὶ διὰ τούτου καταφανὲς γίνεται τὸ τῶν θυσιῶν τέλος, ὡς συναφῆς καὶ αὐτὸ δημιουργικῆς μετείληχεν, ἐπειδὴ δι’ ἔργων οἰ

κειοῦται τοῖς θεοῖς; τότε ἀγαθὸν αὐτῆς ὡς τοσοῦτόν ἐστιν, ὅσον ἀπὸ τῶν δημιουργικῶν αἰτίων καταπέμπεται εἰς ἀνθρώπους. καὶ μὴν ἀπ’ ἐκείνου γε αὖθις τὸ τῶν εὐχῶν ἀναγωγὸν καὶ τελεσιουργὸν καὶ ἀποπληρωτικὸν ἔκδηλον γίνεται, πῶς μὲν δραστήριον πῶς δὲ ἡνωμένον ἐπιτελεῖται, πῶς δὲ ἔχει τὸν ἐνδιδόμενον ἀπὸ τῶν θεῶν κοινὸν σύνδεσμον· τὸ τρίτον τοίνυν, ὡς ἄμφω δι’ ἀλλήλων βεβαιοῦται, καὶ δύναμιν ἐντίθησιν εἰς ἄλληλα ἁγιστείας τελείαν ἱερατικήν, ῥᾳδίως ἄν τις ἀπὸ τῶν εἰρημένων κατανοήσειε.

Διόπερ δὴ δι’ ὅλων φαίνεται τῆς ἱερατικῆς ἀναγωγῆς ἡ πᾶσα σύμπνοια καὶ συνέργεια πρὸς ἑαυτήν, ζώου παντὸς μᾶλλον συμφυῆ τὰ μόρια ἑαυτῆς παντάπασι κατὰ μίαν συνέχειαν συνάπτουσα, ἧς οὐδέποτε δεῖ καταμελεῖν, οὐδὲ τὰ ἡμίση μέρη αὐτῆς ἐγκρίνοντας τὰ ἄλλα ἀποδοκιμάζειν· ὁμοίως δὲ πᾶσιν ἐγγυμνάζεσθαι καὶ δι’ ὅλων αὐτῶν τελειοῦσθαι χρὴ τοὺς ἐθέλοντας εἰλικρινῶς τοῖς θεοῖς συνάπτεσθαι.