De Mysteriis

Iamblichus

Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.

Μὴ ἀτιμάσωμεν τοίνυν ἔτε καὶ τὰ τοιαῦτα εἰπεῖν. ὡς πολλάκις τῆς τοῦ σώματος ἕνεκα ἀναγκαίας χρείας διαπραγματευόμεθά τι πρὸς τοὺς ἐφόρους τοῦ σώματος θεοὺς καὶ δαίμονας ἀγαθούς· οἷον καθαίροντες αὐτὸ ἀπὸ κηλίδων παλαιῶν ἢ νόσων ἀπολύοντες, καὶ ὑγείας πληροῦντες ἢ τὸ μὲν βαρὺ καὶ νωθρὸν ἀποκόπτοντες ἀπ’ αὐτοῦ, τὸ δὲ κοῦφον καὶ δραστήριον αὐτῷ παρέχοντες, ἢ ἄλλο γέ τε τῶν πάντων ἀγαθῶν αὐτῷ παρασκευάζοντες. τότε δὴ οὖν οὐ δήπου νοερῶς καὶ ἀσωμάτως τὸ σῶμα μεταχειριζόμεθα· οὐ γὰρ πέφυκε τῶν τοιούτων τρόπων τὸ σῶμα μετέχειν· τῶν δὲ συγγενῶν ἑαυτῷ μεταλαγχάνον, σώμασι σῶμα θεραπεύεταί τε καὶ ἀποκαθαίρεται. ἔσται δὴ οὖν καὶ ὁ τῶν θυσιῶν θεσμὸς ἐπὶ τῆς τοιαύτης χρείας ἐξ ἀνάγκης σωματοειδής, τὰ μὲν ἀποκόπτων τῶν ἐν ἡμῖν περιττευόντων, τὰ δὲ ἀναπληρῶν ὅσα ἡμῖν ἐλλείπει, τὰ δὲ εἰς συμμετρίαν ἄγων καὶ τάξιν ὅσα πλημμελῶς ἐπιτετάρακται· καὶ μήν πολλὰ καὶ πρὸς τὸν ἀνθρώπινον βίον ἐπιτηδείων δεόμενοι ἡμῖν γενέσθαι παρὰ τῶν κρειττόνων ἱερουργίαις χρώμεθα· ταῦτα δ’ ἔστι δήπου

κηδεμονίαν σώματι παρέχοντα ἢ ἐκείνων ἐπιμελούμενα, ἃ τῶν σωμάτων ἕνεκα κτώμεθα. Τί δὴ οὖν ἡμῖν ἔσται παρὰ τῶν ἐξῃρημένων παντάπασι θεῶν πάσης ἀνθρωπίνης γενέσεως εἰς ἀκαρπίαν ἢ ἀγωνίαν ἢ περιουσίαν ἢ ἄλλο τι τῶν τοῦ βίου πραγμάτων ἐχόμενον; οὐδὲν οὐδαμῶς· τοὺς γὰρ ἀπολελυμένους πάντων οὐκ ἔνεστι τῶν τοιούτων ἐφάπτεσθαι δόσεων. ἀλλ’ εἰ μέν τις λέγει ὅτι περιέχουσι καὶ τοὺς τοιούτους θεοὺς οἱ παντελῶς ἄυλοι, περιέχοντες δὲ αὐτοὺς καὶ τὰ δῶρα αὐτῶν κατὰ μίαν τὴν πρώτην αἰτίαν συνειλήφασιν ἐν ἑαυτοῖς, λέγοι τινὰ ἂν οὕτω κατιοῦσαν ἀπ’ αὐτῶν περιουσίαν τῆς θείας δόσεως· ὡς δὲ αὐτοὶ ταῦτα δρῶσι προσεχῶς ἐφαπτόμενοι τῶν τοῦ ἀνθρωπείου βίου πράξεων, οὐδενὶ συγχωρητέον λέγειν. μεριστή τε γάρ ἐστιν ἡ τοιαύτη προστασία τῶν τῇδε, καὶ μετά τινος ἐπιστροφῆς ἐπιτελεῖται, χωριστή τε οὐκ ἔστι πάντη σωμάτων, καὶ οὐ δύναται δέξασθαι τὴν καθαρὰν καὶ ἄχραντον ἐπιστασίαν. οὐκοῦν καὶ τρόπος ἱερουργίας ἐπὶ τῶν τοιούτων ἔργων ὁ
συμμιγεὶς πρὸς τὰ σώματα καὶ τῆς γενέσεως ἐχόμενος ἁρμόζει, οὐχ ὅστις ἐστὶν ἄυλος παντελῶς καὶ ἀσώματος. ὁ μὲν γὰρ καθαρὸς ὑπερέχεται παντελῶς καὶ ἔστιν ἀσύμμετρος, ὁ δὲ τοῖς σώμασι προσχρώμενος καὶ ταῖς διὰ τῶν σωμάτων δυνάμεσι, πάντων μάλιστά ἐστι συγγενέστατος, δυνατὸς μὲν ἐμποιεῖν τινὰς εὐπραγίας εἰς τὸν βίον, δυνατὸς δὲ ἀποτρέπειν καὶ τὰς ἐνισταμένας δυσπραγίας, συμμετρίαν δὲ καὶ κρᾶσιν τῷ θνητῷ γένει παρεχόμενος.

Κατ’ ἄλλην τοίνυν διαίρεσιν ἡ πολλὴ μὲν ἀγέλη τῶν ἀνθρώπων ὑποτέτακται ὑπὸ τὴν φύσιν, φυσικαῖς τε δυνάμεσι διοικεῖται, καὶ κάτω πρὸς τὰ τῆς φύσεως ἔργα βλέπει, συμπληροῖ τε τῆς εἱμαρμένης τὴν διοίκησιν, καὶ τῶν καθ’ εἱμαρμένην ἐπιτελουμένων δέχεται τὴν τάξιν, πρακτικόν τε λογισμὸν ἀεὶ ποιεῖται περὶ μόνων τῶν κατὰ φύσιν. ὀλίγοι δέ τινες ὑπερφυεῖ δή τινι δυνάμει τοῦ νοῦ χρώμενοι, τῆς φύσεως μὲν ἀφίστανται, πρὸς δὲ τὸν χωριστὸν καὶ ἀμιγῆ νοῦν περιάγονται, οἵτινες ἅμα καὶ

τῶν φυσικῶν δυνάμεων γίγνονται κρείττονες. ἔνιοι δὲ μεταξὺ τούτων φέρονται περὶ τὰ μέσα τῆς φύσεώς τε καὶ τοῦ καθαροῦ νοῦ, οἱ μὲν ἀμφοτέρων ἐφεπόμενοι, οἱ δὲ σύμμικτόν τινα ἀπ’ αὐτῶν ζωὴν μετιόντες, οἱ δὲ ἀπολυόμενοι μὲν τῶν ὑποδεεστέρων, ἐπὶ δὲ τὰ ἀμείνονα μεθιστάμενοι.

Τούτων δὴ οὖν οὕτω διῃρημένων καὶ τὸ τοῖςδε ἑπόμενον εὔδηλον ἂν ὅτι μάλιστα γένοιτο· οἱ μὲν γὰρ ἐπιτροπευόμενοι κατὰ τὴν τῶν ὅλων φύσιν, καὶ αὐτοὶ κατὰ φύσιν τὴν οἰκείαν ἑαυτῶν ζῶντες, δυνάμεσί τε τῆς φύσεως χρώμενοι, τὴν θρησκείαν ἐπιτηδεύουσι τῇ φύσει πρόσφορον καὶ τοῖς κινουμένοις ὑπὸ τῆς φύσεως σώμασι, τόπους τε καὶ ἀέρας καὶ ὕλην καὶ δυνάμεις τῆς ὕλης, καὶ σώματα καὶ τὰς περὶ τοῖς σώμασιν ἕξεις καὶ ποιότητας, κινήσεις τε τὰς προσηκούσας καὶ μεταβολὰς τῶν ἐν γενέσει, καὶ τἆλλα τὰ ἐχόμενα τούτων ἐπιτηδεύοντες ἔν τε τοῖς ἄλλοις τῆς εὐσεβείας μορίοις καὶ δὴ καὶ ἐν τῷ θυηπολικῷ μέρει.

οἱ δὲ κατὰ νοῦν μόνον καὶ τὴν τοῦ νοῦ ζωὴν τὸν βίον διάγοντες, τῶν δὲ τῆς φύσεως δεσμῶν ἀπολυθέντες, νοερὸν καὶ ἀσώματον ἱερατικῆς θεσμὸν διαμελετῶσι περὶ πάντα τῆς θεουργίας τὰ μέρη. οἱ δὲ μέσοι τούτων κατὰ τὰς διαφορὰς τῆς μεταξὺ μεσότητος καὶ τὰς ὁδοὺς τῆς ἁγιστείας διαφόρους διαπονοῦσιν, ἤτοι μετέχοντες ἀμφοτέρων τῶν τρόπων τῆς θρησκείας, ἢ τοῦ μὲν ἀφιστάμενοι, ἢ ὡς ὑπόθεσιν αὐτὰ λαμβάνοντες τῶν τιμιωτέρων (ἄνευ γὰρ αὐτῶν οὐκ ἄν ποτε παραγένοιτο τὰ ὑπερέχοντα) ἢ ἄλλως οὑτωσὶ μεταχειριζόμενοι αὐτὰ δεόντως.

Περὶ δὲ τὸν αὐτὸν τρόπον κἀκείνη στρέφεται ἡ διαίρεσις· τῶν θείων οὐσιῶν καὶ δυνάμεων αἱ μὲν ἔχουσι ψυχὴν καὶ φύσιν ὑποκειμένην καὶ ὑπηρετοῦσαν αὐτῶν ταῖς δημιουργίαις, ᾗπερ ἂν αὗται βούλωνται. αἱ δὲ πάντῃ ψυχῆς καὶ φύσεώς εἰσι χωρισταί, λέγω δὲ τῆς θείας ψυχῆς τε καὶ φύσεως ἀλλ’ οὐχὶ τῆς περικοσμίου τε καὶ γενεσιουργοῦ. τινὲς δὲ καὶ μέσαι τούτων ὑπάρχουσαι κοινωνίαν αὐταῖς παρέχουσι πρὸς ἀλλήλας, ἢ κατὰ σύνδεσ

μον ἕνα ἀδιαίρετον, ἢ κατὰ μετάδοσιν τῶν μειζόνων ἄφθονον, ἢ κατὰ ὑποδοχὴν τῶν ἐλαττόνων ἀκώλυτον, ἢ κατὰ σύνδετον ἀμφοῖν ὁμόνοιαν. ὅταν μὲν οὖν θεοὺς θεραπεύωμεν τοὺς βασιλεύοντας ψυχῆς καὶ φύσεως, οὐκ ἀλλότριον τούτοις ἐστὶ καὶ φυσικὰς δυνάμεις προσφέρειν, σώματά τε τὰ διοικούμενα ὑπὸ τῆς φύσεως καθαγίζειν αὐτοῖς οὐκ ἔστιν ἀπόβλητον· ὅλα γὰρ τὰ τῆς φύσεως ἔργα ὑπηρετεῖ τε αὐτοῖς καὶ συντελεῖ τι αὐτῶν εἰς τὴν διακόσμησιν. ὅταν δὲ τοὺς αὐτοὺς καθ’ ἑαυτοὺς μονοειδεῖς ὄντας τιμᾶν ἐπιχειρῶμεν, ἀπολύτοις τιμαῖς αὐτοὺς γεραίρειν ἄξιον· τὰ δὲ νοερὰ τοῖς τοιούτοις δῶρα ἁρμόζει καὶ τὰ τῆς ἀσωμάτου ζωῆς, ὅσα τε ἀρετὴ καὶ σοφία δωρεῖται, καὶ εἴ τινα τέλεια καὶ ὅλα τῆς ψυχῆς ἐστὶν ἀγαθά. καὶ μὴν τοῖς γε μέσοις καὶ τῶν μέσων ἡγεμονοῦσιν ἀγαθῶν ἐνίοτε μὲν διπλᾶ ἂν δῶρα συναρμόσειεν, ἐνίοτε δ’ ἂν ἐπίκοινα πρὸς ἀμφότερα ταῦτα, ἢ καὶ ἀποσχιζόμενα μὲν ἀπὸ τῶν κάτω πρὸς δὲ τὰ ὑψηλότερα ἀνήκοντα, ἢ πάντως ἑνί γε τῶν τρόπων συμπληροῦντα τὴν μεσότητα.

Ἀπ’ ἄλλης τοίνυν ἀρχῆς ὁρμώμενοι τοῦ τε κόσμου καὶ τῶν ἐγκοσμίων θεῶν, τῆς τε ἐν αὐτῷ τῶν τεττάρων στοιχείων διανομῆς, καὶ τῆς κατὰ τὰ μέτρα τῶν στοιχείων συλλήξεως, καὶ τῆς ἐν τάξει περὶ τοῖς κέντροις περιδινουμένης περιφορᾶς, εὔβατον ἔχομεν ἄνοδον ἐπὶ τὴν ἀλήθειαν τῆς περὶ θυσιῶν ἁγιστείας· εἰ γὰρ αὐτοί γέ ἐσμεν ἐν κόσμῳ, καὶ ὡς μέρη περιεχόμεθα ἐν ὅλῳ τῷ παντί, παραγόμεθά τε ὑπ’ αὐτοῦ πρώτως, καὶ τελειούμεθα ἀπὸ τῶν ὅλων ἐν αὐτῷ δυνάμεων, ἀπό τε τῶν ἐν αὐτῷ στοιχείων συνεστήκαμεν, καὶ μοῖράν τινα ζωῆς καὶ φύσεως παρ’ αὐτοῦ λαβόντες ἔχομεν, οὐ δεῖ δὴ διὰ ταῦτα ὑπερβαίνειν τὸν κόσμον καὶ τὰς ἐγκοσμίους διατάξεις.

Θῶμεν οὖν καθ’ ἑκάστην περικόσμιον μερίδα εἶναι μέντοι καὶ σῶμα τοῦτο ὅπερ ὁρῶμεν, εἶναι καὶ τὰς περὶ τοῖς σώμασι μεριστὰς δυνάμεις ἀσωμάτους, ὁ δὴ τῆς θρησκείας νόμος τὰ ὅμοια δηλονότι τοῖς ὁμοίοις ἀπονέμει, καὶ διατείνει δι’ ὅλων οὕτως ἄνωθεν ἄχρι τῶν ἐσχάτων, ἀσώματα μὲν ἀσωμάτοις, σώματα δὲ σώμασι, τὰ

σύμμετρα κατὰ τὴν ἑαυτῶν φύσιν ἑκατέροις ἀποδιδούς. ἀλλὰ μὴν ὁπότε γέ τις τῶν θεουργικῶν θεῶν ὑπερκοσμίων μετάσχοι (τοῦτο δ’ ἐστὶ τὸ πάντων σπανιώτατον), ἐκεῖνος δήποθέν ἐστιν ὁ καὶ σωμάτων καὶ ὕλης ὑπερέχων ἐπὶ θεραπείᾳ τῶν θεῶν, ὑπερκοσμίῳ τε δυνάμει τοῖς θεοῖς ἑνούμενος. οὐ δεῖ δὴ τὸ ἐν ἑνί ποτε μόλις καὶ ὀψὲ παραγινόμενον ἐπὶ τῶ τέλει τῆς ἱερατικῆς τοῦτο κοινὸν ἀποφαίνειν πρὸς ἅπαντας ἀνθρώπους, ἀλλ’ οὐδὲ πρὸς τοὺς ἀρχομένους τῆς θεουργίας ποιεῖσθαι αὐτόχρημα κοινόν, οὐδὲ πρὸς τοὺς μεσοῦντας ἐν αὐτῇ· καὶ γὰρ οὗτοι ἁμωσγέπως σωματοειδῆ ποιοῦνται τὴν ἐπιμέλειαν τῆς ὁσιότητος.

Οἶμαι τοίνυν καὶ τοῦτο ἂν προσομολογῆσαι πάντας τοὺς φιλοθεάμονας τῆς θεουργικῆς ἀληθείας, ὡς οὐκ ἐκ μέρους χρὴ οὐδὲ ἀτελῶς συνυφαίνειν τοῖς θείοις τὴν ἐπιβάλλουσαν αὐτοῖς εὐσέβειαν. ἐπειδὴ τοίνυν πρὸ τῆς παρουσίας τῶν θεῶν προκινοῦνται πᾶσαι δυνάμεις ὅσαι αὐταῖς ὑπόκεινται, καὶ ὅταν μέλλωσι κινεῖσθαι ἐπὶ γῆν προηγοῦνται αὐτῶν καὶ προπομπεύουσιν, ὁ μὲν μὴ ἀπονείμας πᾶσι

τὸ πρόσφορον καὶ κατὰ τὴν ἐπιβάλλουσαν τιμὴν ἕκαστον δεξιωσάμενος ἀτελὴς ἀπέρχεται καὶ ἄμοιρος τῆς μετουσίας τῶν θεῶν, ὁ δὲ πάντα ἱλεωσάμενος καὶ ἑκάστῳ τὰ κεχαρισμένα καὶ κατὰ δύναμιν ὁμοιότατα γέρα προσενεγκών, ἀσφαλὴς καὶ ἄπταιστος ἀεὶ διαμένει, τέλεον καὶ ὁλόκληρον τὴν ὑποδοχὴν τοῦ θείου χοροῦ καλῶς ἀποπληρώσας. ὁπότε δὴ οὖν τοῦτο οὕτως ἔχει, πότερον ἀπλοῦν καὶ ἐξ ὀλίγων δή τινων συνιστάμενον τὸν τρόπον εἶναι δεῖ τῆς ἁγιστείας, ἢ πολύτροπον καὶ παναρμόνιον καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐν τῷ κόσμῳ συγκεκροτημένων;

Εἰ μὲν οὖν ἁπλοῦν τι καὶ μιᾶς τάξεως τὸ παρακαλούμενον καὶ κινούμενον ἦν ἐν ταῖς ἁγιστείαις, ἁπλοῦς ἂν ἦν καὶ τῶν θυσιῶν ἐξ ἀνάγκης ὁ τρόπος· εἰ δὲ τῶν μὲν ἄλλων οὐδενὶ περιληπτόν, ὅσον ἐγείρεται πλῆθος δυνάμεων ἐν τῷ κατιέναι καὶ κινεῖσθαι τοὺς θεούς, μόνοι δὲ οἱ θεουργοὶ ταῦτα ἐπὶ τῶν ἔργων πειραθέντες ἀκριβῶς

γιγνώσκουσι, μόνοι οὗτοι καὶ δύνανται γιγνώσκειν τίς ἐστιν ἡ τελεσιουργία τῆς ἱερατικῆς, καὶ τὰ παραλειπόμενα ἴσασι, κἂν βραχέα ᾖ, ὅτι τὸ ὅλον τῆς θρησκείας ἔργον ἀνατρέπει, ὥσπερ ἐν ἁρμονίᾳ μιᾶς χορδῆς ῥαγείσης ἡ ὅλη ἀνάρμοστός τε καὶ ἀσύμμετρος γίνεται· ὥσπερ οὖν ἐπὶ τῶν φανερῶν θείων καθόδων ἐναργὴς ἡ βλάβη γίνεται τοῖς ἀτίμητόν τινα τῶν κρειττόνων περιλιποῦσιν, οὕτω καὶ ἐπὶ τῆς ἀφανοῦς αὐτῶν παρουσίας ἐν ταῖς θυσίαις οὐ τὸν μὲν τὸν δ’ οὔ, πάνυ δὲ τιμητέον καθ’ ἥν ἕκαστος εἴληχε τάξιν. ὁ δὲ ἀγέραστόν τινα ἀφεὶς συνέχεε τὸ ὅλον, καὶ τὴν μίαν καὶ ὅλην διακόσμησιν διέσπασεν· οὐχ ὡς ἄν τις οὖν νομίσειεν, ἀτελῆ τὴν ὑποδοχὴν ἐποιήσατο, ἀλλὰ καὶ τὸ παράπαν τὴν ὅλην ἀνέστρεφεν ἁγιστείαν.