Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Δέσποινα, νῦν πύκαζε σὸν δέμας τάχει.
  2. Ἄνδρες τρέχουσιν ἐμφανεῖς ἔξω πύλης.
ΘΕΟΤΟΚΟΣ.
  1. Τί δ’ ἐστί; μῶν τι δυσμενῶν ἀγγέλλεται
  2. λόχος κρυφαῖος ἑστάναι κατ’ εὐφρόνην;
ΧΟΡΟΣ.
  1. Ἔννυχος ὄχλος ἐν θορύβῳ συρρέει,
  2. στρατὸν πολύν τε πᾶσαν ἀν’ ὄρφναν βλέπω
  3. λαμπτῆρας εἰσφέροντα καὶ πολλὰ ξίφη.
ΘΕΟΤΟΚΟΣ.
  1. Καὶ μὴν πρὸς ἡμᾶς νῦν τις ἐν σπουδῇ ποδὸς
  2. στείχει, νέον τι πρᾶγμ’ ἔχων ἴσως φράσαι.
ΧΟΡΟΣ.
  1. Ἴδω, τί λέξει καὶ τίν’ ἀγγελεῖ λόγον. —