Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Πότνια, πότνα, σεμνοτάτη παρθένε·
- αἰ αἰ, αἰ αἰ·
- Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
- ἁγνὴ κέκλησαι, τῆσδε γῆς ὅσοι πέδον
- ναίουσι, λαμπρὸν φῶς ὁρῶντες ἡλίου·
- τανῦν δὲ τάλαιν’ ἡ πάλαι μακαρία.
- Τί δ’ ἐστίν; ἦ πω τὶς μ’ ἀποκτεῖναι θέλει;
- Οὒκ, ἀλλὰ Παῖς θνήσκει σὸς ὑπ’ ἀλαστόρων.
- οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
- Ὡς οὐκέτ’ ὄντος Υἱέος φρόντιζε δή.