Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
  2. Τί χρῆμα πάσχεις; τῷ τρόπῳ διόλλυσαι,
  3. Τέκνον ; πυθέσθαι βούλομαι σέθεν πάρα.
  4. Ἡ γὰρ ποθοῦσα καρδία πάντ᾿ εἰδέναι
  5. κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
  6. Ἑ ἒ ἒ ἒ
  7. Τάδε ξυνῳδὰ τοῖς προηγορευμένοις;
  8. Αἲ αἴ· τί δράσω; καρδία γὰρ οἴχεται.
  9. Γυναῖκες, ὄψιν οὐχ ὁρῶ φαιδρὰν τέκνου·
  10. χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον,
  11. δεινὸν θέαμα· καὶ φόβος νεκροῦ θίγειν ·
  12. διδάσκαλον φέρω γὰρ ἀστέρων πάθος,
  13. γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας.
  14. χωρεῖτε χωρεῖτ’ · οὐκέτ᾿ εἰμὶ προσβλέπειν
  15. οἵα πρὸς αὐτὸν, ἀλλὰ νικῶμαι πόνοις.
  16. Καὶ ξυνιῶ μὲν, οἷα ταῦτ᾿ ἔσται τάχει,
  17. λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
  18. Παῖ Παντáνακτος, πῶς ἐς ᾄδου νῦν δόμους
  19. οἴχῃ μόρων ἕκητι τῶν πρωτοσπόρων;
  20. αἴφνης δ’ ἀπέπτης, ὡς μεθεὶς ἑκουσίως