Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ψυχήν· μόρος γὰρ οὔποτ᾿ ἦν ὑπέρτερος,
  2. εἰ μὴ μεθῆκας Πατρὶ πνεῦμ᾿ ἑκουσίως.
  3. Ἤκουσ’, ἔκλυον σὴν ὄπα πρὸς Πατέρα.
  4. Τίνος δ’ ἕκατι γῆς σ’ ἀποστέλλει Πατήρ;
  5. τί σ᾿ ὧδ᾿ ἀτίμως ἠθέλησε τεθνάναι,.
  6. τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν
  7. τέθεικας; οἴμοι, συνθάνοιμί σοι, Τέκνον·
  8. Ἰδοὺ τέθνηκας, τὶς με δέξεται πόλις;
  9. τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
  10. ξένος παρασχὼν ῥύσεται δέμας τόδε;
  11. Οὐκ ἔστι. Μείνω σ’ οὖν ἔτι σμικρὸν χρόνου,
  12. ἢν τριττὸν ἦμαρ λαμπροφεγγὲς εἰσίδω,
  13. ὡς αὐτὸς εἶπας νεκρέγερσιν μηνύων,
  14. κἀγὼ πέποιθα καὶ στέγω ταῖς ἐλπίσι,
  15. κἂν νῦν νέκυν βλέπουσ’ ἀπῃωρημένον
  16. στένω ’μὲ μᾶλλον ἢ σὲ τῆς ἀπουσίας·
  17. ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
  18. Εἰ γὰρ γενοίμην, Τέκνον, ἀντὶ σοῦ νεκρός ·
  19. ὄλωλα, Τέκνον, οὐδέ μοι χάρις βίου.
  20. Αἲ αἴ· κατ᾿ ὄσσων κιχάνει μ᾿ ἤδη σκότος·