Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. γυναικὸς ἐκφῦναι τε καὶ Θεὸς μένων
  2. βροτὸς γενέσθαι καὶ βροτῶν ἀναιρέτην
  3. σφαγεὶς κατασκάψαι τε καὶ ῥίψαι ποσίν.
  4. Οὕτως σὺ πείθου καὶ Θεὸν πρὸς γῆν δέχου
  5. ἐλθόντ’ ἀγαγεῖν πρὸς πόλον βροτῶν γένος
  6. καὶ σπένδε καὶ κλέϊζε καὶ τόνδ’ εὐλόγει.
  7. Αὐ γάρ νιν ὄψει πρὸς χθόν’ ὡς ἐκ παστάδος
  8. θρώσκοντα τύμβου κᾆτ᾿ ᾆτ᾿ ἀνιόντ᾿ εἰς
  9. ὡς αὐτὸς εἶπε καὶ πρὸ τοῦ θεοπρόποι.
  10. Ἐλπὶς δέ μοι ξύνεστιν ἀσφαλεστάτη·
  11. ἐμοὶ γὰρ ὑπὲρ πάντας, οἷσι λείπεται,
  12. ξύνεστιν ἐλπὶς, οὐδὲ κλέπτομαι φρένας,
  13. ἕξειν τι κεδνόν· ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν
  14. ὅταν δὲ μᾶλλον ἐλπὶς ἀσφαλὴς μένῃ,
  15. τὸ χάρμα ποῖον· Ἀλλὰ νικῶμαι πόνοις
  16. καὶ προβλέ‘πω μὲν ταῦθ’, ὅπως ἔσται τάχει,
  17. λύπη δὲ κρείσσων τῶν ἐμῶν ἐλπισμάτων.
ΧΟΡΟΣ.
  1. Πάγκλυτε, παγκαλλίστα κούρη, παρθένε,
  2. ἔμβρυον, ὡς φὴς, τὸν Θεὸν πλουτήσασα,
  3. σὺ ταῦτ᾿ ἐπέγνως· καὶ τὰ λοιπὰ νῦν σκόπει·