Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ὁρῶ δ’ ὄχλον δραμόντα καὶ φθάσαντ᾿ ἄκραν,
  2. ἀστῶν δὲ δή τιν’ ἠρόμην ἄθροισμ’ ἰδών·
  3. Τί καινὸν ἄστει; μῶν τὶ δυσμενῶν πάρα
  4. ἄγγελμ’ ἀνεπτέρωκεν Ἑβραίων πόλιν; “
  5. Ὄδ᾿ εἶπ᾿· „Ἰησοῦν κεῖνον οὐχ ὁρᾷς πέλας
  6. ἐστῶτ’, ἀγῶνα θανάτου δραμούμενον;“
  7. ὁρῶ δ’ ἄελπτον φάσμ’, ὃ μή ποτ᾿ ὤφελον,
  8. τὸν μὲν κατηφῆ καὶ σιγῶνθ’ ἑστηκότα,
  9. τοὺς δ’ ὥστε κύνας αἵματος διψαλέους
  10. κύκλῳ περιτρέχοντας, ἐγκεχηνότας.
  11. Ἐπεὶ δὲ πλήρης ἦν Ἰουδαίων ὄχλος,
  12. δείλαιος ἀγὸς διχόμυθ’ ἐφθέγγετο,
  13. λόγους ἑλίσσων ἄλλοτ᾿ ἄλλους ἐν φόβῳ ,
  14. τέλος δ’ ἔφη, σὸν Υἱὸν ἐκπαγλούμενος,
  15. ὡς ἀκέραιον, ἀνεπίπληκτον βλέπων
  16. καὶ ξυνετῶς χωροῦντα πρὸς πάντας λόγους,
  17. τοὺς δ᾿ οὐκ ἐπαινῶν ὡς φονῶντας ἀνόμως,
  18. καθ’ οὗπερ οὐχ εἵρισκεν αἰτίαν φόνου,
  19. ἔλεξε γοῦν, ἔλεξε· Τίς χρῄζει λέγειν,
  20. ὡς ἄρ’ Ἰησοῦν κατθανεῖν, ἢ μὴ χρεών;