Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. καὶ τόνδ’ ἀφεῖναι μᾶλλον ἢ μιαιφόνον,
  2. ὧν εἶχον ἐν δεσμοῖσι λῃστήρων ἕνα.
  3. Ἐπερρόθησαν δ’, ὡς θανεῖν σταυρῷ δέον,
  4. λῃστῆρα δ’ ἀφεῖναί τε τὸν κακεργάτην.
  5. Ὁ δ’ ἡγεμὼν ἔφησε τοῖσδ’ ἐναντία,
  6. ἀλλ’ οὐκ ἔπειθ’ ὅμιλον εὖ δοκῶν λέγειν·
  7. ἄλλος γὰρ αὖθις εἶπε τῷδ’ ἐναντία,
  8. κραυγῇ πίσυνος κἀμαθεῖ τολμηρίᾳ·
  9. ὃς δ’ οὐκ ἐπῄνει· κἀπὶ τῷδ’ ἀνίσταται
  10. ὄχλου θόρυβος ἀθυρογλώσσου μέγας,
  11. ὃς δὴ κέκραγε Παῖδα σὸν θανεῖν θέμις.
  12. κεῖνος δὲ νικᾷ κακὸς ἐν πλήθει λέγων,
  13. ὃς εἶπε δεῖν σὸν Παῖδα θανεῖν ἐν ξύλω.
  14. Ἤδη δ’ ἕως πέφηνεν, ἐκρέει κνέφας,
  15. καὶ δή νιν ἑλκύσουσιν ἔξω τῆς πύλης
  16. ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
  17. δραμούμενον, καθ’ ὃν θανεῖν ἐστὶ κρίσις
  18. ἐν ἡμέρᾳ γὰρ τῇδε λείψει τὸν βίον.
ΘΕΟΤΟΚΟΣ.
  1. Αἲ αἴ· κακῶν ἀρχηχὸν ἐκφαίνεις
  2. ναὶ ναὶ κακῶν πέλαγος ἡ τάλαιν’ ὁρῶ