Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. σωτήριον τάχιστ’ ἐκ τάφου.
  2. Ἔσεσθέ μοι μάρτυρες ἐν πάσῃ χθονί·
  3. σώσει δ’ ἑαυτὸν, ὃς λόγον δεδεγμένος
  4. ἀσπάσεται βάπτισμα, ῥύσιον λύθρου·
  5. ὃς δ’ ἀποδιώξειε τοὺς ὑμῶν λόγους,
  6. ὅδ’ ὡς ἄπιστος ἐμπέσῃ κατακρίσει.
  7. Ἐφ’ ᾧ δίδωμι Πνεύματος θείου χάριν·
  8. οὗ δ’ ἂν λύσητε δεσμὸν ἀμπλακημάτων,
  9. καὶ δεσμόλυτος εὑρεθήσεται τότε·
  10. οὗ δ’ ἂν κρατῆτε δεσμὸν αμαρτημάτων,
  11. δεσμοῖς ἀλύτοις κεκρατημένος μενεῖ.
ΧΡΙΣΤΟΣ.
  1. τοιῶνδε δεσμῶν ἀλύτων με, παντάναξ,
  2. ὁ δεσμολύτης αὐτὸς ὢν, Σῶτερ, λῦσον,
  3. οἷς, φεῦ· με κατέδησεν ἀπροσεξία
  4. ἐχθρός θ’ ὁ πλάνος κατεβάρυνε φθόνῳ,
  5. ὁρῶν με τῶν πρὶν ἀλύτων λελυμένον
  6. τῇ πρὸς σὲ πίστει, δωρεᾷ φιλαγάθῳ.
  7. Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, βασιλεῦ παντάναξ,
  8. τὸν ἀρχέκακον καταπατήσας ὄφιν,
  9. ἔσχατον ἐχθρὸν καμβαλών τε τὸν πότμον,