Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. οἷς μή μ’ ἐάσῃς κυριευθῆναι πάλιν.
  2. Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας
  3. κριτής τε πανένδικος ἔρχῃ με κρίνων·
  4. πῶς γοῦν ἐγώ σε τῷ τότ’ ἀθρήσω, Λόγε;
  5. ὄμμασι θ’ οἵοις ἀτενίσω σὸν θρόνον,
  6. ἐμαυτὸν ἀνάξιον ἐνδείξας τάλας
  7. πόλου τε καὶ γῆς σῆς τε δημιουργίας;
  8. Ὁ δυσμενὴς ἥρπασε, κατήγαγε με
  9. εἰς βόθρον, εἰς τάρταρον, εἰς χάος μέγα·
  10. σφοδρῶς διώξας κατέλαβέ μ’ ὁ πλάνος,
  11. ὅλον με κατέπτωσεν εἰς ᾄδου ζόφον.
  12. Ἔλεε, Θεέ, νέμε χέρε, φέρε με
  13. καὶ μή μ’ ἐάσῃς χάρμα τῷ βροτοκτόνῳ.
  14. Σόν εἰμι πλάσμα, σύ με παίδευσον, Λόγε.
  15. καὶ πλῆξον αὐτὸς φιλαγάθως ἐνθάδε
  16. καὶ μὴ γεέννῃ παραπεμφθῆναι λίπῃς.
  17. Ῥύσιε, λισσόμεσθά σ’, ἠδικήκαμεν
  18. καὶ σῶμα καὶ ψυχή τε καὶ νοῦς ἀθλίως·
  19. ἡμάρτομεν σοι πολλά τ’ ἠνομήσαμεν.
  20. Ὄψ’ ἐμάθομεν, ὅτ’ ἐχρῆν, οὐκ εἰδότες,