Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἰλαδὸν ὑμῖν καὶ χορὸς πρεσβυτέρων
- Οὐκ οἶδα μύστας, οὕς νέκυν κλέψαι λέγεις·
- σὺ τοῦτ’ ἔδρασας· οὐδὲν ἂν δεξαίμεθα·
- γνώμην δ’ ἀφαιρῇ τὴν ἐμὴν, κλέπτων λόγους.
- Ἀλλ’ οὖν μακροῦ σοι καὶ σφοδροῦ δέει λόγου,
- ὅτῳ με πείσεις μὴ λέγειν ψευδηγόρως.
- Οὐ γὰρ μένουσι τῆς ἀληθείας λόγοι,
- ἀλλὰ τρέπουσι τοὺς λόγους βουλεύματα,
- οὐδ’ ἐμμένουσιν οἱ λόγοι βουλεύμασιν.
- Ὀρθῶς, ἄναξ, εἴρηκας, ὡς τὸ δρᾶμ’ ἔχει·
- ἐγὼ γὰρ ὄμμ’ ἄγρυπνον εἶχον εὐφρόνῃ
- κοὔτ’ ἔβρισ’ οὔτ’ ἐκοίμισ’, οὐ νὴ σὴν ιάραν,
- εἶδόν τε πάντα καὶ δραμὼν ἦλθον λέγων.
- Κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν
- καὶ σοὶ τὸ πᾶν εἰπεῖν τε καὶ φυγεῖν δίκην·
- ἀλλ’ οἱ σοφοί γε καὶ τὸ θεῖον εἰδότες
- μεῖναί μ’ ἔπεισαν ἡμέρας λαμπρὸν φάος·
- οὐ γὰρ φαεννοὶ με ξυνέσχον ἡλίου
- λαμπτῆρες, ἀλλ’ ἔδραμον ἐς σφᾶς αὐτίκα
- καὶ σφίσιν εἷπον πᾶν ὅραμ’ ἄκουσμά τε·