Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. τίνος θ’ ἕκητι τὸν φόβον φέρει; λέγε.
Ἀρχιερεῖς.
  1. Αὐτοὶ παρόντες τοὺς λόγους ποιησάτων.
Κουστωδία.
  1. Μύσται γὰρ, ἄναξ, τοῦδε νυκτέρῳ ποδὶ,
  2. λαθόντες ὄμμα τοὐμὸν, ἦραν τὸν νέκυν.
Πιλάτος.
  1. Πῶς, ὦ μέγιστα πήματ’ ἐξειργασμένοι,
  2. μύσται μολόντες εἰς τάφον γ’ εἰσίεσαν,
  3. ὑμᾶς λαθόντες, καὶ νέκυν ἀφήρπασαν;
  4. κοὔτ’ εἰσιόντας πρὸς τάφον συνήκατε,
  5. οὔτ’ ἐξιόντας ; Τῶνδε τίς δώσει δίκην
  6. πλὴν σοῦ; σὲ γὰρ φύλακά φημ’ εἶναι τάφου·
  7. ὀφλεῖν τ’ ἔθηκας τοῖς βροτοῖς γέλωτά με,
  8. πρὸς αἰσχύνῃ δὲ καὶ δίκην τίσω φόνου.
  9. κλέπται σ’ ἔλαθον, ἐγγελῶντες πολλά μοι;
  10. τίς γὰρ πρόφασις τοῦ νεκρὸν κλέψαι δέμας;
  11. πῶς δ’ ἂν ἐτόλμων φυλάκων τόσων μέσον,
  12. οὕς φασι καὶ φῶς λαμπάδων πυρὸς φέρειν,
  13. (καὶ τῶνδ’ ἄνευ δὲ πανσέληνος νὺξ τρέχει,.
  14. ἐλθεῖν τρέμοντας καὶ κυλῖσαι τὸν λίθον,
  15. ὃν ἀπονητὶ στρατὸς οὐκ ἐθηχ’ ὅσος
  16. τέθεικέ τε σφραγῖδας ἐκτὸς τοῦ λίθου