Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἐγὼ δ’ ἔμαθον αἰτίαν παρ’ ἐλπίδα,
- νύκτωρ κατ’ ἄστυ τειχέων εἴσω μολών ·
- καὶ τήνδε μαθὼν ἧκον ἡσύχῳ βάσει,
- στρατοῦ κατόπιν ἀκροώμενος λόγων.
- Ὅδ’ εἶπεν οὕτως, ἐμφόβῳ τολμηρίᾳ
- λαβραγορῶν ἅπαντα θάμβη τοῦ τάφου·
- εἴρηκεν οὖν, εἴρηκε πρὸς πρεσβυτέρους
- ἀρχιερεῖς τε, δραματουργοὺς τοῦ φόνου,
- συνηγμένους τε καὶ σκοποῦντας τοῦ πέρι·
- „Ὠ τὸν φρικώδη πότμον ἐξειργασμένε
- γραμματέων ὅμιλε καὶ πρεσβυτέρων,
- ἥκω φράσαι σοι καὶ πόλει πολλὰ ξένα,
- ὡς καινὰ πάντα θαυμάτων δ’ ἐπάξια,
- ἅπερ νέκυς δέδειχεν, οὗ νύκτωρ φύλαξ
- ἐγὼ τέταγμαι, καὶ νῦν εἰσέτι τρέμω·
- ὥστ’ παρῆσθα, τοῦτον, ὃν τάχ’ ὡς νέκυν
- ἡμᾶς φυλάττειν ἐξέπεμψας τῷ τάφῳ,
- εὐχαῖσιν ἂν μετῆλθες, εἰσορῶν ξένα.
- Θέλω δ’ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
- φράσω τἀκεῖθεν, ἢ λόγον στειλώμεθα.