Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Δέσποινα, χαῖρε· τοῦτό σοι πρῶτον λέγω·
- πάγχαρτε, χαῖρε· τοῦδε γὰρ προοίμιον
- κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν βροτῶν·
- ἀλλ’ οὐδὲν ἡσσον φέρω κεδνοὺς λόγους·
- οἵαν γὰρ ἀγγελίαν ἥκω σοι φέρων·
- Υἱὸν φανέντ’ ἄϊδος ἀγγελεῖς νέον;
- Ἔγνως, λόγου δὲ δὶς τόσου μ’ ἐκούφισας·
- ἤλυθε καὶ πάρεστιν, ὡς αἱρεῖ φάτις,
- κἀν γῇ τὸν ᾄδην ἐκφυγὼν πορεύεται.
- Τοιαῦτ’ ἐγὼ γὰρ ἀγγελεῖν ἐλήλυθα.
- Ἄμμες μὲν ἴδμεν τοῦτο· σὺ δ’ οἶδας πόθεν;
- ἄγ’ εἰπὲ, πῶς φής; πῶς λέγεις; οἶδας δὲ πῶς;
- τί τ’ ἄρ’ ἐναργὲς τῶνδ’ ἐρεῖς τεκμήριον;
- Στρατὸς φυλάκων πᾶσαν ἀν’ ὄρφνην μένων
- καὶ τάφον ἀθρῶν ἀσφαλεῖ προθυμίᾳ
- νῦν ἐννύχιος ἐν θορύβῳ συρρέων
- πρὸς ἱερεῖς ἔδραμεν ἐν πολλῷ τρόμῳ,
- νέαν δ’ ἔδοξε βάξιν ἐμφαίνειν φόβῳ ·
- νυκτηγοροῦντές τ’ ἦσαν ὡς πεφρικότες.
- Οὐκ εἰς κενὸν δ’ ἄρ’ ἡ φάλαγξ ὑπέτρεμε·