Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ἀγαθότητι δαπέδῳ κατιέναι
  2. καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος,
  3. οὐδ’ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος
  4. καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει,
  5. οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς,
  6. ἰδεῖν τ’ ἔφριττον τόνδε καθυβρισμένον,
  7. ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα,
  8. ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ
  9. καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα,
  10. ὡς νητρεκῶς ἤυσε Συμεὼν γέρων,
  11. τηλεσκόποις ὄμμασι πάντως προβλέπων.
  12. Ἠ που μεγέστη γίνεται σωτηρία,
  13. ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ,
  14. τὰ πάντα συμφέρουσα τῷδ’, ὥσπερ θέμις,
  15. μηδὲ πρὸς ἄλλου πάρφασίν τινα κλύῃ,
  16. ἀλλ’ ἐστι συμφρονοῦσα γνησίῳ πόσει.
  17. Νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ καίρια,
  18. αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος.
  19. Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν·
  20. ἐκ δακρύων δάκρυα καταλείβεται,