Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. ὧν οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί τις·
  2. κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
  3. Ὅθεν πότνια φύσις ἠτιμωμένη
  4. στένει κλάουσα συμφορὰς πεφυρμένας
  5. διαδοχάς τε τῶν ἀφερτάτων πόνων,
  6. τὸν πάντα συντήκουσα δακρύοις χρόνον,
  7. ἐπεὶ πρὸς ἐχθροῖς ᾔσθετ’ ἠδικημένη
  8. καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ
  9. πατρός θ’ ὑποκλίναντος οὖας μητέρι,
  10. ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι.
  11. βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιὰς,
  12. πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται·
  13. ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,
  14. οἱον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα·
  15. στυγεῖ δὲ κόσμον οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
  16. Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ’ ἀλγηδόνος,
  17. ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ πόλῳ
  18. λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας.
  19. Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων,
  20. τίκτουσα μὴ τίκτουσα, φεύγουσ’ αὖ τόκους.