Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Αἴτια ταῦτα τοῦ τόκου καὶ τοῦ πότμου·
- τὸ πᾶν δ’ ἐρῶ σοι, τῶν βροτῶν σωτηρία.
- Τοιγὰρ τέθνηκεν, ὧν ἐχρῆν ἥκισθ’ ὕπο,
- εἰς δεσμά τ᾿ ἦλθε καὶ λόγους ἐμπαιγμάτων.
- Τοιαῦτα λαὸς ὁ πρὶν ἠγαπημένος
- εὐεργέτην ἔδρασε, θυμωθεὶς φθόνῳ·
- καὶ ταῦτα μὲν πέπονθεν οὗτος οὐκ ἄκων,
- ἃ δ᾿ αὐ παθεῖν δεῖ λαὸν, οὐ κρύψω κακά.
- λίπῃ πόλισμα, βαρβάροις εἰκὼν, ἄκων,
- δοῦλος, μέτοικος. Ἔστι γὰρ τὸ θέσφατον
- εἰς πᾶσαν αἶαν βαρβάρων ἀποτρέχειν,
- αίχμαῖς ἁλωτοὺς, πόλλ’ ἀνατλάντας κακά.
- Ἀναιρέταις γὰρ πᾶσιν αὐδᾷ παγγενῆ
- λιπεῖν πόλιν τήνδ’, ἀνοσίου μιάσματος
- δίκας τίνοντας τῷδ’, ὃν ἔκτειναν φθόνῳ,
- καὶ μηκέτ’ ἰδεῖν πατρίδ’· οὐ γὰρ εὐσεβὲς
- μένειν φονευτὰς ἐν τάφοις νεκρουμένων.
- Πόλεις δὲ πολλὰς εἰσαφίκωνται, ζυγὸν
- δούλειον ἀνέλκοντες οἱ δυσδαίμονες,
- αἰχμαῖς ἁλωτοί, χρησμὸς ὡς λέγει Θεοῦ,