Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. πάντη διασπαρέντες, οὐ νόστον δ’ ἔτι
  2. οἱ τάλανες σχήσουσιν οὐδ’ ἐπάνοδον,
  3. ἀφ᾿ οὑ τάδ’ ἐκπέρσει γ’ ἀνηρίθμῳ στρατῷ
  4. ἡγούμενος λόγχαισιν Αὐσόνων δράκων.
  5. Ταῦτ’ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς ἔφη
  6. εἰπών τις, ἐκ Θεοῦ δὲ, καθὼς ἄρ’ ὅδε
  7. ὁ νῦν νέκυς εἴρηκε πάντ᾿ δυνάμει,
  8. οὐδέν τι μαθὼν τῶν θεοπρόπων ἄπο,
  9. αὐτοὺς δὲ μᾶλλον πάντα διδάξας τάδε.
  10. Οὗτος δ’ ἃ μέλλει πήματ᾿ ἐκπλήσειν, φράσω,
  11. ἀπεμπολητὴς αἰσχρὸς ἐξ ὀπαόνων.
  12. Αὐτὸς μὲν εἶπας, ὡς μανεὶς ἄλγους ὕπο
  13. βρόχοις κρεμαστοῖς ὑπέβαλε τὴν δέρην·
  14. πεσὼν δ’ ἔπειτα δίχα λακίσει τάλας
  15. ἴδῃ τε δεινὸν ἦμαρ· οὐδὲ παύσεται
  16. κακῶν ὁ τλήμων οὐδὲ τὸν καταιβάτην
  17. ᾄδην διαβὰς ἥσυχος γενήσεται,
  18. στένων ἄληκτα καὶ βοῶν σφοδροῖς πόνοις,
  19. καὶ νᾶμα πυρὸς τόνδε δ’ ὑποδέξεται.
ΙΩΣΗΦ.
  1. Ὦ φίλος, ὡς εἰς δεινὰ φὴς ἐλθεῖν κακὰ