Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος·
  2. τὸ παρὰ σοὶ γὰρ μὴ λιπὼν ποτὲ κλέος
  3. εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν·
  4. ἔθνη τε διδοῖς πάντ’ ἔχοντι πρὸς σέθεν·
  5. λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων
  6. ὑπερκρεμασθεὶς, αὐγε σαῖν χεροῖν νέμω.
  7. Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου
  8. κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ,
  9. μακάριος τοιάδε διειργασμένος.“
  10. Ὅδ᾿ αὗθις ἀφίησιν ὡς βροτῶν ὄπα
  11. δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ·
  12. „Καὶ πρὶν κλείσας νῦν ελεΐσω σε πλέον.“
  13. Ἐπεὶ δὲ μύσταις ταῦτ’ ἐνηχήθη ξένως,
  14. ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου
  15. πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο,
  16. ὃν οὐδ’ ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον
  17. ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἐγὼν,
  18. ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει·
  19. ὃς δὲ προσιὼν ὡς φίλος Διδασκάλῳ
  20. „Ῥαββὶ,“ προσειπὼν, „χαῖρ᾿,“ ἐφίλει δυστρόπως.