Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. Φεῦ, φεῦ, τί χεῖρον τοῦδε τολμήσειε τις;
  2. Τί γοῦν πρὸς αὐτὸν ἀντέφησε Παῖς ἐμός;
ΑΓΓΕΛΟΣ.
  1. Οὐκ εἶπεν οὐδὲν πλήν· Ἑταῖρ’, ἐφ’ ᾧ πάρει;“
  2. Ἄφαρ δ’ ἔβαλλον χεῖρας οἱ μιαιφόνοι·
  3. ἄμμες δ’ ἀφέντες ἄλλος ἄλλῃ φεύγομεν.
  4. Πέτρος δ’ ὁ κλεινὸς καὶ λόγοις ἀπείπατο,
  5. μόνος δ’ ἐπιστήθιος εἵπετ’ ἀτρέμας.
  6. Ἔδοξα δ’ αὐτὸς ὑπό του πεπυθέναι
  7. σιγῇ λέγοντος ὡς πρὸς αὐτὸν ἠρέμα
  8. τὸν δύστροπον πράτην γε τοῦ Διδασκάλου·
  9. Τῆς ἀσεβείας· ὦ τάλ’, οὐ φοβῇ Θεὸν;
  10. οὐ θεσμὸν αἰδῇ τῶν βροτῶν τῆς οὐσίας
  11. Ἀδάμ τε τὸν σπείραντα γηγενῆ στάχυν
  12. καὶ πατριάρχας ἐκλελεγμένου γένους;
  13. Μύστης φανεὶς σὺ συμμαθητάς αἰσχύνεις
  14. τὸν μυσταγωγὸν, φεῦ, προδοὺς ἀργυρίου,
  15. προύδωκας αὐτὸν εἰς φόνον μιαιφόνοις.
  16. Οὐκ εἶπεν; οὐ σῆς προὐνοήσατο φρενὸς
  17. σκοπεῖν, ἐφ’ οἷσι νῦν ἑκὼν ἀλγύνεται;
  18. Σὺ δ’ οὐκ ἀνέσχου· τοιγαροῦν γνοίης τάχει,