Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Παρέδωκαν τοίνυν οἱ ἅγιοι θεοῦ ἀπόστολοι τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ἁμαρτὲς εἶναι τὸ μετὰ τὸ ὁρίσαι παρθενίαν εἰς γάμον τρέπεσθαι, καὶ ἔγραψεν ὁ ἀπόστολος "ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε"· πῶς οὖν συνᾴδει τοῦτο τούτῳ;

ἀλλὰ ἐκείνην τὴν παρθένον λέγει τὴν μὴ ὁρίσασαν θεῷ, ἀλλὰ αστ; διὰ τὴν ἀπορίαν τῆς κατὰ τὸν καιρὸν ἐκεῖνον σπάνης τῶν εἰς Χριστὸν πεπιστευκότων κατ᾽ ἀνάγκην οὕτως

387
ἐπετελεῖτο.

καὶ ὅτι μὲν ταῦθ᾿ οὕτως ἔχει διδάξει ἡμᾶς ὁ αὐτὸς ἀπόστολος λέγων »νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν«.

εἰ τοίνυν καὶ ἡ μετὰ πεῖραν κόσμου χηρεύσασα, διὰ τὸ τετάχθαι θεῷ γήμασα κρίμα ἕξει, ἀθετήσασα τὴν πρώτην πίστιν, πόσῳ γε γᾶλλον ἡ καὶ ἑαυτὴν ἄνευ πείρας κόσμου ἀναθεῖσα παρθένος θεῷ γαμήσασα;

πῶς <γὰρ> οὐχὶ μᾶλλον αὕτη ὑπερεκπερισσοῦ κατεστρηνίασε Χριστοῦ καὶ τὴν μείζονα πίστιν ἠθέτησε καὶ ἕξει κρίμα, ὡς ἀναχαλασθεῖσα τῆς ἰδίας κατὰ θεὸν προθέσεως;