Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Πάλιν δὲ προτρεπόμενος τοὺς ἀγγάμους ἔλεγε "λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ".

πῶς οὖν πάλιν ἔλεγε "δέδεσαι γυναικί, μὴ ζήτει λύσιν"; ἢ πῶς οὐκ ἀντινομοθετῶν εὑρεθήσεται τῷ ἰδίῳ κυρίῳ τῷ λέγοντι "ὃς μὴ καταλίπῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ θυγατέρας, οὐκ ἔστι μου μαθητής";

πῶς δὲ ὁ λέγων ὅτι δεῖ καταλιπεῖν γυναῖκα σεμνὴν καὶ πατέρα αὐτὸς πάλιν λέγει "ὁ τιμῶν πατέρα καὶ μητέρα· αὕτη γάρ ἐστιν ἐν ἐπαγγελίαις πρώτη ἐντολὴ ὑπάρχουσα" καί "ὃ ὁ θεὸς συνέζευξεν,

ἄνθρωπος μὴ χωριζέτω"; ἀλλὰ πάντα τὰ θεῖα ῥήματα οὐκ ἀλληγορίας δεῖται ὡς ἔχει δυνάμεως, θεωρίας δὲ δεῖται καὶ αἰσθήσεως εἰς τὸ εἰδέναι ἑκάστης ὑποθέσεως τὴν δύναμιν.

δεῖ δὲ καὶ παραδόσει κεχρῆσθαι· οὐ γὰρ πάντα ἀπὸ τῆς θείας γραφῆς δύναται λαμβάνεσθαι. διὸ τὰ μὲν ἐν γραφαῖς, τὰ δὲ ἐν παραδόσεσιν παρέδωκαν οἱ ἅγιοι ἀπόστολοι, ὥς φησιν ὁ ἅγιος ἀπόστολος" ὡς παρέδωκα ὑμῖν" καὶ ἄλλοτε "οὕτως διδάσκω, καὶ οὕτως παρέδωκα ἐν ταῖς ἐκκλησίαις", καί "εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε".