Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. ἀλλὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος ὁ αὐτὸς ἀσφαλίζεται ἡμᾶς, λέγων τοῖς περὶ Ἀνανίαν· »τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τὸ ἅγιον πνεῦμα; οὐκ ἀνθρώπῳ ἐψεύσασθε, ἀλλὰ θεῷ«, διότι ἐκ θεοῦ τὸ πνεῦμα καὶ οὐκ ἀλλότριον θεοῦ.

ἀλλὰ καὶ ἐνταῦθα στερεὰ πέτρα οἰκοδομὴς καὶ θεμέλις οἴκου θεοῦ γεγένηται, ἐν τῷ ἀρνησάμενον αὐτὸν καὶ πάλιν ἐπιστρέψαντα εὑρεθέντα τε ὑπὸ κυρίου καταξιωθῆναι πάλιν ἀκοῦσαι »ποίμαινε τὰ ἀρνία μου καὶ ποίμαινε τὰ πρόβατά μου«.

ὁ γὰρ Χριστὸς ταῦτα λέγων εἰς ἐπιστροφὴν ἡμᾶς ἤγαγε μετανοίας, ἵνα ἐν αὐτῷ πάλιν οἰκοδομηθείη ἡ ευθεμελίωτος πίστις, ἡ μὴ ἀπαγορεύουσα ζωὴν τῶν ἀνθρώπων, ὅσοι ἐμπνέουσι τῷ βίῳ καὶ μετανοοῦσιν ἐν ἀληθείᾳ καὶ διορθοῦνται τὰ ἑαυτῶν σφάλματα ἐν τῷ αἰῶνι τούτῳ.

9. Ὡς καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἔφη αὐτὴ ἡ νύμφη πρὸς τὸν νυμφίον λέγουσα »ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου καὶ λέγει μοι· ἀάσταἐλθέ, [ἡ] πληρίον μου, μαλή μου, περιστερά μου, ὅτι ὁ χειμὼν παρῆλθεν«, τὰ στυγερά τε καὶ ζοφώδη τῆς συννεφίας καὶ φοβερώτατα * ὡς εἰπεῖν * παρῆλθεν, »»ο ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ.

τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθακε, φωὴν τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. ἡ συκῆ ἐξήνεγκε τοῦς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν«·

ἵνα δείξῃ [*](1 ff vgl. Ancoratus c. 9, 4; I 16, 17ff — 3 Matth. 16, 16 – 4 Matth. 16, 18 – 18ff vgl. Ancoratus c. 9, 2; I 16, 9ff c. 118, 1f; I 145, 27ff –9f Act. 5, 3f – 14 Joh. 21, 16. 17 – 21 – 27 Cant. 2, 10 – 13) [*](M U) [*](2 ὡκοδόμητο U 3 vor υἱὸν +τὸν U | υἱὸν] Ἰησοῦν Μ 5 τῷ]τὸ Μ 6 τοῦ *] τῆς Μ U 10 ψεύσασθαι + ὑμᾶς Μ | τὸ πνεῦμα τὸ ἄγιον U 11 καὶ οὐκ ἀλλότριον θεοῦ < Μ 13 ὑποστρέψαντα U | τε] δὲ Μ 14 καταξιωθῆναι *] καὶ καταξιωθέντα ΜU 14f πρόβατα u. ἀρνία vertauscht U 16f εὐθεμελίώτατος (2 Akzente) U 18 ἐμπνέωσι Μ 20 ὡς < U | αὕτη Μ |[ἡ]*, vgl. S 374, 22 24* etwa <τῶν χειμώνων>* |* <τῶν ἁμαρτημάτων>* 25 vor καιρὸς + ὁ U | τομῆς] φθογγῆς Μ | ἔφθασε U)

374
πάντα τὰ παρωχημένα παρε;θόντα, ἔαρος δὲ ἄρτι ἀνθοῦντος καὶ θαλάσσης γαληνιώσης τε καὶ φόβου τοῦ ὑετοῦ διεθόντος καὶ τῶν παλαιῶν τῆς ἀμπέλου* τετμημένων καὶ τὴς πόας μηκέτι ποαξούσης μόνον,

ἀλλὰ καὶ ἄνθη ἐχβαλλοίσης καὶ τοῦ κηρύγματος τῆς φωνπης ἐν τῇ ἐρήμῳ βοώσης τουτέστιν ἐν τῇ γῇ ἡμῶν καὶ συκῆς τῆς ποτε καταραθείσης ἐκβαλλούσης τοὺς ὀλύνθουσ, τοὺς καρποὺς τὴς μετανοίας ἥδη ἐπὶ τοῖς κλώνεσι καὶ δένδρεσι φαινομένους, ἀμπέλουσ δὲ ἥδη κυπριζοίσας τὸ εουδμον τῆς τοῦ εὐαγγελίου πίστεως κήρυγμα.

ἐπειδὴ δὲ εὐθὺς κέκληκε τὴν τοιαύτην καὶ εἶπεν »ἀνάστα ἐλθέ«, * ἀνάστα ἀπὸ νεκρότητος ἁμαρτημάτων καὶ ἐλθὲ ἐν δικαιοσύνῃ, ἀνάστα ἀπὰ παραπτώματος καὶ ἐλθὲ ἐν παρρησίᾳ, ἀνάστα ἀπὸ ἁμαρτιῶν καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ παραλύσεως καὶ ἐλθὲ ἐν τελειότητι, ἀνάστα ἀπὸ λωβήσεως καὶ ἐλθὲ ἐν ὑγείᾳ, ἀνάστα ἀπὸ ἀπιστίας καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ ἀπωλείας καὶ ἐλθὲ ἐν εὑρέσει.

ἐπειδὴ δὲ ἥδει τὸ θεῖον λόγιον ὅτι μετὰ πρώτην μετάνοιαν καὶ μετὰ τὴν πρώτην κλπησιν καὶ ἴασιν, ὡς εἰπεῖν, συμβαίνει τῇ ἀνθρωπότητι πολλὰ παραπτώματα, πάλιν λέγει »ἀνάστα ἐλθέν, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ, σὺ περιστερά μου«.