Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Πολλὴ δὲ ἄνοια τῶν τοιούτων νομιζόντων διὰ ἕν΄τι, εἰ καὶ ἦν ἀληθές, περὶ παντὸς τοῦ λαοῦ τὸ κρίμα οὕτως φέρειν. ἔδει δὲ γνῶναι ὅτι οὐ περὶ τῆς ὑποθέσεως ταύτης μόνον τὸ ἔγκλημα ὁπάρχει πάςῃ ψυχῇ

ἢ [τὸ] διὰ τούτου ἐνάρετον γενέσθαι <ἔστι> μόνον, ἀλλὰ καὶ τῷ μὴ λοιδορεῖν, μη ὀμνύναι ὅρκον μήτε ἐν ἀληθείᾳ μήτε ἐν ψεύδει, ἀλλὰ »ναὶ ναί«καὶ »οὒ οὒ« λέγειν, μὴ δολιεύεσθαι μὴ διαβάλλειν μὴ κλέπτειν μὴ ἐμπορεύεσθαι.

ἐκ τούτων γὰρ πάντων συνάγεται ἡμῖν τὰ ῥύπη τῶν ἁμαρτημάτων· »ὡς, γάρ φησίν, ὁ πάσσαλος ἀνὰ μέσον δύο λίθων συντριβήσεται, οὕτως ἡ ἁμαρτία ἀνὰ μέσον ἀγοράζοντος καὶ πωλοῦντος«.

καὶ ὅτι ἐκ τοῦ πλήθους πάντὸς <τινὲς> καὶ μέθυσοι καὶ ἔμποροι καὶ πλενεέκται καὶ τοκισταὶ *, καὶ πάντως ὅτι <καὶ αὐτοὶ> τὰ τοιαῦτα ἔχουσι καὶ τὰ τούτοις ὅμοις, <καὶ> ὅτι καὶ ψεύσματα ἑκάστῳ αὐτῶν παρακολουθεῖ.

πῶς οὖν δύνανται ἑαυτοὺς Καθαροὺς ἀποκαλεῖν, <ὡς> διὰ τῆς μιᾶς ὑποθέσεως τῆς πάσης κατὰ θεὸν πραγματείας περὶ πάντων τῶν σφαλμάτων ἀσφαλιζομένης; οὐκ ἔγνωσαν δὲ οὗτοι τὰ ἀκριβῆ τοῦ κηρύγματος αὐδὲ τίνι ἀφώρισε τὸ ἀκρίβασμα τοῦτο τῆς διγαμίας.

Ἀλλὰ καὶ οἱ ἀπὸ τοῦ διωγμοῦ παραπεπτωκότες καὶ αὐτοὶ ἐὰν ἐνδείζωνται τε λείαν τὴν μετάνοιαν, ἐν σάκκῳ καὶ σποδῷ καθεσθέντες καὶ κλαύσαντες ἐνώπιον κυρίου, δυνατός ἐστιν ὁ εὐεργέτης καὶ αὐτοὺς ἐλεῆσαι· οὐ γάρ τι φαῦλον γίνεται ἀπὸ μετανοίας.

δέχεται μὲν οὖν τοὺς μετανοοῦντας ὁ κύριος καὶ ἡ αὐτοῦ ἐκκλησία, ὡς ἐπέστρεψε Μανασσῆς ὁ υἱὸς Ἐζεκίου καὶ ἐδέχθη ὑπὸ κυρίου, καὶ ὁ ἀρνησάμενος πρὸς ὥραν ἅγιος Πέρτος καὶ κορυφαίοτατος τῶν ἀποστόλων,

ὃς [*](12 vgl. Sir. 27, 2 – 27 II Chron. 33 , 13 – Mark. 14, 66ff u. Par.) [*](M U) [*](1 vor καθαρὸς + καὶ Μ 3 καθαρὸν hinter ἀποφήνας U 5 διὰ ἕν τι] εἲναί τι U 6 κρίμα *] κήρυγμα M U (u. hinter ἀληθές0 | φέρειν *] φάσκον M U 8 [τὸ] * |<ἔστι>* κήρυγμα M U | Λοιδωρεῖν Μ 10 καὶ < Μ 11 ἐμπονεύεσθαι U 13 ἀνὰ μέσον + τῶν U | συντρίβεται U 14f πάντως U πάντος u. + οἱ Μ 15 <καὶ> |καὶ μέθυσοι < Μ | ἔμποροι] πόρνοι U | * <εὑρίσκονται, τίς ἀμφιβάλλοι;> * 16 πάντως ὅτι = jedenfalls gilt, daß | <καὶ αὐτοὶ>* 17 <καὶ >* 18 <ὠς> * | ὑποθέσεως *] ὑποσχέσεως MU 24 vor αὐτοὺς + δι’ Μ 25 μὲν < U 26 ὁ < ἅγιος + ὁ U)

373
γέγονεν ἡμῖν ἀληθῶς στερεὰ πέτρα θεμελιοῦσα τὴν΄πίστιν τοῦ κυρίου, ἐφ’ ᾗ ῲκοδόμηται ἡ ἐκκλησία κατὰ πάντα τρόπον·

πρῶτον μὲν ὅτι ὡμολόγησε »Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, καὶ ἤκουσεν ὅτι »ἐπὶ τῇ πέτρᾳ ταύτῃ τῆς ἀσφαλοῦς πίστεως οἰκοδομήσω ὅτι ἐκκλησίαν«, ἐπειδὴ σαφῶς αὐτὸν ὡμολόγησεν υἱὸν ἀληθινόν. τῷ γὰρ εἰπεῖν υἱὸν θεοῦ ζῶντος μετὰ προσθήκης »τοῦ ζῶντος« ἔδειξεν υἱὸν γνήσιον εἶναι, ὡς ἑν πάςῃ μοι σχεδὸν αἱρέσει περὶ τούτου εἴρηται.