Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐπιτρέχοι δὲ μὴ εὑρίσκων διὰ ποίας τὴν διέξοδον ποιήσηται, ἀντὶ ἑνὸς σημείου ἤτοι μιλίου προκόπτων κατὰ χεῖρα ἔτι πλέον, μὴ εὑρὼν τὴν ὁδόν, καὶ οὕτως τρέπηται ἐπὶ τὰ πλείω, κάμνων δὲ οὕτω καὶ μὴ εὐπορῶν διὰ ποίας ἐπὶ τὴν ὁδοιπορίαν ἑαυτὸν ἀγάγοι, τάχα γε μήτε εὑρεῖν δυνηθείη, εἰ μή τι ἂν ἀνακάμψῃ δι᾽ ἧς καὶ εἰσῆλθεν, —

οὕτω καὶ ἑκάστη αἵρεσις, ὡς συντομίαν τινὰ ἐφευρεῖν διανοηθεῖσα, παρεξώκειλε μὲν διὰ τῆς μακροδίας, ηὑρέθη δὲ αὐτῇ τεῖχος ἀρραγὲς ἡ τῆς ἀνοίας καὶ ἀγνωσίας παρεμπλοκή·

καὶ οὐκ ἂν εὕροι ἡ τοιαύτη ἐπὶ τὴν ἀληθινὴν ἥκειν ὁδόν, εἰ μή τι ἂν ἑκάστη ἀνακάμψῃ εἰς τὸ ἀρχέτυπον τῆς ὁδοῦ, τουτέστιν τὴν βασιλικήν·

ὡς καὶ ὁ νόμος διαρρήδην ἐβόα, τοῦ ἁγίου Μωυσέως λέγοντος τῷ βασιλεῖ Ἐδώμ, ὅτι "τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· παρὰ τὰ ὅριά σου διελεύσομαι εἰς γῆν ἣν ὤμοσε κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι, γῆν ῥέουσαν γάλα καὶ μέλι, τὴν γῆν τῶν Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ

378
Εὐαίων καὶ Χαναναίων καὶ Χετταέων, [γῆν ῥέουσαν γάλα καὶ μέλι].

οὐκ ἐκκλινοῦμεν δεφιὰ ἢ ἀριστερά, ὕδωρ ἐν ἀργυρίῳ πιόμεθα καὶ βρώματα ἀργυρίου φαγόμεθα· οὐκ ἐκκλινοῦμεν ἐνιεῦθεν ἢ ἐντεῦθεν, ὁδῷ βασιλικῇ βαδιοῦμεν«.

ἕστι γὰρ ὁδὸς βασιλική, ἥτις ἐντὶν ἡ τοῦ θεοῦ ἐκκλησία καὶ ἡ ὁδοιπορία τῆς ἀληθείας. ἑκάστη δὲ τούτων τὴν βασιλικὴν καταλείψασα, κλίνασα δὲ ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀριστερά, ἐπὶ πολὺ λοιπὸν ἑαυτὴν ἐπιδιδοῦσα εἰς πλάνην παρελκυσθήσεται καὶ οὐκέτι μέτρον ἕχει παρ’ ἑκάστῃ αἱρέσει ἡ τῆς πλάνης ἀνοδία.

13. Ἄγε τοίτυν, θεοῦ δοῦλοι, υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τὸν κανόνα ἀσφαλῆ γινώσκντες καὶ τὴν ὁδὸν τῆς ἀληθείας βαδίζοντες, μὴ φωναῖς ἀνθελκυσθῶμεν καὶ φωνῇ ἑκάστης παραπεποιημένης ἐπιτηδεύσεως ἀχθῶμεν.

σφαλεραὶ γὰρ αἱ τούτων ὁδοὶ καὶ ἀνάντης ἡ τρίβος τῆς αὐτῶν παραπεποιημένης ἐννοίας· μεγαλαυχοῦσι καὶ οὐδὲ τὰ μεκρὰ ἴσασιν· ἐλευθερίαν ἐπαγγέλλονται, αὐτοὶ δοῦλοι ὅντες τῆς ἁμαρτίας· τὰ μείζονα αὐχοῦσι καὶ τῶν μικρῶν οὐδ’ ὅλως ἐπελάβοντο.

Ἀλλὰ καὶ περὶ τούτων τῶν δὴ Καθαρῶν λεγομένων, ἀκαθάρτων δὲ εἰ δεῖ τᾶληθῆ λέγειν. ἀρκετὸν ἡγοῦμαι ἕως ἐνταῦθα ἱκανῶς εἰρῆσθαι.

ταύτην δὲ παραρρίψαντες ὡς βασιλίσκου πρόσωπον, τῷ μὲν προδχήματι τοῦ ὀνόματος ἐξοχωτάτην τινὰ ἐπωνυμίαν κεκτημένου, τῇ δὲ δυντυχίᾳ θάνατον ἐμποιοῦντος. ἡμεῖς δὲ τῇ τοῦ ξύλου τοῦ σταυροῦ δυνάμει τοῦτον παίσαντες ἐπὶ τὰς ἐτέρας πάλιν ὁρμήσωμεν, αὐτὴν ἐπαγόμενοι τὴν τοῦ θεοῦ καθικιτείαν,

εἰς τὸ συνοδεῦσαι συμπαραμεῖναι συνεῖναι συνεργῆσαι διαδῶσαι παιδεῦδαι καταξιῶσαι ἡμᾶς τἀληθῆ λέγειν, ἵνα μήτε αὐτοὶ ψευδῶς τι λέγοντες τοῖς αὐτοῖς ὑποπέσωμεν, ὁποίοις αἱ μὴ τἀληθῆ τὸν κόσμον διδάξασαι αἱρέδεις.