Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἤδη δὲ περὶ τούτων πολλάκις ἐν ἄλλαις αἱρέσεσι διηγούμενος τὰς ἀνατροπὰς πεποίημαι· διὸ οὐκ ἀναγκαῖον ἡγησάμην περὶ πολλοῦ ποιήσασθαι τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον εἴτ᾿ οὖν Ἠλξαῒ καὶ τοὺς ἀπ᾿ αὐτοῦ ἐν ταῖς ἄλλαις προδεδηλωμέναις αἱρέσεσι· πᾶσι γὰρ φωρατὸς ὁ τοιοῦτος καὶ ἡ ἐξ αὐτοῦ αἵρεσις ὅτι πεπλάνηται.

ὡς οὖν σαύραν ἡλιακὴν πεπαικότες ῥάβδῳ ἐλπίδος Χριστοῦ καὶ τοῦ σταυροῦ ἐπὶ τὰς ἑξῆς ἔωμεν. ἄξιον γάρ ἐστιν ᾧ ὀνόματι ἑαυτοὺς καὶ οὗτοι ὠνόμασαν, τῷ αὐτῷ κεχρῆσθαι αἰνίγματι εἰς φράσιν τῆς αὐτῶν παραπεποιημένης ἐπωνυμίας. Σαμψαῖοι γὰρ ἑρμηνεύονται Ἡλιακοί·

διὸ καὶ τοῦ ζῴου ἐπεμνήσθημεν. ταύτην γὰρ σαύραν οὕτω κικλῄσκουσιν ἡλιακὴν οἱ ἄνθρωποι. χείρων δὲ ἡ αἵρεσις αὕτη τῆς σαύρας, μηδὲ τὸ ἀκαριαῖον τῆς ὠφελείας αὐτῆς ἔχουσα. ἐκείνη γὰρ ἀμβλυωπήσασα χρόνῳ ἀναβλέπει διὰ ἡλιακῆς στροφάλιγγος· ἐν φωλεῷ <γὰρ> πρὸς ἀνατολὴν προσέχοντι ἑαυτὴν προσθλίψασα καὶ νηστεύσασα πρὸς ἀνατολήν <τε> κατανοοῦσα ἀποτίθεται τὴν ἀμβλυωπίαν· αὕτη δὲ φημι ἡ αἵρεσις ἐν ἅπασιν <τὴν> ἀφροσύνην κέκτηται τοῦ ζῴου, οὐ μὴν κἂν τὸ ὀλίγον τοῦ ἐπαίνου.

οὕτως οὖν καὶ αὕτη ἡ αἵρεσις, σαύρα ἡμῖν λεχθεῖσα ἡλιακή, [καὶ] καταπατηθεῖσα ὑπὸ τῆς ἀληθείας † αὐτοῦ [*](3ff vgl. haer. 19, 4, 1f; I 221,6ff haer. 30, 17, 5; I 356, 15ff — 18ff vgl. Physiologus c. 2; S.231,2ff Lauchert (σαύρα ἡλιακὴ) ὅταν γηράσῃ, ἐμποδίζεται τοὺς ὀφθαλμοὺς καὶ πηροῦται . . . τί οὖν ποιεῖ τῇ ἑαυτῆς καλῇ φύσει; ζητεῖ τοῖχον βλέποντα πρὸς ἀνατολὴν καὶ εἰσέρχεται εἰς τὴν ῥαγάδα τοῦ τοίχου· καὶ ἀνατέλλοντος τοῦ ἡλίου ἀνοίγονται αὐτῆς οἱ ὀφθαλμοὶ ἀτενιζούσης πρὸς αὐτὸν καὶ ὑγιὴς γίνεται) [*](M U) [*](6 τόν τε Χριστὸν Öh.] ὅ τε Χριστὸς M U 6f εἰκοσιτεσσάρων] κݲθݲ Μ 7 * <φλυαροῦσιν> * 8 τούτων *] τούτου Μ U 10 τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς] τὴν περὶ τούτων ζήτησιν τῆς ἀνατροπῆς U 11 ἐργασαμένων *] εἰργασμένων Μ εἰργασαμένων U | τὸν Ἠλξαῖον εἴτουν Ἠλξαῒ] ἢ ἄξιον ἤτουν ἠλξάει Μ 14 πεπωκότες U 20 ἀκέραιον Μ | ἑαυτῆς U 21 <γὰρ> * 23 <τε> * | ἀποτίθεται τὴν ἀμβλυωπίαν < Μ | ἀμβλυοπίαν U 24 <τὴν> * | κέκτηνται Μ 25 κἂν] καὶ Μ | οὕτως *] ὡς M U 26 [καὶ] * | † αὐτοῦ] etwa <ἐν τῇ ἀφροσύνῃ> αὐτῆς *)

317
μενέτω, μηδὲν κατισχύουσα κατὰ τῆς τοῦ θεοῦ ἀληθείας· ἡμεῖς δὲ ἐπὶ τὰς ἄλλας, ὡς εἴπαμεν, ἐξορμήσωμεν.